Declamatio 48

Libanius

Libanius, Declamatio 48, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τὸ μὲν οὖν ἄμει- νον ἦν τοῦτον τῆς ἐμῆς μεταλαμβάνειν εὐπραξίας· ἐπεὶ δὲ ἀντέκρουσεν ὁ Φθόνος, δεύτερόν μοι κέρδος αὐτὸ τὸ τῶν τούτου μετασχεῖν | κακῶν. ἄλλα [*](RIV 696) ἄλλος, ὦ δικασταί, τῶν ἠριστευκότων θαυμάζει τε καὶ λαβεῖν ἐπιθυμεῖ, ὁ μὲν αἰχμάλωτον ἐν ὥρᾳ οὖσαν, ὁ δὲ ἐξ αὐτῶν τῶν λαφύρων χρυσόν, ὁ δὲ κτήματα καὶ γεωργίας, ὁ δ’ ἀφ’ ὧν δόξα μᾶλλον ἢ κέρδος. ἐπεθύ- μουν καὶ αὐτὸς ἰδεῖν δι’ ὑμῶν ἐν εἰρήνῃ τὸ γένος. ἔδοξα ληρεῖν, ἥττημαι λόγων. ἐπ’ ἄλλην εἶμι δωρεὰν πρέπουσαν τῷ ἐκείνης ἡμαρτηκότι.

[*](20 Il. α 111 sq.)[*](4 διατοῦτο L 7 ἑτερων L | τίς PAthMosB edd 9 ἡμῖν Mor 10 τῆς ante ἀριστείας Ath 13 συμφοιτητὰς L | αἰδοῦ Mos 14 μοι Β 15 οὖν om Mos 17 Φθόνος scripsi φθόνος libri edd cf. p. 615, 19 18 αὐτὸ τὸ om Ath | τοιού- των Ferr Mor sed in hoc γρ τούτου in marg 21 τῶν om Ath 22 ὅδ’ libri edd 24 λέγων Ath | εἰμὶ LPMos)
624

32. Καὶ μηδεὶς οἰέσθω με τὴν ταλαιπωρίαν ἀγνοεῖν, ἢ τὸν ἐκπεσόντα τῆς οἰκίας δέχεται, τὸν λιμόν, τὴν ἀλουσίαν, τὴν ἀγρυπνίαν, ταπεινότητα, κατήφειαν, ἐσθη- μάτων ἀπορίαν, θρῆνον συνεχῆ. τούτων γὰρ ἐγγὺς ὁ διδάσκαλος καὶ πάντα ἀκριβῶς οἶδα τὰ τῶν εἰς ταῦτα ἡκόντων καὶ οὐδὲν δεῖ με παρὰ σοῦ μαθεῖν ὡς εἰς τὸ βάραθρον μετριώτερον ἐμπεσεῖν ἢ ταύτην ὑπομεῖναι τὴν τύχην. οἴκοθεν ἔχω τὸν παιδευτήν. εἰ δὲ ἠγνόουν τὰ τῆς ἐκβολῆς δεινὰ καὶ οὐ μᾶλλον ἑτέρου τὸ πρᾶγ- μὰ ἐξηπιστάμην, οὐκ ἂν πάντων τὸ μέγιστον ἐποιού- μην ἀποδοῦναι τἀδελφῷ τὴν οἰκίαν.

σὺ δέ με ὧς ἐπ’ ἀγαθόν τι τὴν ἀποκήρυξιν ἐπείγεσθαι νομίζεις, τὸ δὲ οὐχ οὕτως ἔχει. πόθεν; ἀλλ’ οἶδα μὲν ἅπαν τὸ δεινόν, ἐπιθυμῶ δὲ ὅμως τῆς συμφορᾶς. καί μοι δότε τὴν χάριν ταύτην, ἐπειδὴ τὴν προτέραν ἐκωλύθητε. ὁρᾶτε, ὦ δικασταί, τοὺς ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασι ζῆν οὐκ ἀξιοῦντας. οὗτοι μὲν τὸν θάνατον ὧς ἐστὶ δεινὸν οὐκ ἀγνοοῦσιν, εἰσὶ γὰρ τῶν ὑπὲρ σωτηρίας εὐξαμένων πολλάκις, ὅμως δὲ ὀρέγονται τελευτᾶν καὶ τὸν μὲν ἐναντιούμενον ἐχθρόν, τὸν δὲ ἐντιθέντα τὸ ξίφος εὐεργέτην ἡγοῦνται. ταῖς γὰρ τῶν δεομένων ὁτουοῦν ἐπιθυμίαις ὁ συμπράττων φίλος.

