Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

583

ἀλλ’ εἰ καὶ χαλεπὸς ἡμῖν πέφηνε μετὰ τὴν R IV 669 νόσον ὁ πατὴρ καὶ τοιοῦτος οἷον οὐκ ἄν ποτε ἤλπισα, [*](Ρ = Codex Parisinus gr. 3018) [*](Μ = Marcianus gr. 439) [*](Cr = Hierosolymitanus S. Crucis 57) [*](Ma = Matritensis 4679, olim N-49) [*](Cl = Berolinensis gr. 195 olim Claromontanus) [*](Pa = Parisinus gr. 3017) [*](Β = Barberinus II 41 (Vaticanus Barb. 220)) [*](Va = Vaticanus gr. 82) [*](1 Συγγνώμη Μ cf. Hermog. stat. 2 et 6 Rhet. gr. ed. Spen- gel. II 140, 6 et 163, 19 sq. c. scholl. Rhet. gr. ed. Walz. t. IV 650, 12 sq.; 670, 8; 687, 12 699, 14 sq.) [*](1 Θεωρία ante Ἔχων Ferr, Ἄλλη μελέτη. Θεωρία Mor Re delevi | τίς MaCl VaPa edd | παῖδας δύο MaClPa | ἐχθρωδῶς scripsi e MaClB sed in hoc θ inser m 2, Va et γρ in marg Mor cum Iacobsio Lect 136 ἐχθρὼ Μ sed δῶς add y ἐχθρῶςωδῶς Pa ἐχθρῶς Ρ edd 2 ἐκέλευε MaClPa ἐκελεύετο Va | ἐν ταῖς om Va 3 αὐτὸν MaCl 5 εὑρὼν καὶ om Pa sed ἰδών post ἐγγεγραμμένον 6 γράψαντα ΒVa 7 Φιλαδέλφου ἀπο- κηρυττομένου ἀπολογία. Ἀλλ᾿ Mor Re, Ἡ μελέτη Ferr delevi) [*](8 οἶος Re)

584
διετέλει γάρ, ὦ δικασταί, τὸν ἐμὸν ἐπαινῶν τρόπον, ὅμως οἶμαι δεῖν τοῖς θεοῖς ἔχειν χάριν, ὅτι διαπέφευγε μὲν τὸν κίνδυνον, πρᾶττ’ εἰν δὲ ἃ τῶν ὑγιαινόντων ἐστὶ δύναται καὶ δικαστήρια καθίζειν καὶ ἐγκαλεῖν οἷς [*](RIV 670) ἂν | ἐθέλῃ. καὶ γὰρ εἰ κατ’ ἐμοῦ πρώτου τοῖς ἀπὸ τῆς ὑγείας κέχρηται καὶ παρακελεύεταί γε ὑμῖν τῇ ψήφῳ τῆς οἰκίας ἐκβαλεῖν, ζῆν γε αὐτὸν ἔγωγε μᾶλλον ἂν ἠβουλόμην ἢ τεθνεῶτος μηδὲν αὐτὸς τοι- οῦτο παθεῖν.

καὶ οὐ μόνον γε τὸν τῆς ἀποκηρύξεως φόβον μετριώτερον ἂν ἡγησάμην τῆς τοῦ πατρὸς τε- λευτῆς, ἀλλ’ εἰ καὶ δυοῖν ἔδει συμβῆναι θάτερον, ἢ τοῦτον ἀπελθεῖν ἢ ἐμέ, τό γε μὴ τοῦτον προτιμότερον ἂν ἐθέμην, τοῖς θεοῖς δέ. οἷς, ἡνίκα οὗτος ἔκαμνεν, ηὐχόμην λῦσαί τε τὸ παρὸν κακὸν καὶ τῆς ἀρρωστίας ὡς τάχιστα ἀπαλλάξαι, τούτοις καὶ νῦν εὔχομαι διαλ- λάξαι τέ μοι τὸν θυμούμενον καὶ καταστῆσαι πρᾷον καὶ δοῦναι ταύτην δευτέραν χάριν τότε μὲν τὴν νόσον παύσαντας, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ὀργὴν τοῦ πατρός.

3. Χάριν μὲν οὖν ἔχω καὶ τῶν ἐπιτηδείων τοῖς [*](1 ἄνδρες MaClVa cf. p. 585,5; 587,11; 589,22; 596,3; 597, 17; 598, 12; 599, 3; 603, 10; 605, 1; 607, 12 | ἀεὶ post ἐπαινῶν Pa cf. Boissonad. Tzetz. alleg. 396 4 ἐστὶν Ρ Mor Re | ἤδη ante δύναται Mor Re delevi | δύνασθαι Ferr et γρ in marg Mor 5 εἰ om Β | πρῶτον MaClPa 6 ὑγιείας Μ sed ι(1) inser y, Ma Cl | παρακελεύεθ᾿ VaPa | γε om MaClPaBVa 7 τὲ MaClPa ΒVa et γρ in marg Mor 8 ἂν μᾶλλον BVa | ἂν om MaClPa | ἐβουλόμην Μ sed ε ex η corr y, Pa 9 τοῦτο BVa 10 φόβον Ma sed γρ τρόπον in marg τρόπον Cl sed γρ φόβον in marg 11 συμβαίνειν Pa sed συμβῆναι in marg 12 ἀποθανεῖν Pa sed γρ΄ ἀπελθεῖν in marg | μέ Ma | μὴ om MaClPaVa | τούτοις MaCl τούτου VaPa 13 ἐθέμην ἄν MaClPaVa et γρ in marg Mor | ἂν — 14 κακὸν in marg Cl 2 | οἶς om PaBVa | ἔκαμ cum lacuna 2—3 litt Β 14 λύσαι PPaBVa edd 16 τὸν om Μ | πρᾶον Va 17 δοῦναι om sed εἷναι post ταύτην Ma ClVa δοῦναι εἶναι Β 18 τοῖς δικαστηρίοις Ma)

