Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἠλέουν τὸν ἀδελφὸν καὶ πρὸ τῶν διαθηκῶν, ἠλέησα καὶ ἐν τῷ καιρῷ τῶν δια- θηκῶν, εἰ μηδὲ αὐτῷ ἡ νόσος τὰς διαλλαγὰς ἔπραξεν. εἶδον ἀποστερούμενον οὐ τοῦ ἡμικληρίου μόνον, ἀλλὰ καὶ τῆς ἐπιτιμίας αὐτῆς. εἰ γὰρ σὺ μὲν ἐτεθνήκεις, ὁ δὲ μετεῖχε μηδενός, αἱ διαθῆκαι δὲ ἀνεγινώσκοντο, τὰ γράμματα δὲ οὐκ εἶχε τὸν ἀδελφόν, τίς ἂν ἦν ὁ λοι- πὸς αὐτῷ βίος; πρὸς τίνα ἂν ἀντέβλεψεν ἢ νέων ἢ πρεσβυτέρων; ἐπὶ ποίου δ’ ἂν ἐφάνη βήματος; τίνα δ’ ἂν εἶπεν ἐν τῷ δήμῳ λόγον; πῶς δ’ ἂν ἠξίου τῶν κοινῶν ἔχειν τὸ ἴσον ἐπὶ τῶν πατρῴων τοῦτο οὐκ ἐσχηκώς; πρεσβείαν δ’ ἂν τίς ἐνεχείρισε; | στρατη- [*](RIV 678) γὸν δ’ ἂν τίς ἐχειροτόνησεν; ἐκ τίνων δ’ ἂν ἔγημε; παισὶ δ’ ἂν αὑτοῦ πῶς ἐπετίμησε;

ταῦτα πάντα, ὦ πάτερ, ἐξ ἑνὸς ἐκείνου τῶν διαθηκῶν ἐφύετο, καὶ οὐκ ἦν, ὧς ᾤου, στέρησις χρημάτων μόνον, ἀλλὰ καὶ τῆς παρρησίας. τοῦτο αὐτῷ τὴν γλῶτταν ἀπέτεμνε, τοῦτο τὸ στόμα ἐνέφραττε, τοῦτο τῆς πατρίδος ἐξέ- βάλλε. ταῦτα ὁμοῦ με πάντα εἰσῆλθε, ταῦτα τὸν ἔλεον [*](6 Dem. Olymp. p. 1173,6 et 17; 1175,14; 1178,22 19 Dem. fals. leg. § 208 p. 406,5) [*](1 καὶ τὸν παῖδα om MaClPaBVa 4 ἠλέησα — διαθη- κῶν in marg Ma 3 5 εἰ μηδὲ scripsi auctore Re εἰ μήτε libri sed ἐπεὶ οὔτε suprascr P 2, edd 8 μετεῖχεν οὐδενός Μ) [*](9 εἶχε scripsi e MaClPaBVa εἶχον ΡΜ Ferr εἶχεν Mor Re 11 γερόντων MaClPaBVa 12 ἠξιοῦτο Ma et ex ἠξίου corr Cl 2 13 κοινῶν reposui e libris ut coni Re κοινωνῶν edd | ἶσον MaClVa 14 στρατιώτην BVa 15 ἐνεχειροτόνη- σεν Ma sed ἐν del et ροτ in ras m 2 16 αὐτοῦ libri ’ in corr P 2, edd | πῶς] τίς Va 17 καὶ om Ma 19 τοῦτ’ Β Va | αὐτῷ reposui e libris sed ex αὐτὸ corr Va αὐτὸ edd 20 ἐξέβαλε Pa 21 ὦ πάτερ ante εἰσῆλθε BVa)

596
ἤθροισεν. ὑπὸ τούτων ἡγοῦ σοι τὴν διαθήκην γεγρά- φθαι.

τοὺς δὲ τοιούτους ἀνθρώπους σώζοιτ’ ἂν ὑμεῖς εἰκότως, ὦ δικασταί, μᾶλλον ἢ ἀπολλύοιτε νομί- ζοντες τὸν μὲν περὶ τοὺς αὑτοῦ χρηστὸν ἴσως ἂν καὶ περὶ τοὺς ἄλλους γενέσθαι, τὸν δὲ εἰς ἐκείνους ὠμὸν κοινὸν ἀπάντων ἐχθρὸν εἶναι. ἀλλ’ ἐγὼ τὸν ἀδελφὸν οὐκ ἐλεήσας πολίτην ἂν ἠλέουν; εἰ δὲ μὴ πολίτην, μέτοικον; εἰ δὲ μὴ μέτοικον, ξένον; εἰ δὲ μὴ τοὺς παρ’ ἡμῖν, τῶν ἄλλων τινὰς Ἑλλήνων; εἰ δὲ μὴ Ἕλληνα, βάρβαρον ἄν; ὁ δὲ μηδένα ἀνθρώπων<ἐλεῶν> δικαίως ἂν κατορύττοιτο ζῶν.

οὐχ ἑώρακας ἐν πολέμοις, ὦ πάτερ, τοὺς δι’ ὅπλων ἐλθόντας ὑπὸ τῶν κεκρατηκότων θα- πτομένους πολλάκις; διὰ τί; ὅτι μετὰ τὴν μάχην ὁ πράξας κακῶς ἐλεεῖται. πολεμίων οὖν ἐλεουμένων αὐ- τὸς ἂν ἦν εἰς ἀδελφὸν ἀνελέητος;

πατὴρ ἦν ὁ χαλεπαίνων, ἀλλ’ ὁ τῆς ὀργῆς πειρώμενος ἀδελφός. ὁ μὲν ζημιῶν, οὗτος δὲ κολαζόμενος. ὁ τοίνυν οἶκτος ἐκεῖνος ἐμὲ καθεῖλκεν ἐπὶ τὸ πονοῦν. ὥσπερ γάρ, εἰ κίνδυνός τις ἀμφοῖν ἐπήρτητο καὶ βοηθεῖν ἀμφοτέροις μὲν οὐκ ἐνῆν, θατέρῳ δέ, τὸ τὸν πατέρα σώζειν ἐνίκα ἄν, οὕτω νῦν τοῦδε μὲν ἀγριαίνοντος, ἐκείνου δὲ ὄντος ἐν συμφοραῖς τὸ πιεζόμενον παρεκάλει τὴν ῥοπήν.

