Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Κύπριδά τʼ εὐπλόκαμον καλὴ λέγε Καλλιόπεια.
  2. [*](A)[*](2)
  3. Ἢν Κρόνος Ἠέλιός τʼ ἄμφω κατίδωσι Κυθήρην,
  4. δυσγαμίην παρέχουσι καὶ ἀστασίην ἐπὶ λέκτροις,
  5. καὶ δούλαις μίσγουσιν, ἑταιρίσι δʼ ἤθεα φαύλαις
  6. αἰσχίστως διδόασι κακῆς ἕνεκεν κυθερείης.
  7. Ἄρης καὶ Παφίη κέντρων ὅτʼ ἂν ὦσιν ἄνακτες·
  8. μοιχοὺς ἁρπακτῆρας ἀεὶ ῥέζουσι γυναικῶν.
  9. Ἑρμείας δʼ ἢν τοῖσιν ἰσόρροπος ἀντήσειεν,