Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

εἰ μὲν οὖν ἔχεις, ὦ πάτερ, ἐπιδεῖ- ξαί με τῇ πρὸς σὲ δυσμενείᾳ τοῦτο πεποιηκότα, λάμ- βανε δίκην, μὴ τὴν νυνὶ ταύτην, μικρὰ γάρ, ἀλλ’ ἀπόκτεινον· εἰ δ’ οὐκ ἂν ἔχοις κακίσαι τὴν γνώμην οὐδ’ εἰπεῖν ὅτι ταῦτα πολεμῶν ἐμοὶ πεποίηκε, πῶς διαβάλλεις ἔργον οὗ μέμψασθαι τὴν αἰτίαν οὐκ ἔχεις;