Declamatio 48
Libanius
Libanius, Declamatio 48, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
τί γὰρ ἂν καὶ μεῖζον ζητοῖεν; ἄνθρωπος τὸ θράσος ἐκεί- νοις μεταστήσας εἰς φόβον καὶ πεπονθότας δείξας ἃ δράσειν ἠπείλουν καὶ τοὺς μὲν ἀποσφάξας, τοὺς δὲ δειλοὺς ἀποφήνας καὶ τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν εἰς τὴν ὑπὲρ τῶν οἰκείων εὐλάβειαν μεταθεὶς καὶ τοὺς μὲν παίδων, τοὺς δὲ γονέων, πολλὰς δὲ ἀνδρῶν στε- ρήσας, ἄνθρωπος τοῖς ἀπ’ ἐκείνων λαφύροις κοσμήσας τὸ ἄστυ καὶ τοὺς προσιόντας κινδύνους ἀπωσάμενος καὶ διατηρήσας ἱερά, ὅσια, χρήματα, σώματα, τοὺς τά- φους, τὴν πόλιν, τὴν χώραν, καὶ δοὺς ἀντὶ τοῦ τρέ- μειν παιανίζειν καὶ στεφανοῦσθαι καὶ πρῶτος ἐμπεσὼν εἰς μέσους ὁπλίτας καὶ τῆς σωτηρίας ὀλιγωρήσας καὶ τῆς τιμωρίας ἐπιθυμήσας οὗτος ὁ τοσούτων ἀγαθῶν αἴτιος εἰς δωρεὰν ὑπὸ τοῦ δήμου κεκλημένος αἰτήσας [*](1 οἶδεν scripsi e LPAthB εἶδεν Mos edd 2 δέ- δωκε L 4 μεῖζον Ath 5 et 6 εὐφράναι libri edd 6 ἀνα- στάσης scripsi e PAthB ut coni Re ἀναστάσις L sed η supra ι, Mos Mor sed ἀνάστασις Not f. VII 3, Re ἀναστὰς; Ferr 17 ἀπεκείνων L 19 τοὺς inserui ex AthMosB om LP edd) [*](21 πρῶτος ἐμπεσὼν scripsi auctore lacobsio Add 268 App Pors 329 Lect προσεμπεσὼν libri edd sed προεμπεσὼν coni Re) [*](22 τῆς om Β)
μικρά γε, οὐ γάρ; εἰς ἡδονὴν ταῦτα τοῖς ἐναντίοις ἢ πάλιν ἐλπίδας οὐκ ἂν ἐμποιήσοντα; μὴ τοίνυν ἃ δεδώκατε ἐκείνοις ἤδη, ταῦτα ὅπως μὴ δώσετε ζητεῖτε μηδ’ οὓς ἐψηφίσασθε παραμυθήσασθαι, τούτοις φθονεῖτε τῆς ἐσομένης ἡδο- νῆς, ἀλλὰ δότε, ὦ ἄνδρες, δότε μοι τὴν δευτέραν χά- ῥὶν, ἐπειδὴ τὴν προτέραν μείζω τῆς ἀριστείας εὐρή- κατε. ἐκβάλετε τῆς πατρῴας οἰκίας, ἐπειδὴ τὸν ἀδελ- φὸν ἐπανάγειν οὐκ ἔσχετε.
τί κατοκνεῖτε; μὴ γὰρ λαβεῖν τι βούλομαι; στέρησις τῶν ὄντων ἐστὶν ἡ χά- ρις. ἀρτίως μέν γε τῷ πατρὶ χαριζόμενοι τὸν ἠριστευ- κότα ἠδικεῖτε, νῦν δὲ ἀμφοτέροις ἀρέσκοντα ψηφιεῖσθε. ποιήσατέ με ἀνέστιον, πρᾶγμα ἥδιστον ἐμοί, τοῦτον ἀπαλλάξατε παιδός, πρᾶγμα σύνηθες τῷ πατρί.
