Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

δέομαι οὖν ὑμῶν φυλάξαι τε ἢν ἔχετε γνώ- μὴν καὶ παραινέσαι τῷ πατρὶ μηδὲν ἠδικῆσθαι νομί- ζειν, εἰ πατήρ ἐστι παιδὸς εἰδότος τὸν ἀδελφὸν ἐλεεῖν. καὶ γὰρ εἰ μὴ τοῖς τῶν ἄλλων ἠβουλήθη συγχωρῆσαι λόγοις πολλοῖς τε οὖσι καὶ μετὰ δεήσεων γιγνομένοις, ἀλλ’ οὐ τά γε ὑμῖν ἀρέσκοντα δύναιτ’ ἂν ἀτιμάσαι.

[*](1 τῶν scripsi e PMClPaVa ut coni Re τῷ MaB edd 4 ὧς om ΡΜ et γρ in marg Mor 5 ἄνδρες MaClPaVa et γρ in marg Mor | τὴν αἰτίαν MaClPa 6 εἰωθότων — 9 ἀκού- οντες om Va 7 τῶν πατέρων om Β 8 γίνεσθαι MaClPa τι om MaClPa et γρ in marg Mor τί edd sed „aut delen- dum est τι ex auctoritate marginis Mor aut leg. est eius loco τισί“ Re at cf. t. VI 576, 17 9 μου MaClVa 10 ἐγίνεσθε MaClPa 11 τῶν ἔργων Β sed v bis eras et τὸ ἔργον suprascr, Va | πρᾶξαι MaClPa 13 οὕτως οὖσιν MaClPaBVa 14 ὠμομοκότες Ρ ὀμωμοκότες Ma ὀμωμωκότες Va sed ‘in’ corr m2 | πεποιημένοις MaPa sed in hoc γρ΄ ποιουμένοις in marg, Β 16 ἡδικεῖσθαι edd sed ἠδικῆσθαι scribendum dixit Mor Not f. VII 3 17 τὸν om MaClPaVa 18 ἐβουλήθη Β edd 19 καὶ om Cl | γινομένοις MaClPaBVa 20 δύναιτ’ ἂν] δύνατ’ Va δύναται MaClPa)
586

5. Τὸ μὲν οὖν προσῆκον ἦν ἑορτὴν ἄγειν ἡμᾶς νῦν ἐπὶ τῷ τοῦτον διαπεφευγέναι τὴν νόσον καὶ θύειν μὲν σωτῆρσι θεοῖς, ἑστιᾶν δὲ καὶ τοὺς οἰκείους, τὰ δὲ πρὸς τοὺς ἔνδον δυσχερῆ πάντα ἀνῃρηκέναι καὶ τὴν περὶ τὸ σῶμα τύχην τούτῳ τιμᾶν· ἐπεὶ δὲ οὐκ ἔφθη ῥαίσας ὁ πατὴρ καὶ τὴν πρώτην οἴκοθεν ἔξοδον ἐπ’ ἐμὲ πεποίηται καὶ τῆς ἐπ’ αὐτῷ λύπης ἄρτι πεπαυμέ- νης ἡμῖν ἑτέρας λύπης ἀφορμὴν ἀντεισάγει τοῖς οἶκοι τῷ ἐμὲ ζητεῖν ἀλλότριον αὑτοῦ τε κἀκείνων ἀποφῆναι, τί λοιπὸν πλὴν ὑμᾶς ἐμοὶ γενέσθαι βοηθοὺς ὁρῶντας ὅτι τῷ μὲν πατρὶ πολλοὶ τῶν δεινῶν πάρεισιν εἰπεῖν δοῦναι δυναμένῳ λαβεῖν ἐπιθυμοῦντες, ἐγὼ δὲ αὐτός τε ἄπειρός εἰμι πραγμάτων καὶ δικῶν καὶ τὸν συνε- ροῦντα οὐκ ἔχω χρημάτων τε ἀπορῶν καὶ οὐδενί πω τοιοῦτον προεισενεγκών;