Declamatio 48
Libanius
Libanius, Declamatio 48, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
καίτοι μέμνησαι, ὦ πά- τερ, ὁσάκις σοι πρὸς τὰ γόνατα πεσόντα με καὶ δεό- μενον λῆξαι τῆς ὀργῆς ἀπεκρούσω καὶ ἀπειλησάμενος ἐκβάλλειν τοὺς οἰκέτας ἐκέλευσας. οἶ γὰρ διαβάλλοντες ἐξ αὐτῶν τῶν ἀτυχημάτων | τἀδελφοῦ πιθανώ- [*](RIV 691) τεροι καὶ τὰ μηδαμοῦ λεχθέντα πλάττοντες ἔφερον εἰς ὦτα τούτῳ καταστῆναι τὴν ψυχὴν οὐκ ἐῶντες. τί οὖν ἦν λοιπόν; ἀλγεῖν μὲν τοῖς πεπραγμένοις, ἡσυχάζειν δὲ ἀνάγκη, καλεῖν δὲ τοὺς θεοὺς διαλλακτάς.
ἐν τούτῳ δὲ ἡμῶν ὄντων ἀγγέλλεται πολεμίων εἰσβολή. καὶ οἱ δῆμοι διηρπάζοντο καὶ τὸ δεινὸν προσῄει τῷ τείχει καὶ δρόμος καὶ φόβος καὶ ταραχὴ πάντα κατ- εῖχεν, ἁρπάσαντας δὲ τὰ ὅπλα θέειν ἴδει καὶ τὰ σώματα ὑπὲρ τῆς πατρίδος εἰσφέρειν.
ἐγὼ μὲν οὖν τήν τε τῶν στρατηγῶν ἐπιστήμην καὶ τὰς κοινὰς προθυμίας καὶ πρὸ τούτων γε τὴν τῆς Τύχης ῥοπὴν τῶν τε ἡμῖν ὑπαρξάντων ἀγαθῶν καὶ τῆς τῶν ἐναντίων αἰτιῶμαι [*](1 παθῶν L παθὼν Ferr 2 γυμνασί Ath 4 προιστά- μενοι Ath 5 οὐδὲ om Ath 9 ἐπαινεῖν τὰ πεπραγμένα om Ath) [*](10 ἄγων] ἄγειν ὅρα μὴ δόξης ἐπαινεῖν τὰ πεπραγμένα Ath 11 συνεξεργάσασθαι Ρ sed σὺν in ras m 2 16 μηδαμοῦ λεχθέντα reposui e libris λεχθέντα μηδαμοῦ edd | πράττοντες Ath 21 προῄει Ath 26 τῆς om Ath | ἡμῖν scripsi ὑμῖν libri edd)
ἐμοὶ δ’, ἕως μὲν ἤλπιζον ῥύσεσθαι τὸν ἀδελφὸν τῶν κα- κῶν, καλὸν ἦν ἴσως ἡ τῶν τετολμημένων διήγησις, ὡς ἔτι μὲν ἐξιὼν ἔγεμον θυμοῦ καὶ τῷ μέλλειν ἠχθόμην, ἰδὼν δὲ τοὺς ἐναντίους δίκην σκηπτοῦ ἐνέπιπτον τὴν μὲν τοῦ πείσεσθαί τι φροντίδα ἀφείς, τὴν δὲ ἀπὸ τοῦ δρᾶσαι δόξαν ἰδών, καὶ ὧς ἔρρηξα τὴν φάλαγγα, καὶ τὸ ξίφος συνεχῶς ἐνεργόν, καὶ τὸ μὲν ἠλαύνετο, τὸ δὲ ἐζωγρεῖτο, μεστὸν δὲ τὸ πεδίον νεκρῶν καὶ φυγῆς, τοῖς δὲ στρατιώταις ἀντὶ λόγων ἐκ τῶν ἐμῶν ἔργων ἡ παράκλησις.
ταῦτα, ὦ δικασταί, καὶ δρῶν ἔχαι- ρον καὶ διηγούμενος εὐφραινόμην, ἕως ἡγούμην αὐτὰ [*](RIV 692) σεμνά τε εἶναι καὶ οὐχ ἡττᾶσθαι λόγων, νῦν | δὲ τοσοῦτον ἂν εἴποιμι μόνον ὧς ἐμοὶ μάλιστα οἱ πολέ- μιοι τῶν πολιτῶν καταρῶνται.