585
πολλοῖς καὶ τῶν γένει προσηκόντων οὐκ ὀλίγοις, οἳ ταῦτα αἰσθόμενοι καὶ παρ’ ἡμᾶς ἀφίκοντο καὶ τὸν πατέρα πείθειν ἐπεχείρουν μὴ χαλεπαίνειν τοῖς πε- πραγμένοις ὧς συγγνώμην ἔχουσιν· ἐπαινῶ δὲ καὶ ὑμᾶς, ὠ δικασταί, τῆς γνώμης, ἢν ἐσχήκατε τῆς αἰτίας ἀκούοντες. εἰωθότων γὰρ ἐπιεικῶς τῶν δικαζόντων ἐν τοῖς πρὸς τοὺς παῖδας τῶν πατέρων ἀγῶσι μετὰ τῶν διωκόντων γίγνεσθαι, κἂν μηδὲν ἐγκαλῶσί τι δίκαιον, ὑμεῖς ἀκούοντες τῶν πρὸς τὸν ἀδελφόν μοι πεποιημέ- νων δῆλοι τοῖς προσώποις ἐγένεσθε μήτε μεμφόμενοι τὸ ἔργον ἕκαστός τε ταὐτὸν ἂν πράξας ἐν ὁμοίοις και- ροῖς πρὸς ἀδελφὸν ἑαυτοῦ. καὶ πολλά γε ὑμῖν ἀγαθὰ γένοιτο χρηστοῖς τε οὖσιν οὕτω καὶ τῶν ὅρκων οὓς ὀμωμοκότες κάθησθε | μηδὲν ἰσχυρότερον ποιου- [*](RIV 671) μένοις.

δέομαι οὖν ὑμῶν φυλάξαι τε ἢν ἔχετε γνώ- μὴν καὶ παραινέσαι τῷ πατρὶ μηδὲν ἠδικῆσθαι νομί- ζειν, εἰ πατήρ ἐστι παιδὸς εἰδότος τὸν ἀδελφὸν ἐλεεῖν. καὶ γὰρ εἰ μὴ τοῖς τῶν ἄλλων ἠβουλήθη συγχωρῆσαι λόγοις πολλοῖς τε οὖσι καὶ μετὰ δεήσεων γιγνομένοις, ἀλλ’ οὐ τά γε ὑμῖν ἀρέσκοντα δύναιτ’ ἂν ἀτιμάσαι.

[*](1 τῶν scripsi e PMClPaVa ut coni Re τῷ MaB edd 4 ὧς om ΡΜ et γρ in marg Mor 5 ἄνδρες MaClPaVa et γρ in marg Mor | τὴν αἰτίαν MaClPa 6 εἰωθότων — 9 ἀκού- οντες om Va 7 τῶν πατέρων om Β 8 γίνεσθαι MaClPa τι om MaClPa et γρ in marg Mor τί edd sed „aut delen- dum est τι ex auctoritate marginis Mor aut leg. est eius loco τισί“ Re at cf. t. VI 576, 17 9 μου MaClVa 10 ἐγίνεσθε MaClPa 11 τῶν ἔργων Β sed v bis eras et τὸ ἔργον suprascr, Va | πρᾶξαι MaClPa 13 οὕτως οὖσιν MaClPaBVa 14 ὠμομοκότες Ρ ὀμωμοκότες Ma ὀμωμωκότες Va sed ‘in’ corr m2 | πεποιημένοις MaPa sed in hoc γρ΄ ποιουμένοις in marg, Β 16 ἡδικεῖσθαι edd sed ἠδικῆσθαι scribendum dixit Mor Not f. VII 3 17 τὸν om MaClPaVa 18 ἐβουλήθη Β edd 19 καὶ om Cl | γινομένοις MaClPaBVa 20 δύναιτ’ ἂν] δύνατ’ Va δύναται MaClPa)
586

5. Τὸ μὲν οὖν προσῆκον ἦν ἑορτὴν ἄγειν ἡμᾶς νῦν ἐπὶ τῷ τοῦτον διαπεφευγέναι τὴν νόσον καὶ θύειν μὲν σωτῆρσι θεοῖς, ἑστιᾶν δὲ καὶ τοὺς οἰκείους, τὰ δὲ πρὸς τοὺς ἔνδον δυσχερῆ πάντα ἀνῃρηκέναι καὶ τὴν περὶ τὸ σῶμα τύχην τούτῳ τιμᾶν· ἐπεὶ δὲ οὐκ ἔφθη ῥαίσας ὁ πατὴρ καὶ τὴν πρώτην οἴκοθεν ἔξοδον ἐπ’ ἐμὲ πεποίηται καὶ τῆς ἐπ’ αὐτῷ λύπης ἄρτι πεπαυμέ- νης ἡμῖν ἑτέρας λύπης ἀφορμὴν ἀντεισάγει τοῖς οἶκοι τῷ ἐμὲ ζητεῖν ἀλλότριον αὑτοῦ τε κἀκείνων ἀποφῆναι, τί λοιπὸν πλὴν ὑμᾶς ἐμοὶ γενέσθαι βοηθοὺς ὁρῶντας ὅτι τῷ μὲν πατρὶ πολλοὶ τῶν δεινῶν πάρεισιν εἰπεῖν δοῦναι δυναμένῳ λαβεῖν ἐπιθυμοῦντες, ἐγὼ δὲ αὐτός τε ἄπειρός εἰμι πραγμάτων καὶ δικῶν καὶ τὸν συνε- ροῦντα οὐκ ἔχω χρημάτων τε ἀπορῶν καὶ οὐδενί πω τοιοῦτον προεισενεγκών;

