Declamatio 48

Libanius

Libanius, Declamatio 48, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

Σκόπει τοίνυν ὅπως σε φιλῶ καὶ ταῦτα λυ- ποῦντα. παρέχω σοι τιμωρίαν πράξασθαι διαφεύγοντα τὴν αἰσχύνην. τὸ γὰρ ἐκπεσεῖν με τῆς οἰκίας τοῖς ἐμαυτοῦ λόγοις ἐν μὲν τῷ μὴ μετέχειν τῶν πατρῴων κολάζει, ἐν δὲ τῷ σοῦ σιγῶντος τυχεῖν ἄνευ αἰτίας ὧν ἐπιθυμεῖς δίδωσι.

φέρε, εἴ με ἐβούλου καταποντί- σαι, φθάσας δὲ αὐτὸς ἐμαυτὸν ἐνέβαλον εἰς τὴν θά- λασσαν, οὐκ ἄν σε εὐηργέτουν ἀποπνιγείς τε καὶ σὲ τοῦ μύσους ἀπαλλάξας; εἰ δὲ ἥδιστ’ ἂν ἀπέκτεινας ξίφει, τοῦτο δὲ αὐτὸς αἰσθόμενος εἰς ἐμαυτὸν ὦσα τὸ σιδήριον σοῦ διαμέλλοντος, οὐκ ἂν ἦν σοι κεχαρισμέ- νος τεθνεώς τε καὶ σὲ διατηρήσας καθαρὸν τοῦ φό- νου;

ἀπὸ τῆς αὐτῆς καὶ νῦν γνώμης ἀποκηρύτ- τεσθαι βούλομαι. ἐλθέτω μανίας ἐπ’ ἐμὲ μᾶλλον ἔγ- κλημα ἢ τὸν πατέρα ἀσεβείας· εἰπάτω τις ὡς ὁ νεα- νίσκος παραπαίει μᾶλλον ἤ ὁ πρεσβύτης παραφρονεῖ. λάβε δίκην, ὦ πάτερ, λάβε μεγάλων ἁμαρτημάτων. ἐμνημόνευσα πρὸς σὲ φιλανθρωπίας, ἐμνημόνευσα προσ- ηγορίας ἀδελφοῦ, ἐμεμψάμην ὀργήν, ἐπῄνεσα συγγνώ- μην. ἦν που τῆς δημηγορίας καὶ τὸ τῶν διαλλαγῶν ὄνομα καὶ τὸν Ἔλεον προσεῖπον. ὀφείλω δίκην ἐπιει- κῶν ῥημάτων. ἀποκήρυξον, ἔκβαλε, μὴ μεταβάλῃς τοὺς τρόπους.

[*](1 cf. t. II 129, 9)[*](2 ἦ LP | τύχοι Ath 4 διαφεύγουσαν Β 6 μὲν om Ath)[*](7 σοῦ scripsi auctore Re τοῦ libri edd 10 ἀποπνιγείς τε in marg Ath 15 νῦν om Ferr 23 Ἔλεον scripsi ἔλεον libri edd cf. p. 626, 12 24 μεταβάλῃ Ferr)
632

56. Ἀλλ᾿ ἀσύμφορον, νὴ Δία, τὸν ἀριστέα διάγειν ἐν λύπῃ καὶ διὰ τοῦτο τῆς περὶ τὸν πόλεμον ἀμελεῖν μελέτης καὶ τοῖς ἐχθροῖς πα- ρασκευάζειν ἡδονήν. δῆλον γὰρ ὧς τὰ τούτου δυσχερῆ τοῖς ἐναντίοις ἑορτή. τί φῄς; δέδοικας μὴ πεσὼν εἰς λύπην ἀμελήσω τῶν ὅπλων; νῦν γὰρ ἐν εὐφροσύνῃ μοι τὰ πράγματα καὶ ᾠδαῖς καὶ γέλωτι; τεκμαίρου τὴν ἀθυμίαν, ἄνθρωπε, τῷ προσώπῳ. ταύτῃ συζῶ, διὰ ταύτην ἀπόλωλα. λύπη μοι σύμπας ὁ βίος.