ἂν δὲ φειδόμενοί μου μὴ δῶτε τοῦτο, διαβεβλήκατε τὴν προτέραν γνῶσιν. ὑβρικέναι γὰρ ὃν ἴστε χρήσιμον ὁμολογήσετε. ὅσοι πρεσβύται δι’ ἡμᾶς ἄπαιδες οὐ γε- γένησθε, ὅσοι παῖδας νέους ὀρφανοὺς οὐ καταλελοί- πατε, ὅσοι γυναῖκας οὐκ εἴδετε πρὸς ὕβρεις ἑλκομένας, [*](23 cf. p. 446, 2 sq.) [*](2 δόντας scripsi διδόντας libri edd 4 μόνον οὐ πατραλ- λοίας Μ 5 τε Ath | οὐ γάρ; scripsi auctore Re οὐ γὰρ libri edd 8 μὴ δ’ libri edd | οὓς scripsi ex Ath ut coni Re οἷς LPMosB edd 9 τοῖς ἐσομένοις L 10 δικασταὶ Ath) [*](11 ἐπεὶ δὴ Ath | δευτέραν Β 12 ἐκβάλλετε Β et maluit Re | πατρώας L 14 ἔστιν LPB 19 μου om Ath 20 τὸ ante χρήσιμον Ath | ὑμῖν γεγενημένον post χρήσιμον inserenda coni Re 21 ὡμολογήσατε Ath 23 εἴδατε Mos | ὕβριν Β)
67. Μηδὲν ἐνταῦθα ἀντείπῃς, ὦ πάτερ, μηδὲ κινή- σῇς τὴν σαυτοῦ δεινότητα πάλιν. οὐκέτ’ ἐκεῖνα τὰ πρότερον, λόγοι ὑπὲρ φύσεως καὶ συγγενείας καὶ θεῶν [*](RIV 705) | γενεθλίων καὶ κουροτρόφων καὶ φιλανθρωπίας καὶ συγγνώμης καὶ νεότητος ὀλισθημάτων. ἀλλά μοι παρελθὼν ἀκολούθησον τῷ ψηφίσματι, τήρησον ὅν ἔθου νόμον, φθέγξαι πάλιν τὰ αὐτὰ ῥήματα. νῦν μὲν οὐδενός σοι δεῖ γραμματέως ἀναγνωσομένου τὸν νό- μον, ἀλλ’ ἐπίστασαι τῆς ἀποκηρύξεως τὰς συλλαβάς.
68. μή μου τὴν ἀριστείαν αἰσχυνθῇς μηδὲ τοὺς αἰχμα- λώτους οὓς εἷλον μηδὲ τὸ πλῆθος τῶν νεκρῶν. ἔπει- σὰς καὶ τὸν δῆμον ἃ τέως ἐθαύμαζεν ἀποφαυλίσαι. μόνος οἴκει τὴν οἰκίαν, ἀπαλλάγηθι τῶν ἐμῶν δακρύων. οὐ δύναμαί σοι συνὼν ἀμνημονῆσαι τοῦ κακοδαίμονος ἀδελφοῦ. χρηστόν με, ὦ πάτερ, ἐγέννησας, ἐλεήμονα, φιλοικτίρμονα, πάσχοντά τι πρὸς τὰς τῶν οἰκείων τύχας. ἐγκάλεσον τῇ φύσει. ὁ δεῖνα βίαιος, ἄλλος ὠμός, ἄλλος στερεός, ἐγὼ φιλάνθρωπος. οὐκ ἔστι μάχεσθαι τῇ φύσει.
πολλῶν ὀφείλω σοι χάριτας, γονῆς, τρο- [*](2 ἐκβάλλετε Β 3 πατρῴας L 4 ἀντείποις AthMos Ferr Mor | μὴ δὲ LP Ferr 6 λόγους Ath 9 διηγήματι Ath 10 γὰρ post μὲν Β 13 et 14 μὴ δὲ LP Ferr 15 καὶ] „malim γὰρ“ Re 16 οἴκοι LPB ὤκει Ferr 17 δύνασθαί L δύνασαί Ferr 19 τι om. Ferr | τῶν om Re 20 ὁ — 22 φύσει om Β 21 στερεός scripsi ἑτέρως libri edd sed „num ἄνερως amore carens? aut deest aliquid. num ἔχων ἑτέ- ρως.“ Re στερρός coni lacobs Add 292 Anth. Pal. III 734 22 πολλῶν — 637, 1 οἰκίαν omissa voce παιδείας ad versus co- moediae Atticae πολλῶν ὀφείλω σοι χάριτας, γονῆς, τροφῆς | ἀμείβομαί σε τῷ φυγεῖν τὴν οἰκίαν revocavit Kockius Com. Att. fr. III p. 478, 371)
70. Ὄψει καὶ τοῦτον τὸν πονηρὸν ἀδελφὸν μετ’ ἐμοῦ τῆς σῆς ἀσφαλείας προβεβλημένον. τεκμαίρομαι δὲ τῷ μετὰ τὴν ἀποκήρυξιν χρόνῳ, ᾧ τοσούτῳ πιεζό- μενος οὐδὲν ἀνιαρὸν εἰς τὸν πατέρα ἐφθέγξατο, ἀλλὰ διατελεῖ τὰς | αἰτίας δεχόμενος καὶ μᾶλλον ἐαυ- [*](RIV 706) τὸν συκοφαντῶν καὶ κατηγόρων μεμφόμενος. θαυμάζει δὲ τὸν πατέρα καὶ τῶν προσηκόντων οὐκ ἀποστερεῖ, τὴν δ’ ἑαυτοῦ τύχην κακίζει καὶ σπεύδει γενναίοις ἔργοις ἀνελεῖν τὴν ἀτιμίαν.