ἔτι δὲ ὃς μόνος εἰκότως ἂν καὶ συνεξητάζετό μοι καὶ συνικέτευεν ἀδελφὸς τὰ μὲν αἰσχυνόμενος, τὰ δὲ φοβούμενος οὐδὲ εἰσελθεῖν δεῦρο τετόλμηκεν ἐνθυμούμενος πρὸς τοῖς ἄλλοις, ὅτι μοι τηλικούτων αἰτία γέγονε κακῶν ἡ πρὸς αὐτὸν εὔνοια.

7. Ἐγὼ μὲν οὖν ἐβουλόμην σεσιγῆσθαι πάντα τὰ πεπραγμένα πρὸς ἀλλήλους ἡμῖν ἐν τῷ τελευταίῳ χρό- [*](6 cf. t. I 101, 16; VI 608, 5 16 Dem. Mid. p. 576, 11) [*](1 ἑορτὴν ἡμᾶς ἄγειν MaClPaVa γρ ἡμᾶς ἄγειν ἑορτὴν in marg Mor 2 νῦν om MaClPaVa | τῷ τοῦτον Ma sed e τοσ- οῦτον corr m 3 8 ἑτέραν PaVa sed v in σ corr m 2 | οἴκοις Cl 9 τὸ Va | αὐτοῦ PMaClBVa edd 10 ἐμοῦ MaCl ἐμαυτοῦ Pa | γεγενῆσθαι Pa 11 εἰπεῖν πάρεισι MaClPaVa 13 οἴκων Va | συναινοῦντα MaCl 15 ἂν εἰκότως Β | εἰκότως om MaCl 16 συνεξητάζετό scripsi e MaClPaBVa ut coni Re συνεξήταζέ ΡΜ edd | τάμεν Pa 19 γέγονε Μ sed ο in ras y 21 οὖν om MaClPa | ἠβουλόμην Va 22 γεγραμμένα Ma)

587
νῷ, καὶ γὰρ εἰ φιλοτιμίαν μοί τινα φέρει τὰ περὶ τὰς διαθήκας, ἐφ’ αἷς ἐλαύνομαι τήμερον, ἀλλ’ ἥ γε περὶ τὸν ἀδελφὸν δυσχέρεια καὶ τὸ χαλεπῶς πρὸς αὐτὸν διατεθῆναι τὸν πατέρα καὶ ὅσα τούτου τοῦ μέρους κέρδος ἂν ἦν ἡμῖν τοὺς πολλοὺς λανθάνοντα· τοῦ πατρὸς δὲ καὶ τῆς κατηγορίας οὐκ ἐώσης αὐτὰ | [*](RIV 672) σιγᾶσθαι πειράσομαι μὲν αὐτῶν μνησθῆναι διὰ βρα- χέων, ἔστω δέ μοι καὶ τούτων αὐτῶν τῶν βραχέων ἠναγκασμένῳ συγγνώμη.

8. Ἐγενόμεθα τούτῳ δύο παῖδες, ἐγώ τε ὁ νῦν φεύ- γων, ὦ δικασταί, καὶ ὁ δυστυχὴς ἀδελφός, πρεσβύτερος μὲν ἐγώ, νεώτερος δὲ ἐκεῖνος. ἐνιαυτὸς ἐν μέσῳ τῆς γενέσεως ἀμφοτέρων, ὥσθ’ ἡμῖν ὡσπερανεὶ διδύμοις κοινωνῆσαι συνέβη καὶ τροφῆς καὶ παιδείας καὶ σπου- δαίων καὶ τερπνῶν καὶ τῶν ἔνδον καὶ τῶν ἔξω, πάν- τῶν ἀπλῶς καὶ μικρῶν καὶ μειζόνων.

φοιτῶντες δὲ εἰς τὰς παλαίστρας καὶ τὰ διδασκαλεῖα μετ’ αἰδοῦς τε καὶ εὐταξίας ἢ τοῖς εὖ γεγονόσι προσήκει ἐπῃνούμεθα μὲν αὐτοί, μακαρίζεσθαι δὲ τῷ πατρὶ παρὰ τῶν ἐν τῇ πόλει παρείχομεν, ὥσθ’ ὑπῆρχεν αὐτῷ γεγηθέναι τε καὶ μετ’ εὐθυμίας διάγειν.

