Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ταῦθ’ ὑποσχέσθω παρ’ ὑμῖν, ὦ δικασταί, καὶ τὴν ἀποκήρυξιν οἴσω πρᾳότερον. καὶ γὰρ οὐδὲ φόβος μὴ καὶ στέγης καὶ τῶν ὑπο- δεξομένων ἀπορία γένηται. πολλούς μοι πεποιήκα- σιν αἱ διαθῆκαι πατέρας. οἶδα ἐπαινούμενος, οἶδα θαυμαζόμενος, οἶδα ἀγαπώμενος. ἔσται τις ὁ κέρδος αὑτοῦ ποιούμενος, εἰ φαίνοιτό μοι τῶν ὄντων μετα- διδούς.

62. Ἓν αἰτῶ σε μόνον, ὦ πάτερ, καὶ μηδὲν δεί- σῃς, οὐ γὰρ λύσει τὴν ἀποκήρυξιν· ἐξέστω μοι προσ- ἰέναι τέ σοι καὶ λαλεῖν ἐπ’ ἀγορᾶς καὶ παραπέμ- πειν μέχρι θυρῶν, εἰσιόντα δὲ ὁ θυρωρὸς εἰ λάβοι, σφαττέτω.

[*](9 [Dem.] Steph. p. 1103, 3; 1107,19)[*](1 τοιούτων Ρ Ferr et γρ in marg Mor 9 κατασκευάζον- ταί reposui e libris coll Dem. ll. ll. παρασκευάζονταί edd 10 ἐξελάσαιμεν Cl | σε om MaClBVa | τοῦ Μ 11 δ’ MaCl Pa | τοῦθ’ MaCl 12 ἄνδρες MaClPa cf. p. 584, 1 | πραότερον Va Ferr Mor 13 καὶ(3) om Va 16 τίς MaClPaVa 17 αὐτοῦ MaClBVa αὐτῶ Pa | μεταδιδούς Cl sed ετα inser m2)[*](21 καλεῖν Ma | ἀπ’ MaCl 22 λάβῃ MaCl)
608

63. Καλείτω μοῖ τις τὸν ἀδελφόν. ἐλθέ, ὦ ταλαί- πωρε, θάρρησον, ἅψαι τῶν γονάτων τοῦ πατρός, δά- κρυσον, ἱκέτευσον. μεταβέβηκεν εἰς ἐμὲ τὸ μῖσος. φυ- λάξει δὲ σοὶ τὰς διαλλαγὰς βεβαίους τὸ πρὸς ἐμὲ πο- λεμεῖν. πολέμει τοίνυν καὶ λοιδόρει καὶ διαφέρου καὶ τῷ πολέμῳ τούτῳ τήρει τὴν πρὸς αὐτὸν εἰρήνην.

[*](1 μοι τίς PMaClPaVa Ferr 3 τὸ inser Ma 3 4 δέ σοι PMMaClPa edd | βεβαίας MaClPa | τῶ MaPa)