[*](RIV 702)

57. ἂν εἰς τὴν ἀγορὰν | ἐμβάλω, τοῖς γνωρίμοις ὑπὲρ τούτου λαλῶν δακρύω. ἂν οἴκαδε εἰσέλθω, τὸ πλήρωμα ὁρῶν ἠκρωτηριασμένον πενθῶ. ἂν εἰς παλαί- στραν ἀφίκωμαι, τὸν ἀδελφὸν ὁρῶν ἀπερριμμένον ὀδύ- ρομαι. ἅπας καιρὸς καὶ τόπος ἀφορμὴ δακρύων, οἰκία, στενωποί, γυμνάσια, σύλλογοι, τράπεζα, ὕπνος. ἤδη γὰρ κἀν τοῖς ὀνείρασιν ἔνδον μὲν ἔχειν αὐτὸν δοκῶν ὑφ’ ἡδονῆς ἐκπηδῶ, μανθάνων δὲ τὴν ἀπάτην ἐν ὀδυρμοῖς ἀναμένω τὴν ἡμέραν. μάρτυρα δὲ ἔχω τῶν πολλῶν δακρύων τὸν ἐπ’ αὐτοῖς πολλάκις ἀγανακτή- σαντα τοῦτον αὐτὸν τὸν πατέρα.

ὥσθ’ ὑπὲρ οὗ τὴν ἀποκήρυξιν δέδοικας μή με εἰς ἀθυμίαν καταστή- σας χείρω ποιήσῃς, τοῦτο καὶ νῦν ἐνοχλεῖ. καὶ γὰρ ἐφ’ αἷς μόναις εἶχον ἐλπίσιν ὧς λύσων τἀδελφῷ τὴν συμφορὰν μάταιοι πεφήνασι καὶ οὐκ ἴσχυσεν ἀριστεία νικῆσαι τὴν ἀποκήρυξιν.

εἶτ’ ἐμοὶ τοῦ λοιποῦ τί τερπνόν; οἴει γὰρ ἐν πλήθει σιτίων καὶ μαλακῇ στρω- [*](2 διατοῦτο LP 5 φής libri edd 7 signum interro- gationis posui e L punctum reliqui libri edd 10 τὴν in marg P 2 17 μανθάνων scripsi ex AthB μανθάνω LPMos edd 19 ἐπαυτοῖς L 20 τὸν om Ath 23 ἀναλύσων Ath) [*](24 πεφήνασι libri edd 26 τί τοῦ λοιποῦ Μ | τουλοι- ποῦ LP)

633
μνῇ καὶ σκεύεσι λαμπροῖς εἶναι τὴν εὐθυμίαν; τὸ δὲ οὐχὶ τοιούτως ἔχει. πόθεν; ἀλλ’ ἐκείνης μὲν ἡγουμένης ἴν τισι καὶ τούτων χάρις, λύπην δὲ ἰσχυρὰν οὐ κου- φίζει τράπεζα πολυτελής, ἀλλ’ αὐτὸ τοὐναντίον, τοῖς φαυλοτέροις οἱ πενθοῦντες χαίρουσι, κἂν εἰς τρυφὴν ἄγῃς, προσεπέτριψας.

