Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

φοιτῶντες δὲ εἰς τὰς παλαίστρας καὶ τὰ διδασκαλεῖα μετ’ αἰδοῦς τε καὶ εὐταξίας ἢ τοῖς εὖ γεγονόσι προσήκει ἐπῃνούμεθα μὲν αὐτοί, μακαρίζεσθαι δὲ τῷ πατρὶ παρὰ τῶν ἐν τῇ πόλει παρείχομεν, ὥσθ’ ὑπῆρχεν αὐτῷ γεγηθέναι τε καὶ μετ’ εὐθυμίας διάγειν.