Declamatio 47
Libanius
Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἔτι δὲ ὃς μόνος εἰκότως ἂν καὶ συνεξητάζετό μοι καὶ συνικέτευεν ἀδελφὸς τὰ μὲν αἰσχυνόμενος, τὰ δὲ φοβούμενος οὐδὲ εἰσελθεῖν δεῦρο τετόλμηκεν ἐνθυμούμενος πρὸς τοῖς ἄλλοις, ὅτι μοι τηλικούτων αἰτία γέγονε κακῶν ἡ πρὸς αὐτὸν εὔνοια.
7. Ἐγὼ μὲν οὖν ἐβουλόμην σεσιγῆσθαι πάντα τὰ πεπραγμένα πρὸς ἀλλήλους ἡμῖν ἐν τῷ τελευταίῳ χρό- [*](6 cf. t. I 101, 16; VI 608, 5 16 Dem. Mid. p. 576, 11) [*](1 ἑορτὴν ἡμᾶς ἄγειν MaClPaVa γρ ἡμᾶς ἄγειν ἑορτὴν in marg Mor 2 νῦν om MaClPaVa | τῷ τοῦτον Ma sed e τοσ- οῦτον corr m 3 8 ἑτέραν PaVa sed v in σ corr m 2 | οἴκοις Cl 9 τὸ Va | αὐτοῦ PMaClBVa edd 10 ἐμοῦ MaCl ἐμαυτοῦ Pa | γεγενῆσθαι Pa 11 εἰπεῖν πάρεισι MaClPaVa 13 οἴκων Va | συναινοῦντα MaCl 15 ἂν εἰκότως Β | εἰκότως om MaCl 16 συνεξητάζετό scripsi e MaClPaBVa ut coni Re συνεξήταζέ ΡΜ edd | τάμεν Pa 19 γέγονε Μ sed ο in ras y 21 οὖν om MaClPa | ἠβουλόμην Va 22 γεγραμμένα Ma)
8. Ἐγενόμεθα τούτῳ δύο παῖδες, ἐγώ τε ὁ νῦν φεύ- γων, ὦ δικασταί, καὶ ὁ δυστυχὴς ἀδελφός, πρεσβύτερος μὲν ἐγώ, νεώτερος δὲ ἐκεῖνος. ἐνιαυτὸς ἐν μέσῳ τῆς γενέσεως ἀμφοτέρων, ὥσθ’ ἡμῖν ὡσπερανεὶ διδύμοις κοινωνῆσαι συνέβη καὶ τροφῆς καὶ παιδείας καὶ σπου- δαίων καὶ τερπνῶν καὶ τῶν ἔνδον καὶ τῶν ἔξω, πάν- τῶν ἀπλῶς καὶ μικρῶν καὶ μειζόνων.