Declamatio 48

Libanius

Libanius, Declamatio 48, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

612
[*](RIV 687)

οὐχ ὑπὲρ τῶν πρῴην καὶ αὖθις ἀνέστην δεησόμενος ὑμῶν τε, ὦ πολῖται, καὶ τοῦ πατρὸς οὐδ’ αἰτήσων ἐκείνην τὴν δωρεὰν ἢν πρὸ τῆς ὑμετέρας γνώσεως καλήν τε ἡγούμην εἶναι καὶ πρέπουσαν ὑμῖν τε δοῦναι καὶ ἐμοὶ λαβεῖν καὶ συγχωρῆσαι τῷ πατρί. καὶ γὰρ ἂν ἄτοπος εἴην, εἰ ἃ τοῖς πρώτοις λόγοις οὐκ ἠδυνήθην ὑμᾶς ὡς ἐστὶ δίκαια διδάξαι, περὶ τούτων εἶχόν τινας ἐλπίδας ὡς, εἰ πάλιν ἀκροάσαισθε, τάχ’ ἂν ἐνδοίητε.

ἀλλ’ ἐπεὶ τὰ πάντων εἴρηταί μοι δει- [*](L = Codex Laurentianus LVII 27) [*](Ρ = Parisinus gr. 3018) [*](Ath = Athous Laurae Athanasii Ω 123) [*](Mos = Mosquensis bibliothecae synodalis 489) [*](Β = Barberinus II 41 (Vaticanus Barber. 220)) [*](6 πραγματική Ρ) [*](1 Προθεωρία ante Δύο Ferr, Μελέτη πραγματική. Mor Re delevi | τίς libri edd 6 ἡ μελέτη ante Οὐχ L rubr | Ἡ μελέτη πραγματική. Ferr, Φιλάδελφος ἀξιοῖ ἀποκηρύττεσθαι Mor Re delevi | πρώην libri edd 11 ἆτ’ ὀπὸν εἴη Ath Ferr et γρ in marg Mor 12 ἔστι LP Ferr 13 ἀκροάσαισθε scripsi coll p. 613, 19 ἀκροάσοισθε libri edd)

613
νότατα καὶ τόλμημα τετόλμηκα πάμμεγα τῶν πρὸς τὸν παῖδα διαλλαγῶν τῷ πατρὶ μνησθείς, συγγνώμης μὲν οὐκ ἂν ἀξιώσαιμι τυχεῖν οὐχ ὧς προσῆκον ὄν ἀπαραι- τήτους εἶναι πανταχοῦ καὶ πικρούς, ἀλλ’ ἐμοῦ πρὸς τὸ τιμωρεῖσθαι μᾶλλον ἢ τὸ συγγινώσκειν ὁρῶντος. διόπερ ἀνέστην ἐν χάριτος αἰτήσων μέρει τὸ δοῦναι δίκην ὧν πρότερον ᾔτηκα. τὸν γὰρ ἐν τῷ βουληθῆναι λῦσαι τἀδελφῷ τὴν συμφορὰν πατέρα λυπήσαντα δί- καιον ἐκείνῳ κοινωνῆσαι τῆς συμφορᾶς.

3. Ἒστι μὲν οὖν δῆλον ὡς καὶ μηδὲν ἐμοῦ τοιοῦ- τον | παρ’ ὑμῶν αἰτοῦντος, ἀλλὰ τῶν καινῶν [*](RIV 688) μὲν τούτων ἀφισταμένου, τῶν δὲ ἐν ἔθει δωρεῶν μεμνημένου ταχέως ἂν ὁ πατὴρ ἔδωκε τὴν χάριν ἐκ- βαλών με τῆς οἰκίας. οἱ γὰρ εὔνοιαν μὲν ὑποκρινά- μενοι πρὸς τοῦτον, τὰ δὲ τῶν ἐχθίστων ἐπιδεδειγμένοι καὶ προφάσεσιν οὐ μεγάλαις ἐκπολεμώσαντες τὸν ἄν- θρωπον τοῖς ἀναγκαίοις τίνες ἔσονται τοιαύτην ἔχον- τες ἀφορμήν, εἰ οὓς ὁ πατὴρ ἐλαύνει, τούτους αὐτὸς ἀγάγοι καὶ πάλιν οἴκαδε;