καὶ νῦν ἐγὼ τῇ μὲν λύπῃ πρὸς τὴν τῶν ἀτόπων ἐπιθυμίαν ἥκω, τοῖς δὲ ἐνταῦθα βοηθοῦσιν ἀείμνηστον εἴσομαι τὴν χάριν. εἰ δέ τις ὕστερον ἐπὶ τὸ γέρας ἀφίκοιτο μέμψις, ἐμὸν τοῦτο ἔστω τοῦ βουληθέντος λαβεῖν, ἀλλ’ [*](RIV 697) οὐ τῶν δεδωκότων, οἱ τὴν ἡδονὴν τοῦ τὴν | δω- ρεὰν αἰτοῦντος ἐθεράπευσαν πλέον ἢ τὴν ζημίαν ἐσκό- [*](1 με scripsi ex AthMosB ut coni Re μοι LP edd | τὴν inserui auctore Re om libri edd 10 τὸ om Β 11 οὐ Β) [*](17 ἔστι libri edd)

625
πησαν.

ἤδη τινὰς εἶδον ἐπ’ ἀρρωστήμασιν ἀδελ- φῶν ἑκόντας ἑαυτοὺς ἀποκλείσαντας σιτίων καὶ καθ’ ὅσον ἐξῆν κοινωνήσαντας τῶν δυσχερῶν καὶ δόξαν ἀπὸ τούτου τὴν βελτίστην λαβόντας, μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὴν χείρω διαφυγόντας. ὁ γὰρ εἰς τὸ γένος μὴ χρηστὸς τίς ἂν εἴη περὶ τὸν δῆμον καὶ τὴν πόλιν; τοῦτό μοι καὶ νῦν ἡ δωρεὰ βούλεται δεῖ- ξαι πᾶσιν ἀνθρώποις ὧς οὐκ ἀμελῶ χρηστὸς ὢν οὐδὲ φοβεῖν ἔμαθον πολεμίους μόνον, ἀλλὰ καὶ συναλγεῖν ἀδελφοῖς ἠτυχηκόσιν.

εἰ τοίνυν καὶ λῃσταὶ κεκρα- τηκότες ἡμῶν τὸν μὲν ἐν πέδαις εἶχον, ἐμὲ δὲ ἐποι- οῦντο σύσσιτον, καὶ τὸν μὲν ἐπίεζον, ἐμοὶ δὲ παρεῖχον τρυφᾶν, καὶ τῷ μὲν πᾶσαν ἀηδίαν προσῆγον, ἐμοὶ δὲ ἅπασαν ἡδονὴν ἐπόριζον, ἐδεήθην ἂν αὐτῶν μή με τιμωρεῖσθαι τοῖς τερπνοῖς μηδὲ ἐν τῷ θεραπεύειν ἀνιᾶν, ἀλλ’ εἰ κἀκεῖνον λυποῦσι, καὶ ἐμὲ δῆσαι καὶ δοῦναι δωρεὰν τὴν κοινωνίαν τῶν ἀλγεινῶν.

καὶ νῦν, ὦ πάτερ, τὰς αὐτὰς ἀφίημι πρὸς σὲ φωνάς· ἐκ- βέβληκας τὸν ἀδελφόν, ἐμὲ δὲ οὔπω. δέδωκας ἐκεῖνον πενίᾳ, διάγω δὲ ἐγὼ ἐν ἀφθόνοις. εἴ σοι τὰ πρὸς ἐκεῖνον ἄσπονδα, ἐπάφες κἀμὲ τῷ πολέμῳ. μὴ κωλύσῃς τὸν δῆμον δοῦναι δωρεὰν δι’ ἧς ἐπιδειχθήσομαι τι- μῶν τὴν φύσιν.