καὶ ταῦτα οὐ ψεύδο- μαι, ὦ πάτερ. οἶσθα γὰρ ὡς ἡδόμενος ᾔεις, ὁπότε σε παραπέμποιμεν εἰς ἱερὰ ταῖς νουμηνίαις, ὁ μὲν ἔνθεν, [*](1 τινά μοι MaClPaBVa | γρ παρὰ in marg Mor 4 τὸν om Re 5 ἦν om ΡΜ | τοῖς πολλοῖς MaClVa 6 τῆς κατη- γορίας δὲ καὶ τοῦ πατρὸς MaClPaVa 7 διὰ βραχέων om Ma ClVa 8 ἔστω om Pa | καὶ τούτων αὐτῶν δέ μοι Pa | αὐτῶν om MaCl 10 δύο τούτω Ma | γρ τ’ οὖν ὁ φεύγων in marg Mor | ὦ ἄνδρες ὁ νῦν φεύγων MaCl 11 ἄνδρες MaClPaBVa) [*](13 ὥσπερ ἂν εἰ PMMaClPa ὥσπερ ἂν ἐν BVa 17 τε om MaClPa 18 ἢ Cl ἧ Pa 19 περὶ Va 21 διάγειν Ma sed δια in ras m 3 22 ᾔεις scripsi e MaClVa cum lacob- sio App Pors 308 Lect εἴης PMPaB edd)

588
ὁ δὲ ἔνθεν βαδίζων, ὅτε σοι καὶ τὸ πλεῖστον τῆς εὐ- χῆς ἦν τὼ παῖδέ σοι τῆς οὐσίας κληρονόμω γενέσθαι καὶ μηδένα δαίμονα μηδὲ φθόνον κινῆσαί τι τῶν παρ- όντων ἀγαθῶν.

ἀλλὰ σὺ μὲν ταῦτα ᾔτεις, χαλε- πὸν δὲ ἄρα ἦν νικῆσαι τοὺς βασκάνους. οὕτω γὰρ τῶν πραγμάτων προι·όντων καὶ δοκούντων ἡμῶν εὖ πράτ- τειν πλημμελεῖ μέν τι καὶ οὑμὸς ἀδελφός, δεῖ γὰρ τά γε ἀληθῆ λέγειν, καὶ μικρόν τι τῆς ἔμπροσθεν ἐκφέ- ρεται τάξεως. τοῦτο δὲ ἁρπάσας ἄνθρωπός τις φάσκων εὔνους εἶναι τῷ πατρὶ προσελθὼν καὶ στενάξας ὧς δὴ συναχθόμενος κατηγορῶν ἀπόντος τοῦ νέου μεγαλύνων τὸ σμικρὸν καὶ τοῦτο αἴρων τῷ λόγῳ φάσκων αἰσχύ- νεσθαι τοῖς ἡμετέροις κακοῖς ἄγριον ἐποίησεν ἄνθρω- πον οὐ τοιοῦτον.

καὶ ἧκεν εὐθὺς ἐχθρὸς τοῦ παι- δός. τῷ δὲ οὐκ ἦν οὐ στῆναι πλησίον, οὐκ εἰπεῖν τι [*](RIV 673) πρὸς τοῦτον, οὐκ ἀκοῦσαί τι λέγοντος, | οὐ κοι- νωνῆσαι τραπέζης. καὶ πολλή γε τῷ πατρὶ χάρις ὅτι μὴ καὶ τότε πρὸς ἀποκήρυξιν ὥρμησεν. οὕτως ὁ χρηστὸς ἄνθρωπος ἐκεῖνος οὐκ ἀνίει τὴν ὀργὴν ἀκονῶν.

καὶ ἔμελλε δὴ καὶ ἐπ’ ἐμὲ. πορεύεσθαι τὸ πρῶτον ἐξεργα- σάμενος, οὔπω δὲ διαβεβλημένος ἐγὼ πεσὼν εἰς τοὔ- δαφος ἐδεόμην τοῦ πατρὸς μὴ πονηρὸν οὕτω νομίζειν τὸν υἱὸν μηδὲ τὴν τῶν συκοφαντούντων κακοήθειαν πιστοτέραν ποιεῖσθαι τῆς ἀληθείας. αὐτὸς γοῦν ἔφην [*](2 κληρονόμω τῆς οὐσίας Ma | κληρονόμους Β 3 μὴ δὲ PMaClPaBVa Ferr 5 ἆρα Cl 7 πλημελεῖ PMMaVa Ferr | οὑμὸς] ὁ MaClPaB Va | τά γε ἀληθῆ] τὰ τε ἀληθῆ Va τἀληθῆ MaClPa 8 φέρεται PaVa 9 ἄνθρωπος τίς Ma 11 κατη- γοροῦντος Β 12 μικρὸν PaBVa 15 τί MMa 16 τί Ma ClB 18 καὶ om Ferr | τότε scripsi e Ma τό τε reliqui libri edd | τὴν ante ἀποκήρυξιν Pa 19 ἐκεῖνος ἄνθρωπος MaCl PaB Va 20 πρὸς Ma | τοπρῶτον Mor | ἐξειργασμένος Pa 23 μὴ δὲ PMaClPaBVa Ferr 24 ποιῆσαι MaCPa)

589
ὁ συνὼν ἐγὼ καὶ συνεζευγμένος καὶ πάντα εἰδὼς ἐπιτιμᾶν μὲν αὐτῷ, τοσαύτην δὲ οὐ συνειδέναι κακίαν. καὶ ἄμα ἠξίουν τοὺς διαβάλλοντας εἰς μέσον ἐλθεῖν καὶ μὴ φεύγειν τὸν ἔλεγχον μηδὲ ἐξ ἀφανῶν βάλλειν.

14. τούτοις καὶ τοιούτοις λόγοις ἐμοῦ χρωμένου καὶ τοῦ πατρὸς ἴσως ἂν ἐνδόντος ἐμπίπτει ποθὲν ἐκεῖνο τὸ τῆς νῦν αἴτιον ἀποκηρύξεως νόσημα. καὶ ἦμεν ἐν δάκρυσιν ἅπαντες, ἡ μήτηρ, ὁ τότε ἐγὼ φιλούμενος, ὁ προσκεκρουκὼς ἀδελφός, ᾦ μέγιστον ἦν τῆς συμ- φορᾶς τὸ μὴ ἔχειν εἰσελθεῖν παρὰ τὸν κάμνοντα μηδὲ θιγεῖν ἐγγύθεν μηδὲ ταῖς χερσὶ θεραπεῦσαι τὸ σῶμα.