οὐ μὴν ἀλλ’ εἰ καὶ παρὰ τῶν ἐχθρῶν ἡμῖν ῥᾴδιον ἀποκηρύξεως τυχεῖν, παρ’ ὑμῶν βέλτιόν πως τοῦτο γενέσθαι. ἐκείνως μὲν γὰρ ὁ πατὴρ ἕξει τὴν αἰτίαν ἀντὶ τῶν παροξυνάντων, τὰ γὰρ [*](2 μνησθεὶς τῷ πατρὶ Ath ὂν] ἂν Ath 5 συγγιγνώσκειν L 15 ἐχθρῶν Β sed ρῶν in ras m 2 18 εἰ inserui e Β et Laur. LVII 23 sed in hoc in marg manu correctoris antiqui om LPAthMos edd sed „locum hunc non intelligo. Sine dubio deest aliquid. Sententia haec ferme postulat. ποία τις αὕτη ἡ ἀφορμή; πατὴρ οὓς ἔδει ἐλαύνειν, τούτους αὐτὸς“ Re | αὐτὸς Ferr in lac 5 fere litt om Β αὐτοὺς LPAthMos et γρ in marg Mor 19 ἀγάγοι scripsi e Laur. LVII 23 sed οἱ in ras, in lac 8 fere litt om Β ἀγαγὼν LPAthMos edd ἀνάγει coni Mor Not. f. VII | καὶ πάλιν inserui ex AthMosB om LP edd 21 πως in lac 5 litt om Β πω AthMos πολλῶ Laur. LVII 23 sed ολλ in ras)

614
ἐν ἀπορρήτῳ κατασκευάσματα τοῖς πολλοῖς ἄδηλα, οὕ- τω δέ, ὡς νῦν ἀξιῶ, τῆς οἰκίας ἐκπεσὼν τὸν μὲν ἐλευθερῶ μέμψεως, αὐτὸς δὲ τὴν αἰτίαν οἴσομαι. εἰ δ’ ἀναγκαῖον ἢ τούτῳ τι γενέσθαι δυσχερὲς ἢ ἐμοί, με- τριώτερον ἐπ’ ἐμὲ τοῦτο ἐλθεῖν ἢ τὸν πατέρα ἐν αἰ- σχύνῃ ποιῆσαι.

ἕνεκα μὲν οὖν τοῦ δικαίαν τε καὶ εὔλογον εἶναι τὴν παροῦσαν αἴτησιν θαρρῶ μὴ ἀτυ- χῆσαι, δύο δὲ ἐλαττώματα δέδοικα, τὴν ἡλικίαν τὴν ἐμαυτοῦ καὶ τὴν τοῦ λέγειν ἀπειρίαν. τοῖς μὲν γὰρ ἢ εἰς γῆρας ἥκουσιν ἢ τὸν περὶ τὸ βῆμα βίον εὐθὺς ἐξ ἀρχῆς ᾑρημένοις, τοῖς μὲν ὁ χρόνος δίδωσι πολλὰ εἰ- δέναι, τοῖς δὲ ἡ μελέτη τὰς περὶ τὸ λέγειν τέχνας· ἐγὼ δέ εἰμι μὲν τηλικοῦτος ἡλίκον ὁρᾶτε, βεβίωκα δὲ ἐν ὅπλοις, ὥστε ὅσον μοι τοῦ σώζειν τὴν πατρίδα δύ- νᾶσθαι περίεστι, τοσοῦτον τοῦ λέγειν ἱκανῶς ἀπολέ- λειμμαι.

ἀλλ’ εἰ μὲν τῶν οὐχ ἡδέων τι τῷ πατρὶ καὶ νῦν ἐπήγγελλον καὶ τὸ λυπηρότατον τοῦτο ῥῆμα ἐκείνῳ ἐφθεγγόμην τὸ τῶν διαλλαγῶν, εἰκότως ἂν εὐθὺς ἀναστὰς ἐπεστόμιζέ με πολλῶν πλεονεκτημάτων εἰς τὸ κρατεῖν εὐπορῶν· ἐπεὶ δὲ οἷς ἤδη πεποίηκε προστίθημι παραπλήσια καὶ ταῖς ἐπιθυμίαις συναγωνί- [*](RIV 689) ζομαι | τοῦ πατρός, οὐκ οἶδα ἀνθ’ ὅτου μοι δι- καίως ἀντείποι καὶ φιλονεικίᾳ χρήσαιτο πρὸς τὸν αὑ- τοῦ ζηλωτήν.

