Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. τέρπονται παίδων χαλεπῇ ἐπὶ κύπριδι κεῖνοι.
  2. [*](A)[*](3)
  3. Ἠέλιος κέντροισι παρὼν κερόεσσά τε Μήνη,
  4. ὃς μὲν ἐν ἀρσενικοῖσι παρών, Μήνη δέ τʼ ἐναλλάξ,
  5. γεννῶσιν βασιλῆας ὑπερθύμους τε δυνάστας.
  6. ἀμφότεροι φωστῆρες ἐν ἀρσενικοῖσιν ἐόντες
  7. θηλυτέρης Κύπριδός τε καὶ ὡρονόμοιο κατιθύ,
  8. ἀρσενικοῖς ἔργοισιν ἀναγκάζουσι γυναῖκας
  9. 86
  10. τέρπεσθαι, μέγα θαῦμα· γυναιμανέες γὰρ ἐοῦσαι