Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. φωτὶ Κρόνου, μάρτυς δʼ ἐπὶ σήματι τῷδε γένηται
  2. καὶ Πυρόεις, μήτηρ προτέρη πατρὸς οἴχετʼ ἐς Ἅιην,
  3. ἠὲ μογοστοκίῃ δεδαϊγμένη, ἢ ὑπὸ νούσου
  4. αἱμηρῇσι γυναιξὶ φύσις κρύφιʼ ἄλγεʼ ἔδωκεν.
  5. [*](40)
  6. Ἢν Κρόνος ὡρονομῇ, Πυρόεις δύνῃ δὲ κατʼ ἰθύν,
  7. αἴλινος ὅστις ἀνήρ γε βιαιότατον μόρον ἕξει.
  8. [*](E)[*](41)
  9. Ἠελίῳ τετράγωνος Ἄρης, Μήννῃ δέ τε Φαίνων, δούλους ποιήσει καὶ γονέων στερέσει.
  10. ἢν δʼ ἔτι καὶ Παφίη κατεναντίον Ἄρεος ἔλθῃ,
  11. ---
  12. καὶ ταύτην τετράγωνος ἴδοι Κρόνος ὑψόθεν ἑστώς, ἐκ δούλων δούλους τῇδε νόει ξυνέσει.
  13. ἢ Φαέθων τετράγωνον ἴδοι Κρόνον ἠὲ τρίγωνον,
  14. ---
  15. Ἑρμείας δέ τʼ ἐφʼ ὡρονόμου Μήνη τε σὺν αὐτῷ, εὐτυχὲς ἐσσεῖται τοῦτο θέμʼ ἐκ γενεῆς,
  16. --- δόξῃ καὶ πλούτῳ καὶ φιλίαις μερόπων.
  17. καὶ Ζεὺς ὡρονομῶν Πυρόεις θʼ ἅμα καὶ τρίτος Ἑρμῆς
  18. ---
  19. Μήνη δʼ ἐκ συνόδοιο Κρόνον φίλον ἀγκαλίσαιτο, εὐπρήκτους ῥέζει καὶ μακαριστοτάτους.
  20. 99
    [*](C)
  21. Ἢν δὲ Κρόνος παρόδοισιν ἐπʼ Ἄρηος τόπον ἔλθοι,
  22. ψυχρὸς ἐὼν θερμοῖο, μολὼν τόπῳ οὐ καλοεργός,
  23. ἔσσεται ἀνθρώποις πολλοῦ κακοῦ αἴτιος οὗτος·