τῆς νόσου δὲ φοβούσης ἐδόκει γε δεῖν τῷ πατρὶ διαθήκας ποιεῖσθαι καὶ καλέσας με καὶ παρακαθισά- μενος καὶ τοὺς ἄλλους ἀπελθεῖν κελεύσας ἐγὼ σέ φησιν ἄξιον εἶναι νομίζω μόνον τῶν ἐμῶν κλη- ρονομεῖν. καίτοι πρότερόν γε οὐχ οὕτως ἐγνώ- κειν, ἀλλ’ ὥσπερ εἶναί μοι δύο παῖδας, οὕτω δύο γενέσθαι καὶ τὴν οὐσίαν μέρη, νῦν δὲ ὁ σὸς ἀδελφὸς κωλύει ταῦτα οὕτω γενέσθαι μὴ πάντα τὰ | σὰ μιμούμενος, ἁλιὰ διδούς τι- [*](RIV 674) σιν ἀφορμὰς τῶν καθ’ ἑαυτοῦ λόγων· ταῦτα, ἔφη, δέδοκται. ταῦτα γράφε.

ἐγὼ δέ, ὦ δικασταί, [*](4 Il. η 242 sq. 13 cf. t. III 52, 11. Dem. Apatur. p. 897,3) [*](2 μὲν om Ma | τί post αὐτῷ MaClPa, τι Β 3 τε post ἐλθεῖν Va 4 μὴ δὲ PMaClPaBVa Ferr 5 τοῖς ante τοι- ούτοις MaClPa 6 δ’ ἂν MaClPa 7 ἐν Mor sed γρ ἕκων in marg 8 ὁ τότε] ὅτε MaClBVa 10 περὶ Va | μὴ δὲ Ρ MaClPaB Ferr μὴ Va 11 θιγεῖν libri edd cf. t. I 127, 18; σῶμα III 259, 3 | μὴ δὲ PMaClPaBVa Ferr | νόσημα Va τὸν κάμνοντα MaCl 12 γε om MaClPaBVa | δὴ Ferr Mor 13 καὶ(2) om Va 14 καὶ om Ma | δέ Ma 16 ἐγνώκειν Va sed κ in ras m 2 18 μοι post γενέσθαι MaClPa | καὶ] κατὰ coni Mor) [*](19 ἀδελφὸς ὁ σὸς MaClPaVa | οὕτω ταῦτα MaClPa | voce μὴ inc Cr fol. 88r 22 ἄνδρες CrMaClPaVa)

590
ταῦτα ἀκούσας καὶ δακρύων ἐμπλήσας τὸ γραμματεῖον, πῶς ἂν ὑμῖν εἴποιμι τὸ πεπραγμένον; οὐκ ἐδυνήθην πεισθῆναι μὴ εἶναί μου τὸν ἀδελφὸν ἀδελφόν, ἀλλ’ εἰδὼς αὐτὸν ἐκ τῆς αὐτῆς ὄντα μοι μητρὸς καὶ ταὐτοῦ πατρὸς καὶ παντὸς τοῦ περὶ ταῦτα δικαίου κατασχόν- τος μου τήν τε γνώμην καὶ τὴν δεξιὰν ἐνέγραψα ταῦ- τα ἅπερ ἂν καὶ ὁ πατήρ, εἰ πρὸ τῆς ὀργῆς διαθήκας ἔγραφε.

τούτων δὲ γεγενημένων ἔδραμον εὐθὺς ἐπὶ τοὺς νεώς, εἵπετο δὲ καὶ ὁ δυστυχὴς ἀδελφός, καὶ παρὰ τῶν θεῶν προσκείμενος τοῖς ἕδεσιν ᾔτουν ὑγιᾶ- ναι τοῦτον ἡμῖν, ὅπως ἂν τῶν ἄλλων ἀγαθῶν ἐμέ τε ἐπαινέσῃ καὶ πρὸς τοῦτον διαλλαγῇ. καὶ τῆς ὑστεραίας ἠκούομεν τῶν ἰατρῶν τὰ βελτίω λεγόντων καὶ ὡς ὕπεισιν ἐλπίδες, εἶτα ὡς νενίκηται τοῦ κακοῦ τὸ πλέον, εἶτα ὡς ἅπαν.