38. Ἀλλὰ πονηρός φησιν ἐκεῖνος ἐγένετο καὶ ταῦτα παθεῖν ἄξιος. ἐγὼ δέ, εἰ μὲν ἐπιληψόμενος τῆς ἐκβολῆς ἀνέστην καὶ τοιούτοις ἐχρώμην λόγοις. ἄνδρες πολῖται, συκοφαντία μοι τὸν ἀδελφὸν [*](20 cf. p. 601, 20) [*](2 καθόσον Ath 6 μοι Β 10 εἴ τοι Ath 14 μή με Ρ sed με in ras m 2 μήτε L Ferr 15 μὴ δὲ LP Ferr 16 λυποῦντα Ath 17 κοινωνίαν Ρ sed αν in ras m 2 25 εἰ] οὐ Ath 27 πολίται libri edd)

626
ἀπολώλεκε. δίκην δέδωκεν ὧν οὐκ ἠδίκηκεν. ὀξύθυμός ἐστιν ὁ πατήρ. ἀναμαρτήτους ἀξιοῖ τοὺς υἱεῖς εἶναι, πρᾶγμα ἀμήχανον. καὶ κραυγὴ καὶ θόρυβος ἐπεσκότισε τοῖς δικαίοις. δυστυ- χῆς μὲν ὁ νεανίσκος, πονηρὸς δὲ οὐδαμῶς, ὅλως εἰ πρὸς ἀπολογίαν ἔτεινεν ἡ παροῦσά μοι σπουδή, καὶ τότε τὸ κατηγορεῖν οὐκ ἂν ἦν ἔξω καιροῦ· εἰ δὲ τὰς μὲν αἰτίας ἐῶ μένειν, τὸ δὲ μετ’ ἐκείνου πράττειν κακῶς ἥδιον τίθεμαι τοῦ μὴ μόνος ἀπολαύειν τῶν ἀγαθῶν, τίς ἔτι χρεία τῶν ἐγκλημάτων;

ἔδειξας, ὦ πάτερ, τὴν πονηρίαν. ἔπεισας δῆμον φιλάνθρωπον [*](RIV 698) ἀτιμάσαι τὸν Ἔλεον. οὐχ οὕτως | ἐγὼ ἀνόητος ὡς ἀπολογίαν ἔτι ζητεῖν τῆς τοσαύτης ἀρτίως κατ- εγνωσμένης. τί γὰρ οὐκ εἶπον ὧν ἐνῆν; οὐχ ὡς ἡ νεό- τῆς ῥᾷστον ὑπαχθῆναι καὶ ἁμαρτεῖν τοὺς τῷ χρόνῳ μὴ κτωμένους τὴν σύνεσιν; οὐχ ὡς τὸ μηδὲν πλημ- μελεῖν ἐν τοῖς θεοῖς ὥρισται; οὐκ εἶπον ἃ παρ’ ὑμῶν ἀκήκοα πολλάκις, ὅτι τοῦ νόμου φόβος ἐστὶ τὸ βού- λημα καὶ τοὺς νέους δεδοικέναι μὲν ἀξιοῖ τὴν ἐκβολὴν ἐπὶ τῷ σωφρονεῖν, ἀπελαύνεσθαι δὲ οὐκ ἔστι καὶ περι- νοστεῖν ἀοίκους οὔσης οἰκίας ἐφ’ ἁμαρτήμασι φαύλοις; εἰ γὰρ δὴ μεγάλα, τί οὐκ ἀπέκτεινε;

καὶ μὴν καὶ τὸν πατέρα ἠρόμη·ν εἰ τὴν νεότητα ἀναμαρτήτως πεπόρευται, οὐκ ἔχοντος δὲ εἰπεῖν ἠξίουν τὸν αὐτοῦ undefined σ’ [*](4 ἐπεσκότησε Ath ἐπεσκότιζε L 6 comma post σπουδή posui, post κατηγορεῖν quod habent libri edd delevi 7 καὶ om Β | τὸ om Mos 9 μὴ om Β 12 Ἔλεον scripsi ἔλεον libri edd cf. p. 631, 23 13 „fort. τῆς τοσούτοις“ Re 14 οὐχ ὡς Bcripsi coU 1. 16 ut coni Re ὧς οὐχ οὐχὶ (οὐχὶ α Ath) libri edd ἡ om Ath 16 πλημελεῖν LP Ferr 20 οὐκ ἔστι scripsi οὐκ ἔτι LPB Ferr οὐκέτι AthMos Mor Re 22 εἰ] ,,malim ἐπὶ“ Re I μεγάλα scripsi μεγάλης LP Ferr et γρ in marg Mor μεγάλοις AthMosB Mor Re 23 εἰς L Ferr | ἀναμάρτητος Ath Mos sed in hoc τήτως suprascr 24 αὐτοῦ libri edd)

627
πατέρα εἰς ἡμᾶς μιμεῖσθαι, λέγων δὲ ταῦτα ἐρραψῴ- δουν ὀνόματι πατρὸς κατακλυζόμενος.