34. Ἀναμιμνήσκου δέ, ὦ πάτερ, ὡς παῖδες ὄντες κομιδῆ καὶ τὰ τῶν τηλικούτων ἁμαρτάνοντες, ὁπότε [*](15 [Arist.] physiogn. 29 ed. script. physiogn. t. I p. 38, 3) [*](3 εἰκότως ὑμεῖς Va | ἄνδρες MaClPaVa cf. p. 584, 1 4 αὐτοῦ MaClPaVa αὐτὸν Μ 7 ἂν om Ma 9 „malim τινα“ Re at cf. p. 600, 1 10 ἐλεῶν inserui om libri edd 11 κηρύττοιτο ζῶν; Pa | ἐώρας Ma 13 διατί Β 17 οὗτος scripsi e MaClPaBVa et γρ in marg Mor αὐτὸς ΡΜ edd 18 γάρ om Β 19 μὲν ἀμφοτέροις Ma 20 τὸ om Re)

597
ἀπειλήσαις, κατεφεύγομεν ἐπὶ τὴν μητέρα, ἡ δὲ ἐδέ- χετό τε καὶ ἐπεκούρει καὶ ἐδεῖτο μὴ τύπτειν, καὶ συγ- γνώμην εἶχες. τοιοῦτο δή τι καὶ τὸ νῦν· σὺ μὲν ἠγανάκτεις, τῷ δ’ ἦν ὁ | κίνδυνος μέγας, ἐγὼ δὲ [*](RIV 679) ἐβοήθουν ἀδελφὸς ὤν. σύγγνωθι δὴ καὶ νῦν.

εἰ μὲν γὰρ ἐνῆν ὁμοῦ καὶ μεταδοῦναι τοῦ κλήρου καὶ μὴ καὶ τὸν αὐτὸν γεγράφθαι τε καὶ μὴ γεγράφθαι κληρονόμον, ὥστ’ ἐξεῖναί σοί τε χαρίζεσθαι κἀκεῖνον προσίεσθαι, πάντων ἐγὼ θρασύτατος τοῦ μὲν φροντί- σας, τὸ δὲ παριδών· εἰ δ’ αἵρεσις ἦν ἢ τοῖς σοῖς προσ- ἔχειν ῥήμασιν ἣ τὴν τοῦ διαβεβλημένου θεραπεῦσαι τόχην, εἰκός τί με νόμιζε πεπονθέναι πρὸς ἐκείνην ἀποκλίναντα καὶ τῇ φύσει τοῦ πράγματος, μὴ τῷ παιδὶ προστίθει τὴν αἰτίαν.

36. Οὐ τοίνυν ἔστιν εἰπεῖν ὧς ἓν τοῦτ’ ἦν ἐν τῷ 15 τότε γενομένῳ μόνον τὸ τὸν ἀδελφὸν ἐλέου τυχεῖν, ἄλλο δὲ οὐδέν, ἀλλ’ ἦν ἕτερον, ὦ δικασταί, μέγα. τί τοῦτο; τὸ καὶ τὸν πατέρα μοι τὴν χείρω δόξαν δια- φυγεῖν. ἐνενόουν γὰρ τοὺς ἐσομένους λόγους, ἑώρων τὰς αἰτίας ἃς ᾐτιῶντ’ ἂν τῶν πατέρων οἱ ἐπιεικέστε- ροι· ἰοὺ ἰοὺ τῆς χαλεπότητος. οὐδ’ ἡ τελευτὴ προσιέναι δοκοῦσα τὴν ὀργὴν ἐπράυνεν, ἀλλ’ ᾠήθη δεῖν αὐτὴν καὶ κάτω φέρων ἐλθεῖν.

ταῦ- [*](23 cf. t. I 161, 6; IV 217, 17) [*](1 καταφεύγομεν MaCl 2 τε om MaClPaBVa 3 εἶχε Pa | τι Ma sed ι in ras m 3 5 ἀδελφὸς ὤν] ἀδελφῶ Β sed ὃς ὢν supra ῶ, Va 8 καὶ ante σοι Pa | τι Pa | γρ χαρίσασθαι in marg Mor 9 προσίεσθαι] προίεσθαι Β μὴ προσίεσθαι Va μὴ προίεσθαι MaClPa et γρ in marg Mor 10 τὸ scripsi e ΡΜ τὸν MaClPa Mor Re τοῦ BVa τὸ Ferr et γρ in marg Mor | προσέχει Mor Re 12 εἰκότως MaClPaBVa | ἐκεῖνον Pa) [*](16 γινομένῳ MaClPaVa | τῶ Pa 17 ἄνδρες MaClPaB Va cf. p. 584, 1 18 μὴ MaCl 22 voce τὴν inc Cr fol 33 v sed pleraque posteriore scriptura obtecta 23 ταῦτ’ BVa)

598
τὰ ᾔδειν ἥξοντα καὶ ὡς κατηρᾶτ’ ἂν ὁ παριὼν τὸν τάφον. ταῦθ’ ὅπως μὴ γένοιτο προὐνοούμην. διὰ τοῦθ’ [*](RIV 680) ὅπερ ἐξῆν ὕστερον | δωρεὰν διδόναι τῶν διαθη- κῶν ἐποίουν ἀμφοτέροις εὑρίσκων τουτὶ λυσιτελοῦν. τί οὖν ἠδίκουν ἐκ τῶν αὐτῶν ἀδελφῷ καὶ πατρὶ βοηθῶν;

