Declamatio 48

Libanius

Libanius, Declamatio 48, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τοσοῦτον, ὦ δικασταί, προσ- ηγορία πατρὸς εἰς ἀγῶνα πλεονέκτημα. πάντα φροῦδα ἐκεῖνα τὰ μεγάλα καὶ θαυμαστά, ὁ κηδεμὼν τῆς οἰκίας, ὁ φοβερὸς τοῖς ἐχθροῖς, ὁ τῆς πόλεως σωτήρ, ὁ φύλαξ τῶν γενῶν, ὁ τοῦ τείχους χρησιμώτερος, ὁ δοὺς ἀντὶ τοῦ πεφρικέναι εὐθυμεῖν, τὰ δ’ ἐπινίκια καταγέλαστα καὶ μικρὰ καὶ φλήναφος.

ἐπειδὴ τοίνυν ὑμῖν τε ἠνώχληκα καὶ τὸν πατέρα λελύπηκα καὶ λόγους ἀφεῖκα σιγῆς ἀξίους, εὕρηκα, ὦ δικασταί, ἑτέραν δωρεὰν δι’ ἧς ἐλπίζω τὸν πρεσβύτην εὐφρανεῖν. ἢν γὰρ οὐκ ἡδυ- νήθην λῦσαι τἀδελφῷ συμφοράν, ταύτης κοινωνεῖν ἀξιῶ καὶ τῆς οἰκίας μετ’ ἐκείνου στέρεσθαι.

[*](RIV 694)

24. Τιμωρία | τοῦτ’, οὐ δωρεά, φήσει τις καὶ τὰς τιμὰς αἷς ἀμείβεσθε τῶν ἀριστέων τοὺς κινδύ- [*](8 Dem. fals. leg. § 112 p. 375, 14) [*](2 ἂν ἐθορυβήσατε ΜοsΒ 6 ἀπλῶς om Ath 13 παντα- χοῦ Ferr Mor | φροῦδα scripsi γοῦν libri edd sed γοῦν φροῦδα coni Re 17 πεφριγμένον Ferr | τά τ’ Β 19 ἀφεῖκα scripsi cum Cobeto Coll 299 ἀφῆκα libri edd 21 τὸν πρεσβύτην in ras P 2 22 λύσαι LPAthMos edd | τἀδελφῷ scripsi coll p. 613,8; 618,26; 624,11; 632,23; 633,11 et ad p. 598, 9 τῷ ἀδελφῷ libri edd 24 τίς AthB edd)

621
νοῦς ἐξαριθμήσει μανίας εἶναι λέγων φυγόντα ταῦτα ἑκόντα ἐμβαίνειν εἰς τοσοῦτον κακόν. ἐγὼ δέ, εἰ μὲν ἡ σφοδρὰ λύπη τὸν λογισμὸν ἐξίστησιν, ὁμολογῶ μαί- νεσθαι πρὸς τοσοῦτον ἐπιθυμίας ἥκων. τίς γὰρ ἡ γέ- γονεν ἢ νῦν ἐστιν ἀθλιώτερος ἐμοῦ;

καὶ τὰ μὲν ἄλλα ἐῶ, τουτὶ δὲ αὐτὸ τὸ παρὸν πόσης δυστυχίας; ὁ μὲν δῆμος ἐν θυσίαις καὶ χαραῖς καὶ γυναῖκες καὶ παῖδες καὶ δοῦλοι τῆς ἀδείας εἰς ἡδονὴν ἀπολαύουσι, μόνος δὲ ὁ τούτων αἴτιος ἐν οἰμωγαῖς, ἐν θρήνοις τῷ φεύγειν τὴν πατρῴαν ἑστίαν. καὶ τῶν μὲν νενικηκό- τῶν εἰμὶ πολίτης, στένω δὲ μετὰ τῶν ἡττημένων. καὶ τοῖς μὲν ἄλλοις τὸ στεφανηφορεῖν ἀπὸ τῆς ἐμῆς προθυ- μίας, ἐμοὶ δὲ ἀντὶ τούτου παρὰ τοῦ δήμου τὸ δακρύ- ειν. καὶ τῇ μὲν πόλει λῦσαι τοὺς φόβους ἴσχυσα, τῷ δὲ ἀδελφῷ λῦσαι τὴν ἀποκήρυξιν οὐκ ἔσχον, ἀλλ’ ὧν ἐν προσθήκῃ τεύξεσθαι προσεδόκων οὐδ’ αὐτὰ καθ’ αὑτὰ λαβεῖν δεδύνημαι. καὶ τὸ δεινότατον, κατῄσχυνα τὴν νίκην αἰτήσει πονηρᾷ καὶ σεσωκὼς τοὺς νόμους εἰς ὠμὴν καὶ παράνομον ὑπήχθην δωρεάν.

μὴ τοί- νυν θαυμάσῃς εἰ τοσαύτῃ συνόδῳ κακῶν ἐκβέβλημαι τῶν λογισμῶν καὶ τοῖς μὲν ἀλγῶν, τοῖς δὲ αἰσχυνό- μενος οὐ πάνυ σωφρονῶ. ἀλλ’ εἰ καὶ λίαν τις οὐκ ἐπ’ ἐμαυτοῦ με εἶναι νομίζει, τοσοῦτόν γε ἔχω καθ- ορᾶν ὧς τὰ μὲν λαμπρύνοντα ἄνθρωπον οἶ μὲν εὖ πράττοντες δέχονται καὶ τὸ μὲν πρόσφορον οἷς καιρὸς [*](16 cf. ad p. 501, 14) [*](1 ταῦτα om Ath 2 εἰ] ἡ L εἰ ἡ Ferr 4 ἀθυμίας Ath 5 καὶ om Ath 14 λύσαι Ath 15 λύσαι PAthMosB edd 19 δωρεᾶν Ath 21 τὸν λογισμὸν Mos | αἰσχυνόμενον Ath 22 τίς PAth edd 23 ἐν Cobet Misc. 146 at cf. ad p. 271,16)