καλεῖ δή με πάλιν καὶ τὰς διαθήκας κελεύει φέρειν, ἀναγνοὺς δὲ καὶ συγγενόμενος ἀνθρώ- ποις οἶς διιστάναι τὰς συγγενείας ἡδὺ μιαρὸν καὶ πο- νηρὸν καὶ θεοῖς ἐχθρὸν καὶ τὰ τοιαῦτα ὠνόμαζε καὶ ἔγωγέ φησιν ἐξελῶ καὶ ἀποκηρύξω. καὶ ᾤμην εἰ- ναι τὰ τοιαῦτα λόγον, μὴ γὰρ ἄν ποτε γράμμα οὕτω [*](2 πῶς ante οὐκ PMCrClPaBVa edd om Ma delevi πε- πραγμένον; πῶς; (scil. εἴποιμι ταῦτα) coni Re ὡς lacobs Lect | ἠδυνήθην MaClVa 4 μοι om Va 5 τοῦ om Ma 6 μοι CrMaClPaVa | ἐνέγραψα ταῦτα inser Cl 2 | ἐνέθηκα Va | ταῦτα om Va 7 ἅπερ Cl sed ἅ inser m 2 9 καὶ et δυστυχὴς om MaClPaVa | ὁ in ras inser Ma 3 10 παρὰ incertum Cr ut pleraque quae antecedunt et sequuntur usque ad p. 591, 15 καὶ περὶ BVa „παρὰ videtur delendum esse aut potius loco huius παρὰ leg. esse πατέρα et loco pronominis τοῦτον paulo post ad- verbium πάλιν“ Re πάλι lacobs Lect | τοῖς post παρὰ PMB edd delevi | τοῖς inserui e MaPaVa om PMClB edd | ὑγιάναι MaClBVa 11 τε om Va 12 γρ ἐκεῖνον in marg Mor 13 ὧς] τὸ Re 14 ὕπεισι Pa 15 καλεῖ — 16 δὲ om MaCl | καὶ ante πάλιν Mor Re delevi 17 διεστάναι MaClBVa 20 τὰ τοιαῦτα] ταῦτα MaClPaVa | οὕτω γράμμα MaClPa BVa | πρᾶγμα Cobet Coll 299 at cf. p. 592, 15; t. IV 393,7)

591
καλὸν ἄξιον νομίσαι δίκης. ὁ δὲ ἔμελλεν ἄρα τοῖς παροξύνουσι καὶ τοὖργον αὐτὸ χαριεῖσθαι. καὶ νῦν ἠκούετε κατηγοροῦντος αὐτοῦ.

19. Νόμος γάρ μοι δέδωκεν ἀποκηρύττειν φησίν. οἶδα καὶ ἐπαινῶ γε τὸν νόμον βοηθοῦντα πα- τράσιν ἀδικουμένοις οἱ δικαίως | ἂν μετὰ τοὺς [*](RIV 675) θεοὺς ὑπὸ τῶν παίδων τιμῷντο. ἃ τοίνυν πεπόνηταί μοι περὶ αὐτὸν παρὰ πάντα τὸν χρόνον τί δεῖ καθ’ ἕκαστον λέγοντα ἐνοχλεῖν ἀρκούσης εἰς μαρτυρίαν τοὐ- μοῦ τρόπου τῆς διαθήκης τοῦ πατρός;

οὐ γὰρ ἄν, εἰ μὴ καὶ φιλοπάτορα καὶ παιδείας ἐπιθυμητὴν καὶ κρείττονα ἡδονῶν καὶ πρεσβυτέρους αἰδούμενον καὶ πρᾷον καὶ φιλόπονον καὶ ἴσον ἀπέχοντα τοῦ τε ἀνα- λίσκειν καὶ τοῦ κερδαίνειν κακῶς, εἰ μὴ ταῦτά τε συνῄδει καὶ τἄλλα πάντα ἁπλῶς ἃ τῶν ἀγαθῶν ἐστιν, οὐκ ἂν ὅλης τῆς οὐσίας ἐποίει κύριον.

ἀλλ’ ὅμως ὃν οὐδεπώποτε ἐμέμψατο νῦν ἀποκηρύττει λέγειν ἔχων οὐδὲν τοιοῦτον οἷά τινες ἤδη λέγοντες ἔδοξαν εἰκότως ἀγανακτεῖν. ἐγὼ γὰρ ἤδη τινὰ τοῦτο πεπονθότα ἰδὼν ἠρόμην τινὰ τῶν πλησίον ὅ τι ἁμάρτοι. ὁ δὲ ἑταίραν ἔφη τρέφει τοῦ πατρὸς καταφρονῶν. ἑτέρου ταὐτὸ [*](6 cf. t. IV 746, 17 R) [*](2 τοὔργον Va τοὔργον Cl 5 τοῖς ante πατράσιν Mor Re delevi 6 μὰ PM Ferr cf. t. VI 527,2 c. schol. 7 θεοὺς in lac 12 – 14 litt om Va | νόμων Β | πεποίηταί Pa) [*](8 παρὰ om BVa | καθέκαστον PMMaClPa 11 καὶ μὴ Β et γρ in marg Mor 13 πρᾶον Va Ferr Mor | ἶσον Cl | καὶ post ἴσον repet MaCl | τε — 15 καὶ om MaCl 14 τε scripsi γε PMMaClBVa edd sed γρ τε in marg Mor μοι Pa 15 τ’ ἄλλα Β 16 ὅλως MaClPa | ἐποίει τῆς οὐσίας CrMaCl PaBVa 17 οὐδεπώποτε scripsi e MaClPaBVa οὐδέ ποτε PM edd 18 οἷον Va | ἔδοξεν Va 20 ὅτι ClVa 21 τρέ- φει scripsi e MaPaBVa ut coni Re τρέφειν Ρ sed v eras, MCl edd)

592
πεπονθότος πάλιν ἠρόμην. καί τις εἶπεν οἶνον πολὺν εἶναι τὴν πρόφασιν. ὁ δέ τις εἰσελθὼν ἐβόησεν· ἄν- δρες δικασταί, ἐν ὄρνισι καὶ κύβοις ὁ παῖς μοι διατρίβει τῶν σπουδαίων πράξεων ὀλιγω- ρῶν καὶ ἔστι χαλεπὸς τοῖς ἡλικιώταις καὶ παίει τοὺς ἐντυγχάνοντας. ἐγένετο καὶ πρὸς ἀδελφὸν μῖσος ἀποκηρύξεως αἴτ’ ἴον, καί τις ἐξέβαλεν υἱὸν αἰσθόμενος ὧς ἥδιστα ἂν ἴδοι τεθνεῶτα τὸν ἀδελφόν.

