Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἀλλ’ ὅμως ὃν οὐδεπώποτε ἐμέμψατο νῦν ἀποκηρύττει λέγειν ἔχων οὐδὲν τοιοῦτον οἷά τινες ἤδη λέγοντες ἔδοξαν εἰκότως ἀγανακτεῖν. ἐγὼ γὰρ ἤδη τινὰ τοῦτο πεπονθότα ἰδὼν ἠρόμην τινὰ τῶν πλησίον ὅ τι ἁμάρτοι. ὁ δὲ ἑταίραν ἔφη τρέφει τοῦ πατρὸς καταφρονῶν. ἑτέρου ταὐτὸ [*](6 cf. t. IV 746, 17 R) [*](2 τοὔργον Va τοὔργον Cl 5 τοῖς ante πατράσιν Mor Re delevi 6 μὰ PM Ferr cf. t. VI 527,2 c. schol. 7 θεοὺς in lac 12 – 14 litt om Va | νόμων Β | πεποίηταί Pa) [*](8 παρὰ om BVa | καθέκαστον PMMaClPa 11 καὶ μὴ Β et γρ in marg Mor 13 πρᾶον Va Ferr Mor | ἶσον Cl | καὶ post ἴσον repet MaCl | τε — 15 καὶ om MaCl 14 τε scripsi γε PMMaClBVa edd sed γρ τε in marg Mor μοι Pa 15 τ’ ἄλλα Β 16 ὅλως MaClPa | ἐποίει τῆς οὐσίας CrMaCl PaBVa 17 οὐδεπώποτε scripsi e MaClPaBVa οὐδέ ποτε PM edd 18 οἷον Va | ἔδοξεν Va 20 ὅτι ClVa 21 τρέ- φει scripsi e MaPaBVa ut coni Re τρέφειν Ρ sed v eras, MCl edd)

592
πεπονθότος πάλιν ἠρόμην. καί τις εἶπεν οἶνον πολὺν εἶναι τὴν πρόφασιν. ὁ δέ τις εἰσελθὼν ἐβόησεν· ἄν- δρες δικασταί, ἐν ὄρνισι καὶ κύβοις ὁ παῖς μοι διατρίβει τῶν σπουδαίων πράξεων ὀλιγω- ρῶν καὶ ἔστι χαλεπὸς τοῖς ἡλικιώταις καὶ παίει τοὺς ἐντυγχάνοντας. ἐγένετο καὶ πρὸς ἀδελφὸν μῖσος ἀποκηρύξεως αἴτ’ ἴον, καί τις ἐξέβαλεν υἱὸν αἰσθόμενος ὧς ἥδιστα ἂν ἴδοι τεθνεῶτα τὸν ἀδελφόν.

22. Τί οὖν ἀδικῶ τούτων ἢ τί τούτοις παραπλή- σίον; τούτων μὲν οὐδέν φησιν, ἕτερα δὲ ἐμοῦ βουλομένου σὺ γέγραφας ἕτερα καὶ δύο ἐποίη- σας ἀνθ’ ἑνὸς κληρονόμους, σαυτόν τε καὶ τὸν [*](RIV 676) ἀδελφόν. ἀδελφὸν | λέγεις; καὶ τί θαυμαστόν; τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ κύριος ἐγὼ τῶν γραμμάτων καταστὰς πονηρὸς εἰς ἐκεῖνον ἐν οἶς ἔγρα- φον ἐγιγνόμην.