Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ὅππως σοι βίβλους, ἅσπερ κάμον, ἅσπερ ἔτευξα,
  2. τάς σοι ἐγ πέμψω καμάτων σφετέρων μέγʼ ὄνειαρ,
  3. ὄφρα κεν, ὅσσαπερ αὐτὸς ἐπιτροχάδην Πετόσιρις
  4. εἴρηκεν, τάδε πάντα μάλʼ ἀτρεκέως καταλέξω
  5. ῥυθμοῖς ἡρωικοῖσι καὶ ἑξαμέτροις ἐπέεσσιν,
  6. ὄφρα μάθῃς, ὅτι πάντα δαήμονες ἀνέρες εἰμέν,
  7. οἳ λάχομεν ναίειν ἱερὸν πέδον Αἰγύπτοιο.
  8. [*](1)
  9. Ἠέλιον, Μήνην, Κρόνον, Ἄρεα, Ἑρμέα, Ζῆνα,