22. Τί οὖν ἀδικῶ τούτων ἢ τί τούτοις παραπλή- σίον; τούτων μὲν οὐδέν φησιν, ἕτερα δὲ ἐμοῦ βουλομένου σὺ γέγραφας ἕτερα καὶ δύο ἐποίη- σας ἀνθ’ ἑνὸς κληρονόμους, σαυτόν τε καὶ τὸν [*](RIV 676) ἀδελφόν. ἀδελφὸν | λέγεις; καὶ τί θαυμαστόν; τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ κύριος ἐγὼ τῶν γραμμάτων καταστὰς πονηρὸς εἰς ἐκεῖνον ἐν οἶς ἔγρα- φον ἐγιγνόμην.

εἰ μὲν οὖν ἔχεις, ὦ πάτερ, ἐπιδεῖ- ξαί με τῇ πρὸς σὲ δυσμενείᾳ τοῦτο πεποιηκότα, λάμ- βανε δίκην, μὴ τὴν νυνὶ ταύτην, μικρὰ γάρ, ἀλλ’ ἀπόκτεινον· εἰ δ’ οὐκ ἂν ἔχοις κακίσαι τὴν γνώμην οὐδ’ εἰπεῖν ὅτι ταῦτα πολεμῶν ἐμοὶ πεποίηκε, πῶς διαβάλλεις ἔργον οὗ μέμψασθαι τὴν αἰτίαν οὐκ ἔχεις;

καὶ ἐν τοῖς φονικοῖς νόμοις οὕτω κρίνεται τὰ πράγματα. οὐ δυοῖν ἀνδροφόνοιν ὁ μὲν φυγὼν [*](1 Callim. epigr. 64, 4 3 cf. p. 97, 5. Dem. fals. leg. p. 417, 21) [*](2 ἐβόησε Ρ 3 γρ ὄρεσι in marg Mor 4 μοι reposui e libris μου edd sed γρ μοι in marg Mor 6 τὸν ante ἀδελφὸν MaClPaVa 8 ἥδιστ’ CrMaClPaBVa | ἴδοι Mor sed γρ ᾔδη in marg ἴδη BVa 9 τοῦτον Ferr | τί om MaVa 10 ἕτερα — 12 ἑνὸς in marg Cl 2 11 δύο] σὺ MaCl 2 Pa | ἐποίησας Ma sed σ in ras m 2 12 κληρονόμου Ma 15 πραγμάτων Ma ClPa | καταστὰς — 16 πάτερ om Va 18 ἀλλὰ ΡΜ edd 19 ἔχοι Οἶ’ 20 οὐδὲ ΡΜ edd | πεποίηκεν Ma 22 ἔργοις Ferr et γρ in marg Mor | τούτω MaClPaVa)

593
κατέρχεται, ὁ δὲ φεύγει καθάπαξ αὑτοῦ καταγνοὺς ἤ μὴ τοῦτο ποιήσας ἀποθνήσκει μένων; τί τούτων αἴτιον; ἆρ’ ὅτι μᾶλλον οὗτος ἢ ’κεῖνος ἀπέκτονεν; οὔ, οὐκ ἔστι γὰρ ἧττον ἢ μᾶλλον ἀποθανεῖν, ἀλλ’ ὅτι τῷ μὲν ἐκ προνοίας ἐτολμήθη τὸ ἔργον, τῷ δὲ οὐ βουλομένῳ ἀτυχῆσαι συνέβη.

διὰ τοῦτο τὸν μὲν ὁ νόμος μισεῖ, τὸν δὲ ἐλεεῖ. κἂν ἀμύνηταί φησιν, ἐξέστω, κἂν ἐν μάχη νομίσας τὸν οἰκεῖον πολέμιον κτείνῃ, μὴ ἔστω δίκη. τοσοῦτον ἐν τοῖς ἔργοις ἡ γνώμη δύναται. καὶ πρὸς αὐτὴν εἰώθαμεν βλέποντες τὸ πεπραγμένον ἢ χρηστὸν ἢ πονηρὸν ἡγεῖσθαι.