17. Σκοπεῖτε τοίνυν τίς ποτε ἐγενόμην ἐπὶ τῇ νίκῃ καί μου δοκιμάσατε τῇ δωρεᾷ τὸν τρόπον. ὡς γὰρ ἀπέδομεν ὑποσπόνδους τοὺς νεκροὺς καὶ τὸ τρόπαιον εἱστήκει καὶ περίβλεπτος ἦν καὶ ἐπῃνούμην καὶ ἐκρο- τούμην, προσιόντες μοι δημόται καὶ φυλέται καὶ συμ- φοιτηταὶ καὶ πάντες ὅσοι συνῄδεσάν μοι τὴν λύπην ἣν εἰς τὸν ἀτυχοῦντα εἶχον ἀδελφὸν νῦν, ἔλεγον, ἃ πάλαι ἐπόθεις ἥκει. νῦν καιρὸς ἀμῦναι τἀδελ- φῷ τὴν συμφορὰν καὶ τῷ μὲν ἀποδοῦναι τὴν [*](5 δὲ ὧς Ath | ῥύσεσθαι scripsi auctore Cobeto Coll 299 coll t. VI 100, 21; t. IV 887, 8 R λύσεσθαι libri edd 10 δρά- σαι libri edd 12 τὸ om Ath 15 εὐφραινόμενος Mos 16 „malim τῶν λόγων“ Re 26 ἀμύναι LPMosB edd)
εἰκὸς δὲ αὐτὸν αἰσχυνθέν- τα σου τὴν ἀρετὴν ἡμερώτερόν πως κἀκείνῳ γενέσθαι. σὺ δὲ καὶ πρὸς τὸν δῆμον εἰπεῖν καὶ δι’ ἐκείνου πρᾶξαι τὰς σπονδὰς καὶ μετὰ τῶν ἄλλων ἃ λαμβάνειν νόμος καὶ τοῦτο ἐπαγγεῖ- λαι. πάντως δὲ πολλοῦ πᾶσιν ἄξιος εἶ καὶ τὸ δικαίως αἰτεῖν ἀπὸ τῆς ἀνδραγαθίας ἔστι σοι.
ἐκκλησία τοίνυν μετὰ ταῦτα καὶ καλούμενος παρ- ῄειν ἄνθρωπος ἐπ’ ἀριστείᾳ κατηφής, ἀφῃρεῖτο γὰρ τὴν ἐπὶ τοῖς κατορθώμασι φαιδρότητα τὸ τῆς οἰκίας ἀτύχημα, μνησθεὶς δὲ τῆς μάχης καὶ φήσας οὐχ ὑμᾶς ἐμοὶ δεῖν ἔχειν χάριν, ἀλλ’ ἐμαυτὸν· τοῖς παραταξαμέ- νοις θεοῖς ὅμως, ἔφην, ἐπειδήπερ αἰτεῖν κελεύετε, τὰ συνήθη μέν, ὦ πάτερ, καὶ δι’ ὧν τοῖς λαμβά- νοῦσιν εὐπορία τε καὶ τὸ λαμπροὺς εἶναι περι- γίγνεται, οἷον πλέθρα γῆς πεφυτευμένης ἢ τά- λαντα ἀργυρίου ἢ σίτησιν ἐν πρυτανείῳ ἢ χαλ- κῆν εἰκόνα, τούτων μέν, ἔφην, τῶν λαμπρῶν οὔ- πω πράττομεν ἀξίως, ἀλλά μοι δότε δωρεάν.
20. καὶ κρατηθεὶς δάκρυσιν ἐσίγησα, κελευόντων δὲ ὑμῶν λέγειν καὶ θαρρεῖν, ὧς οὐδὲν <ὂν> α ὅ τι οὐ σετε εἶπον τὴν | Ἐριννὺν τῆς οἰκίας ἣ τὰ συμ- [*](RIV 693) πεφυκότα διέσπασε, τὴν συμφορὰν τἀδελφοῦ, τὴν ὀρ- γὴν τοῦ πατρός, ὧς ἀκούομεν κακῶς, ὡς τραγῳδού- [*](17 cf. ad p. 449,13) [*](4 σὲ Β 5 πράξαι LPMosB edd 7 πάντων Mor 8 ἐστί AthMosB Mor Re 11 τὴν om L Ferr 14 ἐπειδὴ περὶ Ath 16 περιγίνεται Mos edd 22 ὄν inserui om libri edd 1 δώσεται L 23 Ἐριννῦν LPMosB edd 25 ὡς ἀκού- ομεν κακῶς om Mor Re qui adnotat: „quae vocabula nescio an scholium sint verbi τραγῳδούμεθα“)
καὶ ἦν ἔνθεν μὲν ἀκούειν ἀποκαλούν- τῶν τὸν χρηστόν, ἑτέρωθεν δὲ τὸν βέλτιστον, παντα- χόθεν δὲ ἁπλῶς ἔν γέ τι ῥῆμα πρὸς εὐφημίαν φέρον. ἀλλά τοι, ὦ δικασταί, τὸ θαῦμα μέχρι τῆς σιγῆς τοῦ πατρός, ὧς δὲ διῆρε τὸ στόμα καὶ ἐφθέγξατό τι καὶ συνήγαγε τὸ πρόσωπον, πάντα διέφθαρτο, καὶ τὰ καλὰ τέως φαῦλα ἐπεφήνει καὶ ὑμεῖς μετεβέβλησθε καὶ αὐ- τὸς παραπαίειν ἐδόκουν καὶ δι’ ὧν εὐδοκίμουν, ἐπὶ τούτοις αἰτίας εἶχον.