μὴ οὖν οἴου μοι τὸν οἶκον τοῦ πατρὸς ἱκανὴν παράκλησιν εἰς ἄσκησιν ἔσεσθαι τοσαύτην βεβλημένῳ καὶ ἐπίρρωσιν τῆς ῥώμης ἐκείνης, <ἀλλὰ> α κατάλυσιν. ἆρ’ ἂν πείσαιμί λέγων ὧς ἔσομαι τῆς οἰκίας ἐκπεσὼν ἤ μένων; νῦν μέν γε κίν- δῦνον ἔχει μοι τὸ συγγενέσθαι τἀδελφῷ καὶ δεξιὰν ἐμ- βαλεῖν καὶ ἐλθεῖν εἰς λόγους. καὶ ὥσπερ οἶ τὰ δεινό- τατα δρῶντες | ἐν τῷ λαθεῖν ἔχουσι τὴν ἀσφά- [*](RIV 703) λείαν, οὕτω καὶ ἡμεῖς μόλις καὶ λάθρα τοῦτο τολμῶ- μεν.

πολλοὶ δὲ οἱ κατάσκοποι, συμπόται, κόλακες, οἰκέται καὶ θέουσιν εὐθὺς παρὰ τοῦτον καὶ παροξύ- νουσιν ἐν οἷς ζημιοῦσι χαριζόμενοι. καὶ τὸ δεῖπνον ἡμῖν ἐντεῦθεν ἐγκλήματα καὶ γραφαὶ καὶ μετὰ ἀπει- λῶν ἡ θοίνη. πάλιν ἕτερος ἐκείνους εὐδοκιμοῦντας ἰδὼν φυλάττει καὶ πονεῖ περὶ τὴν θήραν καὶ πολλάκις ἅ τ’ εἶδεν ἅ τ’ οὐκ εἶδεν ἀπήγγειλεν. ὁ δὲ πατὴρ ἄλ- [*](1 ἀθυμίαν Ath 2 οὐχὶ τοιούτως scripsi auctore lacobsio App Pors Adv 284 οὐχ ἧττον οὕτως LPAthMos edd οὐχ οὕ- τως Β 3 τούτω Ath 6 οἶνον AthMosB Mor sed in hoc γρ οἶκον in marg et „non omnino improbo alteram lect. οἶκον“ Not f. VII 3 7 ἄσκησιν Ρ sed γρ ἄκεσιν in marg ἄκεσιν Mor sed ἴσ. οἴκησιν in marg 8 „fort. τοσαύτη λύπη βεβλη- μένῳ (vel συμφορᾷ) οὐκ ἐπίρρωσις τῆς ῥώμης ἐκεῖνος, ἀλλὰ κατά- λυσις“ Re | καὶ ἐπίρρωσιν scripsi ἐπίρρωσιν LPAthMos edd καὶ praevia lac 9 litt Β | τῆς ῥώμης ἐκείνης Ρ sed τὴν ῥώμην ἐκείνη in marg | ῥώμης Mor sed γρ ῥύμης in marg 9 ἀλλὰ inserui om libri edd 12 ἐς Β 21 ἄλλος L)

634
λῶς μὲν ἡμῖν οὐ πονηρός, ἀπιστεῖν δὲ οὐκ οἶδεν. ὅστις οὖν δέδοικε τὴν ἐσομένην λύπην ὡς βλάβην ἐσο- μένην εἰς τὸν πόλεμον τῇ πόλει, σκοπείτω καὶ τὴν παροῦσαν καὶ τάχα εὑρήσει μείζω.

ἀλλὰ δεινὸν εὐφρᾶναι τοὺς πολεμίους. τὸ γὰρ νῦν πεπραγμέ- νον οὐχ ἱκανὸν εὐφρᾶναι; ἐκκλησίας ἀναστάσης οἱ πολλοὶ δραμοῦνται παρ’ ἐκείνους ἀγγέλλοντες τὴν ἐμὴν ἀτιμίαν. οὐ γὰρ οἴεσθε τὰ ἱερὰ ἀνοίξειν αὐτοὺς καὶ θύσειν ὧς ἐπὶ τροπαίοις καὶ τὴν ἐπὶ τοῖς πεπτωκόσι λύπην κουφιεῖν οἷς περὶ τὴν αἴτησιν ὕβρισμαι;