7. Ἵνα δέ, ὦ δικασταί, μή με οἴησθε τὰ μὲν πρὸς [*](1 ἀπορήτῳ L | οὕτως Ath 4 τι post δυσχερὲς repet Ath) [*](5 ἐμοὶ Mos 8 δὲ] γὰρ Β 9 ἢ om Ath 15 ἀπολέ- λυμαι Mos 16 τί Β 17 ἐπήγγελλον scripsi e PAthB ἐπήγγελον LMos edd 18 ἐκεῖνο Β | διαλλαγῶν om Mos 19 εὐθύς scripsi auctore Re αὖθις libri edd 23 αὐτοῦ L PAthMos edd 25 (??) Ath | οἴησθε scripsi ut coni Re οἴ- εσθε PAthMosB edd οἴεσθ(??)ι L)

615
τοὺς πολεμίους ἀγαθὸν γεγενημένον, τὰ δὲ πρὸς τὸν πατέρα οὐ τοιοῦτον μηδὲ τοὺς λόγους τοὺς ἄρτι ῥηθέν- τας εἰς ἀναίδειαν ἤ τινα ἄλλην κακίαν ἀναφέρητε, μικρὸν ἀκούσατέ μου, πρὸς θεῶν, ἀπολογουμένου. πιστεύω γὰρ ὑμῖν δόξειν ἢ μηδὲν ἠδικηκέναι ἢ ἄκων ἡμαρτηκέναι.

ὧς γὰρ ἐγενόμεθα, ὦ δικασταί, τῷ πατρὶ καὶ ἤδη ἦμεν οἷοι δέχεσθαι παιδεύματα, ἄμφω μὲν ἔπεμπεν εἰς παιδοτρίβου, ἄμφω δὲ εἰς διδασκάλου τῶν τακτικῶν ἠσπάζετό τε ὁμοίως ἀναστρέφοντας καὶ ὅλως ἴσον ἔνεμε φιλίας ἑκατέρῳ. παρὰ πάντα δὴ τὸν χρόνον, εἴπω τι τῶν χρηστῶν, ὦ πάτερ, εἰς τὸν ἀδελ- φὸν καὶ οὐ ποιήση τὸν ἔπαινον ἔγκλημα; πάντα δὴ τὸν χρόνον τοῦτον οὐδὲ ἓν εἶδον ἐν ἐκείνῳ, μὰ τοὺς θεούς, τῶν αἰσχύνῃ περιβαλλόντων νέον, οὐκ ἔρωτας μανικούς, οὐ πληγὰς ὑπὲρ ἑταίρας, ἀλλ’ ἴσα ἐβαδίζο- μὲν, ταὐτὰ ἐφρονοῦμεν, τοῖς αὐτοῖς ἐχαίρομεν, ἀπὸ τῶν αὐτῶν ἐφεύγομεν.

οὕτω δὲ ἡμῖν <τῶν> α οἴκου φερομένων καὶ παράδειγμα ὄντων εὐδαιμονίας Φθόνος ἐμβαλὼν ἀνέτρεψε πάντα ἐξ ὧν ἐζηλούμεθα ἀναφαίνονται γὰρ ἄνθρωποί τινες ἄμεινον ἐμοῦ τοῦ [*](8 Plat. Alc. I p. 109 D; Prot. p. 326 C. Chor. p. 109, 5 B) [*](2 μὴ δὲ LPAth Ferr 6 ἐγεννώμεθα Β | ω Ath 7 οἷον Mor 10 punctum posui colon Laur. LVII 23 comma Ath om reliqui libri edd 11 comma posui e LP punctum Ath ΜοsΒ edd | τί AthMosB edd 12 signum interrogationis posui comma L Ferr punctum PAthMosB colon Mor Re) [*](13 εἶδον scripsi e Β cum lacobsio Anth. Pal. III 595 εἶδεν LP Re οἶδεν AthMos Ferr Mor qui ἴσ. οἷδ’ in marg | ἐν om Β 14 ἐν ante αἰσχύνη Mos | νέον Mos sed ο corr νέων Ath Ferr Mor 15 ἶσα Ath 17 αὐτῶν reposui e libris cum lacobsio Lect 136 αἰσχρῶν edd sed γρ αὐτῶν in marg Mor | τῶν τοῦ οἴκου φερομένων scripsi cum lacobsio Lect τοῦ οἴκου φερομένου libri edd sed „malim τῶν οἴκοι φερομένων“ Re 19 Φθόνος scripsi φθόνος libri edd cf. p. 623,17)