38. Ἄξιος γὰρ ἦν φησι ταύτην δοῦναι τὴν δίκην. καὶ εἶπεν ἐν ὑμῖν τὸ ἁμάρτημα τοῦ νέου. ἐγὼ δὲ ὡς μὲν οὐκ ἠμελήθη τι τἀδελφῷ τῶν δεόντων, οὐκ ἂν ἀντείποιμι καὶ διελέχθην γε πρὸς αὐτὸν οὐκ ὀλι- γάκις, ὡς οὐδαμοῦ ῥαθυμητέον, καὶ οἶμαί γε αὐτὸν καὶ πεποιηκέναι βελτίω, νέοι δέ, ὠ δικασταί, γεγενη- μένοι πάντες ὑμεῖς καὶ νέους τρέφοντες υἱεῖς ἴστε που τὴν τοιαύτην ἡλικίαν οὐ δυναμένην ἀναμάρτητον εἶναι, ἀλλ’ ὁ μὲν μᾶλλον, ὁ δὲ ἧττον, πάντως δὲ ἕκαστος ἁλίσκεταί που καὶ μωραίνων.

καὶ τί θαυμαστόν, ὅπου γε καὶ τὸ γῆρας οὐ πανταχοῦ φυλάττει τὸν κόσμον, ἀλλ’ ἤδη καὶ τούτων πολλοῖς ὧν ἔδρασαν [*](1 ἤδη Va | ἥξοντα scripsi ut coni Re coll t. V 72, 16 ἕξοντα PMPaBVa edd ἕξοντα MaCl | κατηρᾶτο MaClPa 2 διατοῦθ’ MaPaBVa 3 ὁπεροῦν coni lacobs Anth. Pal. III 741 | οὐκ ante ἐξῆν edd delevi, ut delendum coni Re | δι- δόναι διὰ τῶν coni Mor Not 4 ἀμφοτέροις om Re | ταυτὸ MaPaBVa 5 βοηθῶν ἀδελφῷ καὶ πατρὶ Pa 8 ὑμῖν scripsi e CrMaVa cum Sinteni ἡμῖν PMClPaB edd 9 ἠμελήθην Ferr Mor | τι om Ferr | τῷ ἀδελφῷ MaClPaBVa et γρ in marg Mor cf. ad p. 620,22 et t III 288, 20 10 διελέχθην scripsi διηλέχθην BVa διειλέχθην PMMaClPa edd sed „malim διελέχθην“ Re cf. p. 569,9; 603,2 | γε om Β μὲν MaClPa 12 ἄνδρες Ma ClPa cf. p. 584, 1 | γενόμενοι Pa 13 ὑμεῖς Ma sed ὑ in ras m 3 | ὑμεῖς ΡΜΒ Va Ferr et γρ in marg Mor 14 οὐ om Β | ἀμώμητον MaCl sed in hoc inter ἁ et μ ras 1—2 litt | μὴ ante εἶναι BVa 17 γε om MaClPa | καὶ — 599, 6 εἶναι praemissis verbis τῆς μελέτης ἐν ᾖ ὁ ἀποκηρυχθεὶς διὰ τὸ γράψαι τὸν ἀδελ- φὸν συγκληρονόμον ἀπολογεῖται laudavit Macarius Chrysocephalus fol. 80r | καὶ] ἔστιν ὅτε Macar 18 ἔδρασε BVa)

599
μετεμέλησε καὶ τὸν αὐτὸν εὕροις ἂν γέροντά τε καὶ ἐπιτιμώμενον; ἔστι δὲ οἷς καὶ τούτων αὐτῶν ὑπῆρξε συγγνώμης τυχεῖν. ἡ συγγνώμη γάρ, ὦ δικασταί, τοῖς μὲν νέοις ὧς νέοις, πρεσβυτέρῳ δὲ ὡς ἀνθρώπῳ δί- δοται. θεῶν γάρ, οἶμαι, μόνων τὸ κρείττους ἢ ἁμαρτά- νεῖν εἶναι.

οὐκ εἶδες πώλους, ὦ πάτερ, καὶ σκιρ- τῶντας καὶ θορυβοῦντας τὸν ἱππέα καὶ οὐ παρὰ τοῦτο δοκοῦντας ἀχρήστους τε εἶναι καὶ ἀπορριπτουμένους; ἀλλ’ ἤδη τινὸς ἀκήκοα τῶν τὰ τοιαῦτα δεινῶν τούτους εἶναι τοὺς γενναίους τὴν φύσιν. τοιγαροῦν μικρὸν ἀνασχόμενοι τῶν σκιρτημάτων τῆς νεότητος παρελθού- σης χρῶνται πρὸς τὰ ἔργα σωφρονοῦσί τε ἤδη καὶ πολὺ τοὺς ἄλλους νικῶσιν.