ἐγώ σοι τοῦτον ἐπι- δείξω στρατιώτην ἀγαθὸν ταχέως καὶ κληθήσῃ δυοῖν ἀριστέοιν πατήρ. πολλοὶ πολλάκις ἐκ νεότητος ὑπαι- τίου πρὸς τὴν προσήκουσαν ἐκβάντες ἡλικίαν ἐθαυ- μάσθησαν εἰς ἀρετὰς καὶ καθάπερ ἐν δράματι σκευὴν μεταβαλόντες τοὺς τρόπους οἱ μὲν ἐκ δειλῶν ἐφάνησαν ἀνδρεῖοι, οἱ δὲ ἐξ ἀκολάστων σώφρονες, οἱ δὲ ἐκ θρα- σέων ἐπιεικεῖς, οἱ δὲ ἐκ ῥᾳθύμων φιλεργοί, οἱ δὲ ἐξ [*](1 οἰκείαν Ath 2 χαίροις LP | τῇ πρῴην ἀποκήρυξιν τὴν νῦν ἀπολογίαν scripsi auctore Re τὴν πρώτην ἀποκήρυξιν τῇ νῦν ἀπολογίᾳ libri edd 6 ἀφέξονται Mos 7 ταὐτὰ? ἐπ’ Ath 12 vocibus οὐδὲν ἀ[νιαρὸν] des Ath | εἰς in- serui e libris om edd 13 ἑαυτὸν ἢ τῶν τινα συκοφαν- τῶν coni Re ἑαυτοῦ ἢ συκοφαντῶν lacobs Lect 15 τὸν LP 16 δὲ αὐτοῦ LP 22 δειλῶν scripsi δειλίας libri edd)
παραμυθή- σεται τὴν σπάνιν ὁ κρότος, τὴν ἔνδειαν ἡ μνήμη τῆς μάχης, τὴν ἀπορίαν ·ἡ δόξα. οὐχ ἕξομεν οἰκίαν, ἀλλ’ ἐγγὺς τοῦ τροπαίου σκηνώσομεν. τοῦθ’ ἑστία μοι, τοῦ- το καταφυγή, τοῦτο παράκλησις πρὸς τὸ μέλλον. στέρ- ξουσι μὲν οἱ πολέμιοι τὴν ἡσυχίαν, οἶδα ἐγὼ τὴν ἐκείνων πληγήν, εἰ δ’ οὖν, οἷα τὰ ἀνθρώπινα, τὴν ἀρχαίαν ἀναλάβοιεν ἰσχύν, πολλοὺς εὑρήσετε τοὺς ἐμὲ μιμησομένους.
οἷς ἐναντίον ὑμῶν διαλέξομαι· ἄν- δρες οἷς εὐψυχία μὲν εἰς τοὺς κινδύνους, εὔ- νοια δὲ πρὸς τὴν οἰκείαν, καὶ σώματος μὲν ὀλιγωρία, φιλοτιμίας δὲ ἔρως, μηδεὶς ὑμῶν καταγνοὺς ἀχαριστίαν τοῦ δήμου ἄκων μαλα- κιζέσθω μηδὲ εἰς τὴν ἐμὴν ἀφορῶν ἀτιμίαν κατοκνείτω. ταῦτα ἐπ’ ἐμαυτὸν γράφω. εἰς δω- ρεὰν ἡγοῦμαι τὴν συμφοράν. ἐγὼ πενίας ἐπιθυ- [*](RIV 707) μῶ. ἐμὴν τοῦτο | ἡγεῖσθε μανίαν, μὴ τῆς πόλεως ἀγνωμοσύνην. φεύγω τὴν οἰκίαν ἐφ’ ἧς οὐκ ἔσχον δεῖξαι τὸν ἀδελφόν. ὑμεῖς δὲ ἄν- δρες τε γίγνεσθε καὶ μὴ ταράττεσθε τῷ παρα- δείγματι.
74. Πάντα ἐπαινῶ τῆς ἀποκηρύξεως ὡς πλὴν ἑνός· [*](2 ἀποβάλλοντες L 3 post ἐπεδείξαντο ras 5 fere litt Ρ) [*](4 παρὰ χρῆμα L 13 μιμησομένους scripsi auctore Re μιμησαμένους libri edd 14 ἔννοια LPB Ferr 15 οἰκείαν scripsi auctore Re coll t. V 380, 13; VI 320,2; 367, 16 οἰκίαν libri edd 18 μὴ δὲ L Ferr 23 δὲ scripsi ut coni Re et lacobs Lect τὲ LP τε MosB edd)