616
συζῶντος τὸν ἀδελφὸν εἰδότες, οἷ τὰς τοῦ πρεσβύτου παρατηροῦντες ὀργάς, ὧς εἰώθατε πρὸς ἀλλήλους ἐν ταῖς συνουσίαις αἰτιᾶσθαι τοὺς υἱεῖς, κἂν εἰς μικρό- τατα ἁμαρτάνωσιν ἃ οἱ βέλτιστοι τῶν ὁμιλούντων κου- φότητα ἀποφαίνουσι καὶ κοινὰ τῆς ἡλικίας καὶ τοῖς οὐ [*](RIV 690) λίαν δυσκόλοις | εὔφορα, ἀλλ’ οὐχ οἱ τοῦτον φι- λεῖν λέγοντες, ἀλλὰ μεγαλύνοντες ἀεὶ τὸ παραπῖπτον καὶ τὸν σπινθῆρα ἐγείροντες τοσούτου πολέμου τὴν οἰκίαν ἐπλήρωσαν καὶ οὕτω σφόδρα τὸν πατέρα ἐξώργισαν ὥστε ἐπιλαβόμενος εἷλκε τὸν υἱὸν ὅν ἐγέννησεν, ὃν ἔθρεψεν, ᾧ τὴν δεκάτην ἐποίησε, καὶ εἰσῆγεν εἰς τὸ δικαστήριον καὶ ἐκάλει πονηρόν.

ὁ δὲ ἐκπεπληγ- μένος τῷ τε ἀπροσδοκήτῳ καὶ ταῖς αἰτίαις καὶ τῇ τοῦ πατρὸς βοῇ καὶ τοῖς περιεστηκόσιν ἐσίγα μέχρι τοῦ μηδὲν εἰπεῖν ὑπὲρ αὑτοῦ τὸν πατέρα αἰδούμενος καὶ μᾶλλον εἵλετο προδοῦναι τὰ τοῦ ἀγῶνος δίκαια ἢ ὡς συκοφαντοῖτο φθέγξασθαι. μετὰ ταῦτα οὑτοσὶ μὲν ἀπῄει τὴν καλὴν νίκην νενικηκώς, ὁ δὲ ἀδελφὸς εἰς τὰ τῆς πενίας κακά. ἐγὼ δὲ ἀμφοτέρους ὀδυρόμενος, τὸν μὲν ὧν ἐπεπόνθει, τὸν δὲ ὧν ἐξηπάτητο, ἐποιού- μην, ὦ δικασταί, τοὺς ὀδυρμοὺς λανθάνων, ἐφοβούμην γὰρ μὴ τὰ δάκρυα γένηται εἰς ἀποκήρυξιν ἀφορμή.

11. τοῦτο μὲν οὖν ἡ τῆς πόλεως ἐκώλυεν Ἀγαθὴ Τύχη παρασκευάζουσα δι’ ἐμοῦ τοῖς ἐναντίοις τὴν ἧτταν καὶ ταῦτα ἐν οἶς νῦν εἰσιν, ἐγὼ δὲ τῆς μὲν τῶν πολι- [*](10 cf. ad p. 605,15) [*](1 οἳ delendum censet Re sed anacoluthia apparet 3 εἰς] „malim ὡς“ Re 6 εὔφωρα Β | ἀλλ’ οὐχ οἱ τοῦτον in lac 8 litt om Β | οὐχ οἱ scripsi e PAth ut coni Re οὐχὶ LMos edd | φι- λεῖν λέγοντες] φιλοῦντες Ath 9 τὸν πατέρα om Ath 11 ἀν- ἐθρεψεν Β 13 ταῖς om Β 15 αὐτοῦ Ath 17 μεταταῦτα LP | οὑτουσὶ L 23 ἡ om Ath)

617
τικῶν μελέτης οὐκ ἠμέλουν, πενθῶν δέ, ὦ ἄνδρες, διετέλουν καὶ τοὺς ἡλικιώτας ἐν τοῖς γυμνασίοις αἰ- σχυνόμενος, οἱ τῆς συμφορᾶς τὸν ἀδελφὸν ἐλεοῦντες οὐκ ἔστιν ὅτε οὐ καθήπτοντό μου περιιστάμενοι κύκλῳ· σὺ δὲ οὐδὲ εἰσιὼν οἴκαδε καὶ συνεστιώμενος τῷ πατρὶ καὶ λόγου μεταλαμβάνων οὐκ ἔπαυσας τὴν ὀργήν; οὐκ ἐπράυνας τὸν θυμόν; οὐκ ἀνεῖ- λες τὰς ὑποψίας; οὐχ ἱκέτευσας; οὐκ ἐδάκρυσας; ὅρα μὴ δόξῃς ἐπαινεῖν τὰ πεπραγμένα τὸν κλῆ- ρον πρὸ τῆς φύσεως ἄγων, μᾶλλον δὲ ἤδη τι καὶ συνεξεργάσασθαι.