ἔφυγέ τι τῶν ἐπιπό- νων ὁ παῖς, παῖς γὰρ ἦν καὶ δεῖ τῶν τηλικούτων τοὺς μὲν φιλοπόνους θαυμάζειν τε καὶ πρεσβυτέροις ἐοικέ- ’ναι νομίζειν, τοὺς δὲ ῥᾳθυμοτέρους ἐπαινεῖν μὲν | [*](RIV 681) μή, νομίζειν μέντοι τὰ τῆς ἡλικίας ποιεῖν. εἰ μὲν οὖν οὐδ’ ἐνὶ συγγνώσῃ τῶν πάντων, ὅρα εἴ τις ἀποδέξεται καὶ ταῦτα ζῶν ἐν δημοκρατίᾳ· εἰ δὲ εἰσὶν οἷς προσήκει [*](19 Thuc. II 37,2) [*](1 μετεμέλησε scripsi e MaClPaVa Macar μετημέλησε ΡΜΒ edd 3 συγγνώμης ὑπῆρξε Pa | δὲ Macar | ἄνδρες MaClPa cf, p. 584, 1 5 θεοῦ Μ | τὸ κρείττους μόνων (μόνον MaCl) MaClPa Macar | μόνων scripsi e ΡΡαΒ Macar μόνον MaClVa edd sed „malim μόνων“ Re μόνου Μ | κρείττω Μ 6 καὶ om MaCl Pa 7 παρατοῦτο Ma 8 δοκοῦντας ἀχρήστους τε εἷναι scripsi e ΡΜ δοκοῦντας ἀχρήστους εἷναι Β Va Ferr εἷναι δο- κοῦντας ἀχρήστους τὲ MaClPa Mor εἷναι δοκοῦντας ἀχρήστους Re | ἀπορριπτομένους MaCl 9 τὰ inserui e PMPaBVa om MaCl edd | τούτους reposui e libris τοιούτους edd 13 νι- κῶσι BVa 14 καὶ om MaClPa | δεῖ — 17 ποιεῖν laudavit Macarius fol. 80 r | δεῖ non post καὶ, sed post θαυμάζειν Macar | τῶν om MaCl | τηλικούτων] παίδων Macar 15 τε om Macar 16 μὴ ante ἐπαινεῖν, non post μὲν Pa 17 οὔ Macar | δὲ Pa 18 καὶ ante ὄρα MaCl | „malim εἰ σοῦ τις vel εἰ σέ τις“ Re 19 οἷς Ma sed ι m3)

600
τούτου τυγχάνειν, τίνας πρὸ ἡμῶν τῶν νέων ἄξιον;

42. ἔδει δοῦναι δίκην τὸν υἱόν; ἐδεδώκει καὶ ταύτην, ὡς ἐγὼ φαίην ἄν, οὐ μικράν· ἀπεστερήθη τῶν παρὰ σοῦ λόγων χρόνον πολύν, ἤκουσεν ἀγγελλόντων ἀπει- λάς, φόβῳ συνέζησεν, ὤφθη παρὰ τῶν οἰκετῶν τρέμων, οὐ μετέσχε τραπέζης, ἔδεισεν ὑπὲρ μειζόνων, ἤνεγκε διακόνων ὕβριν, ἐν νυξὶν ἠγρύπνησεν, ἐν ἡμέραις ἔκλαυσε, τοῦ σώματος αὐτοῦ ἀνάλωσεν ἡ λύπη.

τί τούτων ἔδει ζητῆσαι πλέον καὶ ταῦτα ἐπ’ αἰτίαις οὐ πάνυ μεγάλαις, ὥς φησιν αὐτὸς ὁ πατὴρ ὁ χαλεπήνας μέν, οὐκ ἀποκηρύξας δέ; καίτοι εἴ τι τῶν δεινοτέρων ἐπέπρακτο, πάντως ἂν ἐπὶ τοῦτο ἧκεν. οὐ γὰρ δὴ φήσειεν ἂν ὡς οὐκ οἶδεν ἀποκηρύττειν. ὃς γὰρ ἀδελ- φοῦ φιλανθρωπίαν πρὸς ἀδελφὸν τούτου νενόμικεν ἀξίαν, τί ποτ’ ἂν ἔδρασεν ἐν αἰσχίστοις ἐκεῖνον λαβών;

44. τοῦτό με μάλιστα, ὦ πάτερ, ἔπεισε τῶν ἴσων ἀξιῶσαι τὸν ἀδελφὸν τὸ καὶ παρὰ σοὶ μικρὰ κεκρίσθαι τὰ ἡμαρτημένα. σημεῖον γὰρ ἦν τοῦτο τοῦ προιόντα τὸν χρόνον πάντως ἂν ποιῆσαι διαλλαγάς. ἃ οὖν ἡγού- μὴν σε σωθέντα δώσειν, ταῦτα αὐτὸς ἔδωκα νομίζων, εἰ διαφύγοις τὴν νόσον, ἐπαίνου τεύξεσθαι παρὰ σοῦ τῇ προσθήκῃ. καὶ ὡς ταῦτα ἤλπιζον μάθοις ἂν ἐκεῖθεν.

45. τῶν μὲν γὰρ μάντεων οὐδεὶς προειρήκει τὴν τε- [*](1 τυγχάνειν Ma sed ν(2) add m 3 | τίνα MaCl 2 δέδωκε MaClPa 3 ἐγὼ φαίην ἄν scripsi e PMBVa ἂν ἐγὼ φαίην MaClPa Mor Re φαίη ἂν Ferr 4 γρ χρόνον οὐ πολύν in marg Mor | ἀγγελόντων Ma sed λ(2) inser m 3, ClBVa 7 voce διακόνων inc Cr fol 33 r 8 ἔκλαυσεν MaCl | αὐτοῦ Va sed οῦ ex ὸ corr m2 12 ἂν om Pa | εἶκεν Cl 14 τοῦτον Cl sed in τούτου corr m 2 15 ἐν om MaCl 16 με inserui e PMCrMaClPaVa om Β edd | ἔπεισε om Cr ἔπεισεν MaPa) [*](17 ἀξιῶσαι τὸν ἀδελφὸν τῶν ἴσων MaClPa | καὶ om Β περὶ Va | μικρὰ κεκρίσθαι μικρὰ MaCl 21 διαφύγῃς MaCl) [*](22 μάθοις Ma sed οι in η corr m3 23 εἰρήκει MaCl)

601
λευτήν, οἱ δ’ ἰατροὶ παρῄνουν εὔχεσθαι, τὸ δὲ μέλλον ἄδηλον ἦν. οὕτως οὖν ἐνέγραφον ὡς οὐ πάντως σε λήσων, ἀλλ’ ὧς, εἰ τύχοι, τά τε γράμματα καὶ τὸ πε- πραγμένον ὕστερον εἰσομένου. ὁ δὴ τοῦτο προσδοκῶν τὸ μὴ δόξειν ἀδικεῖν, εἰ γνωσθείη, | ταῦτα δή [*](RIV 682) που ἔγραφεν.