κατὰ τοῦτο τοίνυν, ὦ πάτερ, τὸ δίκαιον καὶ νῦν ἐμοὶ δίκασον. ἐγὼ ταῦ- τα ἔγραφον ἐφ’ ὕβρει τῶν σοὶ δοκούντων καὶ κρείττων εἶναι βουλόμενος τοῦ πατρός, σὲ δὲ ἀσθενέστερον τῶν ἀρεσκόντων ἐμοί; ταῦτ’ ἔλεγες ἀεὶ περὶ ἐμοῦ πρὸς τοὺς δημότας, ταῦτα πρὸς τοὺς φυλέτας, ταῦτα πρὸς τοὺς πολίτας, ταῦτα πρὸς τοὺς ξένους, οὐ τὸν ἐπιεικῆ καὶ πρᾷον, οὐ τὸν αἰδοῦς γέ- μοντα, οὐ τὸν τῆς μητρὸς κατήκοον, οὐ τὸν τοῦ πα- τρός, οὐ τὸν τῶν παιδαγωγῶν; ἐξαίφνης οὖν ἐγὼ περὶ [*](1 cf. p. 563, 15 7 Antiph. tetral. III 4 § 7 p. 128, 39) [*](1 καὶ ante κατέρχεται MaClPaVa Mor sed in hoc γρ in marg om, Re | αὐτοῦ MaCl 2 τὸ ante τούτων Β 3 ἐκεῖ- νος MaClPaBVa edd | ἀπέκτεινεν MaPaBVa 4 ἔστιν Va sed v eras 5 τὸν et βουλόμενον CrMaClPaVa et γρ in marg Mor 6 διατοῦτο MaPaBVa | μισεῖν Re 7 αἰδεῖται CrMa ClPaBVa et γρ in marg Mor 8 νικήσας ΡΜΒ Ferr et γρ Mor 9 τοῖς om Va | δείκνυται Cr 11 κατὰ] καὶ MaCl τοῦτο inserui cum Sinteni, ut inseruit M n om reliqui libri edd 12 νῦν] σὺ νῦν Β σὺ Va 15 ταῦτα MaClPa 16 πρὸς(1) om Μ | τοὐς(1) om Cr | — 20 commata posui, cola Va, signa interrogationis reliqui libri edd 17 φιλέτας MaCl φιλτάτους ΡΜ Ferr et γρ in marg Mor | τούς om CrMaCl | τοὺς om CrMaClPaVa 18 πρᾶον Va Ferr Mor 19 κατή- κοον τῆς μητρὸς MaCl 20 περὶ σὲ om MaClPaVa)

594
σὲ κακός; καὶ λυπεῖν ᾑρούμην οὐ προλελυπημένος, ὃς [*](RIV 677) οὐδὲ προλυπηθεὶς ἀντιλυπεῖν ἐβουλόμην; εἰ μὲν | μανείς, πῶς ἀπαιτοῦμαι δίκην; εἰ δὲ σωφρονῶν, οὐ σωφρονοῦντος τὰ τοιαῦτα.

27. Ἀλλὰ τί δὴ παθὼν οὐκ ἐν οἷς ἐκέλευες ἔμενον οὐδὲ μόνος ἠξίουν κληρονομεῖν; ᾤκτειρα, ὦ πάτερ, δυστυχοῦντα ἀδελφόν, οὐ γὰρ ὀκνήσω γε τἀληθῆ πολ- λάκις εἰπεῖν, καὶ οὐχ οἷός τε ἐγενόμην τῆς διαθήκης ἐκβαλεῖν, ἀλλ’ ὥσπερ ἀκούειν ἡγούμην τῆς Φύσεως βοώσης· ἔγγραφε καὶ τὸν ἀπὸ τῶν αὐτῶν σοι γονέων, ὥσθ’ ἡ μὲν χεὶρ ἐμή, πάτερ, ἡ δὲ ἀνάγκη τῆς δαίμονος, ἧς τοὺς νόμους οἱ μὲν χρηστοὶ τηροῦ- σιν, οἱ δὲ χείρονες παραβαίνουσιν.

ἐμοὶ δὲ ἡ τῶν νόμων ἐκείνων αἰδὼς συνηυξήθη, δι’ οὕς, εἴ τις σοὶ τῶν πολεμίων ἐπίοι, δέξομαι ῥᾳδίως ὑπὲρ σοῦ τὴν πληγήν, τῶν αὐτῶν δ’ ἂν καὶ ἡ μήτηρ τυγχάνοι. ἆρ’ οὖν μοι δώσεις καὶ τρίτον εἰπεῖν ὡς καὶ τὸν ἀδελφὸν τοῦτον αὐτὸν ῥυόμενος πέσοιμ’ ἂν ἡδέως; οὐ γὰρ ὀνόματα ἀπλῶς ἡγοῦμαι τὰς προσηγορίας ταύτας, τὸν [*](9 cf. ad p. 467, 19 12 cf. ad t. V 426, 8; VI 404, 19) [*](1 ὃς om FaBVa 2 ἠβουλόμην MaClPaVa 3 ἀπαι- τῶμαι ΡΜ Ferr | δ’ αὖ MaClPa | σωφρονῶ Cl 5 οὐκ — 6 κληρονομεῖν om Μ 6 ἠξίους Ma sed σ suprascr m 3 7 ἀδελφὸν δυστυχοῦντα Μ | τὸν ante ἀδελφὸν inser Mor Re delevi | γε om B Va | πολλάκις εἰπεῖν] λέγειν MaClPaBVa 9 Φύσεως scripsi φύσεως libri edd 11 ὥσθ’ om MaClPaB Va | τύχη MaClBVa 13 χείρους MaClPaBVa Mor Re cf. t. III 198, 2 14 τι MaCl 15 ἐπίοι scripsi e Μ sed οι ex ῃ corr n, BVa sed in hoc ίο in ras ἐπίῃ PClPa edd ἐπιῆ Ma sed ~ del et supra ι m3 16 τυγχάνη Β | ἆρ’ οὖν scripsi cum lacobsio Lect ἆρ’ ἄν ΡΜ edd ἀρά MaClPaVa ἆρά Β) [*](17 καὶ(2) om MMaCl 18 αὐτῶν Β | πέσοιμι Ma 19 ἄλλως lacobs Add 46 Lect coll t. V 543, 14)

595
πατέρα καὶ τὴν μητέρα καὶ τὸν παῖδα καὶ τὸν ἀδελ- φόν, ἀλλ’ ἐν ἑκάστῳ τούτων τοῦ στέργειν ἀλλήλους ἀνάγκην τινὰ ἐγκεῖσθαι.