622
κομίζονται καὶ μέμψις ἄπεστιν, εἰ δέ τις δυσκολίᾳ κεχρημένος καὶ τοὺς οἰκείους ὁρῶν ἐν τοῖς χαλεπωτά- τοις βοηθεῖν ἀδυνατῶν μέμνηται τιμῆς καὶ λαμπρότη- τος ἀντιποιεῖται, τοῦτον καὶ μισοῦμεν καὶ μεμφόμεθα καὶ θεοῖς ἐχθρὸν ἡγούμεθα. τὸ γὰρ ἄκαιρον ἐν αἰτίᾳ πανταχοῦ.

καὶ νῦν οὐκ ἐᾷ τούτων εἶναι καιρὸν ὁ δυστυχῶν ἀδελφός, ὁ ἀντειρηκὼς πατήρ, ὁ πεισθεὶς ἐκείνῳ δῆμος. ἀλλ’ ἐπ’ ἀγορᾶς με βούλει στῆναι χαλ- κοῦν οὐδὲ φανῆναι τἀδελφοῦ τολμῶντος ἐπ’ ἀγορᾶς; ἀλλ’ ἐν πρυτανείῳ σιτεῖσθαι τῆς οἴκοι τραπέζης ἐστε- [*](RIV 695) ρημένου τούτου; ἀλλὰ τάλαντα | λαβεῖν προσαι- τοῦντος ἐκείνου; ἀλλὰ κηρύγματος τυχεῖν ἀποκεκηρυγ- μένου τούτου; μή, πρὸς Δῖός, μή με ποιήσῃς περὶ τὴν φύσιν πονηρὸν μηδ’ ἐπιδείξῃς ὀλίγωρον τῶν ἐκείνης νόμων οἳ τοῖς οἰκείοις ταὐτά τε χαίρειν καὶ ταὐτὰ λυπεῖσθαι διώρισαν. συγγενείας δὲ ἀπάσης ἀδελφὸς ἐντιμότατον.

φέρε, εἰ δὲ ἐτεθνήκει νεωστὶ καὶ κατειλήφει τὴν τελευτὴν ἡ νίκη καὶ περὶ δωρεᾶς ὁ δῆμος καθῆστο, ἆρ’ ἄν με δοκεῖς δέξασθαι ταυτὶ τὰ σεμνά, τὸν στέφανον, τὴν εἰκόνα, τἄλλα, ἀλλ’ οὐκ ἂν ἐν χάριτος μέρει τὸ λαβεῖν τινα χρόνον εἰς τὸ πένθος αἰτῆσαι; νῦν τοίνυν οὐ τέθνηκε μέν, ὅ δὲ πολλῷ θα- νάτου βαρύτερον, ἄτιμος περιέρχεται, μᾶλλον δὲ κρύ- πτεται. τί οὖν ὁ καιρὸς ἐπαγγέλλειν παραινεῖ; μετέχειν αὐτῷ τῆς ἀτιμίας καὶ μὴ τρυφᾶν ἐν ἀκαιρίαις ἀδελ- φῶν.

δωρεὰ δὲ πᾶσα τῇ τοῦ λαμβάνοντος ἡδονῇ κρίνεται, τὸ δὲ λυπηρόν, κἂν ἄλλως ᾖ τῶν καλῶν, εἰς τιμωρίαν τελεῖ. αὐτίκα τίς οὐκ ἂν εὔξαιτο στεφάνου [*](16 Her. III 119. Soph. Ant. 911 sq.) [*](14 μὴ δ’ libri edd 15 τε om Ath 16 διώρισε Β 17 τεθνήκει Mos 19 δοκεῖς scripsi δοκῆς libri edd 22 τοίνυν om Re | ὃ] οὐ Mos 27 ἂν Ferr)

623
τυχεῖν ἐπ’ εὐνοίᾳ τῇ πρὸς τὸν δῆμον; ἀλλ’ ἐὰν τὸν ἐν πένθει καθήμενον ἀναστήσας ἄγῃς εἰς ἐκκλησίαν ὡς ἀναρρήσει κοσμήσων, ἐκόλασας τῇ τιμῇ. καὶ τοὺς τυράννους διὰ τοῦτο δυσχεραίνομεν ὅτι πολλάκις τὸν περὶ ταῦτα συνταράττουσι θεσμόν.

πενθῶ δὴ καὶ αὐτὸς ἀδελφὸν ἐξεληλαμένον καὶ τὸν στέφανον ἀπάγει τῆς κεφαλῆς ἡ Τύχη. εἰ γὰρ τῶν ἑταίρων τις, οὓς ἡ κοινωνία τῶν ἀσκημάτων εἰς εὔνοιαν συνδεῖ, τοιούτῳ περιπεπτώκει κακῷ, μετρίως ἂν ὑμῖν ἐνέγκαι δοκῶ τὴν τοῦ γνωρίμου συμφορὰν ἢ προσελθεῖν τοῖς ἀρι- στείας καρποῖς ἐν ταῖς τῶν συνήθων κακοπραγίαις; ὑπὲρ οὗ δὲ νῦν ἱκέτευον, ἀδελφός ἐστιν, ὦ πάτερ. τοῦτο δίκαιον ἔν. συμφοιτητής. τουτὶ δεύτερον. αἰδού- μενός με διὰ τέλους. τουτὶ τρίτον. οὐ γὰρ ἐρῶ θρα- σύν, ὦ πάτερ, ὃν ἔγνων ἐπιεικῆ.