46. Ἐβουλόμην μὲν γὰρ αὐτόν φησιν ὑπὸ πενίας γενέσθαι βελτίω. τί δ’, εἰ χείρων ὑπ’ αὐ- τῆς ταύτης ἐγένετο; καλὸν ἦν παρὰ σοῦ δεδόσθαι τῇ κακίᾳ τὴν ἀφορμήν; ἢ οἴει, πάτερ, τὸν μὲν πλοῦτον πανταχοῦ κακίαν ἐμποιεῖν, τὴν ἀρετὴν δὲ πανταχοῦ μετὰ τῆς πενίας εἶναι; οὐκ ἔστιν, ἀλλ’ ἔνι καὶ πλούτῳ χρήσασθαι καλῶς καὶ πενίαν γενέσθαι τοῦ πλουτεῖν κακίας μᾶλλον αἴτιον, ὅσῳ πλοῦτος μὲν ἁμαρτάνειν βουλομένῳ χορηγεῖ, πενία δὲ καὶ τὸν οὐ βουλόμενον ἀναγκάζει.

εἰ γὰρ ἐθέλεις σκέψασθαι τοὺς ἱεροσύ- λους καὶ τοιχωρύχους καὶ ὅσοι κινοῦσι θήκας καὶ ὅσοι τὴν ὥραν πωλοῦσι καὶ κλέπτας καὶ λωποδύτας καὶ ὅλως τοὺς ἐπὶ κέρδεσιν ἀδικοῦντας, ἐκ τῶν ἀπόρων εὕροις ἂν πλείους ἢ ὅσοι ἐν ἀφθόνοις ζῶσι. καὶ γὰρ [*](3 cf. t. II 126, 4 20 cf. p. 625, 20. Dem. cor. p. 312, 17. Xen. anab. III 2, 25; IV 5, 29; VII 6, 31) [*](1 δὲ Re 2 εὔδηλον ΡΜ Ferr et γρ in marg Mor | ἔγρα- φον MaCl 3 τε Ma sed ε add m 3 4 εἰσόμενον MaCl 5 τὸ scripsi e MaClPaVa τῷ PMCrB edd 7 μὲν om CrMa ClPaBVa | πλούσιον MaCl 9 καλὴν ἂν MaClPa 10 τὴν ἀφορμὴν τῇ κακίᾳ MaClPa | μὲν om MaClPa 11 κακίαν — πανταχοῦ in marg Cl 2 om Cr 13 τῶ Pa 14 μᾶλλον om CrMaClPa | ὅσου Ma | πλοῦτος — 602, 1 ἔνι citat Macarius fol. 80 r 15 τὸν inser Ma 2 | μὴ MaClPa 17 καὶ(1) inserui e libris sed καὶ τούς Β Macar om Ferr τοὺς Mor Re 19 εὐπόρων Cr 20 εὕρης Va | ἐν om Ma | ἀφθόνοις scripsi e CrMaClPaB Va et γρ in marg Mor Macar coll Dem. et Xen. ll. ll. ἀφθόνῳ ΡΜ edd)

602
ἂν τὰ ἄλλα ἀνέχηταί τις, πεινῶντα φέρειν οὐκ ἔνι.

48. τίς οὖν ἦν σοι τῶν θεῶν ἐγγυητὴς τοῦ μηδὲν ἄν σοι ποιῆσαι τὸν υἱὸν αἰσχρὸν βιαζομένης πενίας; καὶ γὰρ οὐδ’ ὁ μεμφόμενος ὡς καταισχύνει τὸ γένος ἐφάνη ποτὲ ἂν προδήλου πᾶσι τῆς ἀπολογίας οὔσης ὅτι ἐμὲ πατήρ τις εὐδαίμων θρέψας καὶ παιδεύσας τῶν προγόνων ἀξίως ἔπειτα εἰς ὀργὴν ἐμπεσὼν ἄμοι- ρον τῶν αὑτοῦ κατέστησε καὶ νῦν τὸ δεῖσθαι καὶ ζητεῖν τροφὴν ἐπὶ πράξεις ἀβουλήτους ἐξ- ἄγει. εἰ μὲν γάρ, ὦ πάτερ, ἄπαντες οἱ συγγενεῖς ἀπὸ τῶν ὄντων αὑτοῖς συμφέροντες ἐποίουν αὐτῷ τινὰ οὐσίαν, μάταιον ἦν ἄν σοι τὸ σόφισμα μὴ διδόντι τῶν σῶν τῷ παρ’ ἑτέρων ληψομένῳ· εἰ δὲ πικρῶς καὶ ὡς ἄν τινες ἠδικημένοι τῇ πενίᾳ φθείρειν ἐξεδίδοσαν, χαλεπὸν ἂν ἦν, ὦ πάτερ, ἀμείνω σοι γενέσθαι τὸν υἱὸν ὑπὸ τῆς ἀχρηματίας.

μὴ χείρω μὲν οὖν γε- νέσθαι χαλεπὸν ἂν ἦν, μᾶλλον δέ, εἰ καὶ μηδεὶς τῶν ἄλλων, αὐτὸς ἂν αὐτὸν ὕστερον εἰς κοινωνίαν εἰσῆγον. [*](RIV 683) ὁμολογῶ γάρ, εἰ καὶ παροξύνω τῷ λόγῳ. | τέ οὖν ἔδει πονηρὸν ἐπὶ τῆς διαθήκης γενόμενον φιλανθρω- πεύεσθαι μετὰ τοσαύτης βλάβης;

[*](2 cf. p. 573, 5)[*](1 καὶ ante τὰ MaClPa | ἀνέχεταί Β ἀνάσχηταί Pa | στό- μαχόν γε ante πεινῶντα inserendum coni Re cui oblocutus est lacobsius Lect | φέρειν Macar ζῆν MaCl θαρρεῖν lacobs 2 οὖν inserui e MaClPaBVa om PMCr edd 4 καταισχύνοι MaCl 5 ποτ’ MaClPa | πᾶσιν Cr 6 καὶ om MaCl 7 ἔπειτ’ Cl 8 αὐτοῦ libri edd 11 αὑτοῖς Cr αὐτοῖς reli- qui libri edd | συνεισφέροντες Ma et in marg Cl 2 | τινὰ αὐτῷ ClPa 12 ἂν ἦν MaClPa 13 τῷ om Mor | ὥσπερ Va 15 τὸν — 16 γενέσθαι om MaCl 16 οὖν] γὰρ Pa 18 εἰς κοινωνίαν εἰσῆγον ὕστερον MaClPa 20 γραφόμενον MaClPa)[*](21 τοσαύτην βλάβην MaCl)
603

50. Αὐτὰ δὲ ταῦτά φησιν, ἡνίκα ἐκέλευόν σε γράφειν, τί μὴ πρὸς ἐμὲ διελέχθης; ἦν γάρ που βέλτιον λέγοντα πείθειν ἢ διὰ σιγῆς ἀδικεῖν. καὶ πῶς ἂν ἀσθενοῦντί τε καὶ φαύλως ἔχοντι καὶ τε- λευταῖα νομίζοντι περὶ τῶν αὑτοῦ βουλεύεσθαι λόγον ἀπέτεινον μακρόν; πῶς δ’ ἂν παρὰ τοῖς σοφοῖς ὁρῶν τὸν καιρὸν ἐπαινούμενον αὐτὸς ἂν οὕτως ἄκαιρον πρᾶγμα ἐπεισῆγον τῇ νόσῳ καὶ τὸν ὀδυνώμενον τῷ πυρετῷ λόγοις ὀχληροῖς ἐβάρυνον;

οὐκ ἴστε, ὦ δικασταί, πηλίκης δεῖ τοῖς τοιούτοις ἡσυχίας; οὐκ ἴστε ὑπὸ τῶν ἰατρῶν παραγγελλόμενον δεῖν ἠρεμεῖν αὐτούς τε ἐκείνους καὶ τοὺς παρόντας αὐτοῖς; οὐ καὶ τὰ μὴ λυπηρὰ τῇ φύσει λυπεῖν τοὺς τοιούτους δύναται; κἂν φθέγξηταί τις κἂν μή, κἂν ἑστήκῃ, κἂν καθιζάνῃ, κἂν μειδιᾷ, κἂν σκυθρωπάζῃ, κἂν ἐξίῃ, κἂν μένη, τούτων ἕκαστον πλήττει τὸν ἀσθενοῦντα καὶ δυσκολαίνειν ποιεῖ καὶ τὸ κακὸν αὔξει. δεῖ δὲ πειρᾶσθαι τὸν κάμνον- τα διὰ πάντων εὐφραίνειν, ἀνιᾶν δὲ μηδὲ καθ’ ἔν. [*](6 cf. ad t. VI 543, 15 7 Pittac. apud Stob. III 1 (Diels Vorsokratiker II 522, 11). inscr. herm. Tiburt. Vatic. (Visconti Mus. Pioclem. VI t. 22 a. Kaibel, Inscr. Sic. et Ital. 1195) 17 sq. cf. t. V 72, 4 sq. Plat. rep. III p. 389 B. Xen. comm. Socr. IV 2, 17) [*](1 ἀντίληψις Β cf. p. 424, 1 4 λύσις Β) [*](1 σοι Β 2 διειλέχθης PMaClPaB Va sed in hoc ει in η corr cf. p. 569,9; 598, 10 4 φλαύρως PaVa | τελευταῖον Ma ClB 5 τῶν inser Ma 2 om ΒVa | αὐτοῦ Va sed ’ in ‘ corr αὐτῶν MaClPa 7 ἐπαινούμενον τὸν καιρὸν BVa 9 δὲ post ἴστε MaClPa 10 ἄνδρες MaClPa cf. p. 584, 1 | ποιλίκης Ma sed λ in ras et κ e λ corr m 3 11 παρὰ Pa 12 καὶ(2) — 13 δύναται citat Macarius fol. 80 r 13 τοιούτους] νοσοῦντας Macar 14 φθέγγηταί Mor Re | ἑστήκῃ Cl sed η ex ὸς corr ἑστήκοι PaVa ἑστηκὼς Ma | καθίζων ἦ Ma 15 κἂν σκυθρω- πάζῃ om BVa 18 μὴ δὲ PClPaBVa Ferr μὴ Ma)

604
διὰ τοῦτο πρὸς αὐτοὺς καὶ ψευδόμεθα καὶ πλάττομεν λόγους ἀφ’ ὧν ἂν ἡσθεῖεν, κἂν δυσχερές τι συμβῇ, κρύπτομεν καὶ τὸ οὐκ ὄν ἀγαθὸν ὧς ὑπάρχον λέγομεν.

52. τότ’ οὖν ἔμελλον ἀγωνίζεσθαι πρὸς σέ, πάτερ, καὶ ταῦτα ἃ νῦν εἶπον τὰ πολλὰ διεξιέναι καὶ πειρᾶσθαι δεικνύειν ὡς οὐκ ὀρθῶς βουλεύῃ καὶ ψυχὴν ἕτοιμον εἰς ὀργὴν παροξύνειν καὶ πῦρ ἐπάγειν πυρί; καὶ τίς οὐκ ἂν καὶ τῶν ἰατρῶν καὶ τῶν ἄλλων, εἰ κρατῆσαι συνέβη τὴν νόσον, ἐπ’ ἐμὲ τὴν αἰτίαν ἦγεν ἂν τοῦ θανάτου; οὗτός ἐστιν ὁ τὸν πατέρα ἀπεκτονώς, οὗτος ὁ μείζω ποιήσας τὴν ἀρρωστίαν, ὁ τὸν υἱὸν ὃν ἐμέμφετο πρὸς αὐτὸν ἐπαινέσας. σίδη- ρον μὲν οὐκ ἐπήνεγκε τῷ πατρί, διὰ θυμοῦ δὲ [*](RIV 684) αὐτὸν ἀπολώλεκεν.

| εἰ γὰρ νῦν ὑγιαίνων οὐχ ἡδέως δέχῃ τοὺς λόγους καίτοι καὶ τῶν δικαζόν- των καὶ τῶν περιεστηκότων συγχωρούντων με δίκαια λέγειν, τίς ἂν ἦσθα τότε χειμαζομένης ὑπὸ τοῦ νοσή- ματός σοι τῆς ψυχῆς; ἆρ’ οὐκ ἂν ἐκεκράγεις ὠθεῖν, ἐξελαύνειν ὡς ἀπολλύντα σε τοῖς λόγοις καὶ τὸ κατ’ ἐκείνου μὲν ἐτήρεις μῖσος, τὸ δὲ πρὸς ἐμὲ φίλτρον εἰς μῖσος μετέβαλες, ἀπῄειν δ’ ἂν κακὸς ἰατρὸς τῆς ὀργῆς γεγενημένος, ἄλλος δ’ ἂν ἀντ’ ἀμφοῖν ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο; καὶ οὐχὶ τοῦτο δεινότατον, τὸ δὲ σοὶ <κακοῦ> τινος αἴτιον γεγονέναι δοκεῖν τίνος οὐ μεῖζον κακοῦ;

54. Διαβέβλημαι γάρ φησιν ὑπὸ τῆς σῆς φιλ- [*](1 διατοῦτο MaPaBVa | καὶ πρὸς αὐτοὺς MaClPa 2 ἂν om BVa 3 ὑπάρχον scripsi e CrMaClPa et γρ in marg Mor ὂν PMBVa edd 8 γρ ἄλλων ἰατρῶν, εἰ in marg Mor 9 οὐκ ante ἐπ’ MaCl 12 ἐμέμψατο Ma 13 ἐπήνεγκεν Ma) [*](16 δίκαιά με Ma | μοι Pa 18 σου MaPa 19 ἐξωθεῖν Β 22 δ’ ἂν] δὲ CrMaClPaBVa 23 κακοῦ inserui auctore Re om libri edd 24 τινος Mor sed γρ τίνος in marg | ὀργῆς post τινὸς Pa, αἰδοῦς MaClB Mor sed in hoc om γρ in marg, Re delevi)

605
ανθρωπίας. ἐξῆν δέ γε, ὦ δικασταί, μὴ τοῦτο παθεῖν, εἴπερ ἐβούλετο σιωπᾶν. ἐγὼ μὲν γὰρ οὔτε ζῶντος οὔτε τεθνεῶτος ταῦτ’ ἂν ἐξεῖπον πρὸς ἕτερον οὐδ’ ἂν πρὸς αὐτόν γε τὸν ἀδελφόν, ὁ δὲ αὐτὸς ἑαυτόν, ὡς ὁρᾶτε, ἀδικεῖ.

ἐχρῆν δέ γε ἢ σιγᾶν ἢ πρὸς ἐμὲ μόνον ἐπαινεῖν τὰς διαθήκας καὶ φάσκειν εὖ με βεβουλεῦσθαι καὶ χαίρειν μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἀπαλλάττειν δὲ τὴν οἰκίαν τῆς ἐνούσης ταραχῆς. οὕτως ἂν ἡμῖν ἅπαν- τα εἶχε καλῶς, νῦν δὲ πολεμῶν τοῖς γράμμασι καὶ το- σαύτην ἐπάγων δίκην καὶ ποιῶν ὅν ἐγέννησας ἀλλό- τρίον δίδως λαβήν τινα τοῖς πρᾴοις καὶ φιλοτέκνοις.

Ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν γε, πρὸς θεῶν, 09 πάτερ, γνώρισον μὲν αὑτόν, γνώρισον δὲ ἡμᾶς. αἰδέσθητι δὲ θεοὺς οἷς ἔθυσας μὲν εὐχόμενος γενέσθαι πατήρ, ἔθυσας δὲ ἤδη γεγενημένος, ἔθυσας δὲ δεκάτην ποιῶν, οὐ ταῦτα αἰτῶν δήπου, μήτ’ οἰκίαν μήτε κλῆ- ρον παραδοῦναι τοῖς υἱέσιν, ἀλλὰ διαδόχους, κληρονό- μους, χορηγούς, τριηράρχας, ῥήτορας, πρέσβεις, στρα- τιώτας ἀγαθούς, ἀριστέας, στρατηγούς.

ταῦτα, ὧς εἰκός, ἐδέου σοι γενέσθαι παρὰ τῶν θεῶν, αὗται γὰρ εὐχαὶ πατέρων. τούτων ἀναμνήσθητι, ταῦτα αἰσχύνθητι. καὶ μὴ σαυτὸν μὲν ἄπαιδα καταστήσῃς ὄντων υἱέων, ἡμᾶς | δὲ ὀρφανοὺς ὄντος πατρός. ἱκανῶς ἐδά- [*](RIV 685) κρυσεν ἡ μήτηρ, ἱκανῶς ὁ δυστυχὴς ἀδελφός, ἱκανῶς ὁ τέως μὲν εὐδαίμων νομιζόμενος ἐγώ, νῦν δὲ ἀθλιώτα- [*](15 cf. p. 616,11. Dem. Boeot. nom. p. 1001,4 et 8; Boeot. dot. p. 1016, 29. Arist. av. 922) [*](1 ὦ δικασταί om MaCl 5 γε om MaClPa | σιωπᾶν BVa) [*](6 ἀπαιτεῖν Va 11 πράοις Va Ferr Mor 12 καὶ om Β 13 μὲν — δὲ om Ferr | ἑαυτὸν MaClPa Mor Re 14 μὲν om MaCl 16 γεγενημένων MaCl 17 δοῦναι Μ 20 τῶν om MaCl | αὐταὶ BVa 24 ὁ om Ma)

606
τος. ἱκανῶς ἐλυπήσαμεν τοὺς ἀληθῶς φίλους, ἱκανῶς εὐφράναμεν τούς τε φανερῶς μισοῦντας καὶ τοὺς οὐχ ὁμολογοῦντας.

ἐν μὲν ταῖς ἄλλαις ἀπάσαις οἰκίαις ὁμόνοια, φίλτρον, κοινοὶ λόγοι, κοιναὶ τράπεζαι, τέρψεις ἐμμελεῖς, ἐλπίδες ἀμείνους, παρὰ δὲ ἡμῖν ἐγκλήματα, κατηγορίαι, θυμός, ἀγανάκτησις, ὀδυρμός, κατήφεια, τὸ νομίζειν ὑπ’ ἀλλήλων ἀδικεῖσθαι, πόλεμος εἴσω θυρῶν, σπονδαὶ δὲ οὐδαμόθεν. οὐκ ἔκαμες, ὦ πάτερ, μισῶν τοὺς οἰκείους; οὐκ ἀπείρηκας βοῶν καὶ διαρ- ῥηγνύμενος;

ἀλλὰ πόλεις μὲν πόλεσιν ὑπὲρ τῶν μεγίστων ἐγκαλοῦσαι πολλάκις μέλλουσαι μάχεσθαι συνιόντων ἤδη τῶν στρατοπέδων πρὸ τῶν τραυμάτων κατέθεντο τὴν ἔριν καὶ διελύθησαν ἀλλήλαις συνευχό- μεναι, σὺ δὲ πατὴρ ὢν ἀθάνατα χαλεπαίνεις καὶ οὐ ποιήσεις τὴν προσηγορίαν αὐτὴν σύμβολον διαλλαγῶν, ἀλλὰ κακώσεις οὓς ἐγέννησας εἰδὼς ἃ ποιεῖ περὶ τὰ αὑτῶν τὰ θηρία; τίς Ἐριννὺς ἄρα συνεφήψατό σοι τῶν γάμων; περὶ τίνα θεῶν ἁμαρτόντες ταύτην ἀπ- αιτούμεθα <τὴν> α δίκην; διὰ τί μὴ γενομένους [*](12 cf. ad t. VI 213, 18 14 Arist. rhet. II 21) [*](1 ὡς ante ἀληθῶς Pa 2 καὶ τοὺς] τούς τε CrMaClPa et γρ in marg Mor voce τε des Cr fol 34 r 5 ἐπιμελεῖς Β 6 κατήφειαι Ferr 8 δὲ om MaClPaBVa | οὐδαμόσε PM Ferr et γρ in marg Mor 11 ἐγκαλοῦνται Ma 13 μάχην MaPa | ἀλλήλαις scripsi e MaClPaBVa ἀλλήλοις ΡΜ edd | συνευχόμε- ναι scripsi e ClVa συνευωχούμεναι MaPa συνευχόμενοι PM edd 14 χαλεπαίνεις ἀθάνατα BVa | „malim χαλεπανεῖς“ Re cui oblocutus est lacobsius Anth. Pal. III 105 15 ποιήσης Va ποιεῖς MaClPa et γρ in marg Mor | σύμβουλον MaCl 16 κα- κώσας Va κακὸς εἶ εἰς MaCl et γρ in marg Mor | τὰ om Β et γρ in marg Mor 17 αὐτῶν MaCIPaBVa et γρ in marg Mor | συνεφήψατό σοι τῶν γάμων scripsi auctore Re συνεψηφίσατό σοι τὸν γάμον libri edd 18 ταύτην om MaCl τοιαύτην coni lacobs Lect 99 τὴν inserui auctore Re om libri edd | διατί MaCl PaBVa Ferr | γενομένους Β γενωμένους Va)

607
ὦ πάτερ, ἐξέθηκας μέλλων ἐπὶ τοιούτοις θρέψειν;

60. ἀλλὰ δεῖ με πάντως τῆς οἰκίας ἐκπεσεῖν καὶ οὐ περιέσται σου τῆς ὀργῆς ἡ φύσις; οὐκοῦν τοῦτο μὲν εἰ δοκεῖ, κρατείτω· τῷ δὲ ἀδελφῷ σπεῖσαι καὶ τὰς αἰ- τίας τῆς ψυχῆς ἐξάλειψον καὶ μάθε τοῖς διαβάλλουσιν ἀπιστεῖν. τρέφε τὸν υἱὸν κληρονόμον, μόνῳ πάντα παράδος. μόνος ἅπαντα ἐχέτω, οὐ μέμψομαι, οὐ φθο- νήσω, μόνον εἰς υἱὸν ὁ κλῆρος διαβαινέτω. καὶ μὴ τοῦθ’ ὅ | κατασκευάζονταί τινες ἰσχυέτω τοῖς [*](RIV 686) ἐπιβουλεύουσιν, ἐξελάσαι μέν σε τοὺς σαυτοῦ παῖδας, παῖδας δὲ ἐκείνους νομίσαι.