Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

καὶ ἔμελλε δὴ καὶ ἐπ’ ἐμὲ. πορεύεσθαι τὸ πρῶτον ἐξεργα- σάμενος, οὔπω δὲ διαβεβλημένος ἐγὼ πεσὼν εἰς τοὔ- δαφος ἐδεόμην τοῦ πατρὸς μὴ πονηρὸν οὕτω νομίζειν τὸν υἱὸν μηδὲ τὴν τῶν συκοφαντούντων κακοήθειαν πιστοτέραν ποιεῖσθαι τῆς ἀληθείας. αὐτὸς γοῦν ἔφην [*](2 κληρονόμω τῆς οὐσίας Ma | κληρονόμους Β 3 μὴ δὲ PMaClPaBVa Ferr 5 ἆρα Cl 7 πλημελεῖ PMMaVa Ferr | οὑμὸς] ὁ MaClPaB Va | τά γε ἀληθῆ] τὰ τε ἀληθῆ Va τἀληθῆ MaClPa 8 φέρεται PaVa 9 ἄνθρωπος τίς Ma 11 κατη- γοροῦντος Β 12 μικρὸν PaBVa 15 τί MMa 16 τί Ma ClB 18 καὶ om Ferr | τότε scripsi e Ma τό τε reliqui libri edd | τὴν ante ἀποκήρυξιν Pa 19 ἐκεῖνος ἄνθρωπος MaCl PaB Va 20 πρὸς Ma | τοπρῶτον Mor | ἐξειργασμένος Pa 23 μὴ δὲ PMaClPaBVa Ferr 24 ποιῆσαι MaCPa)

589
ὁ συνὼν ἐγὼ καὶ συνεζευγμένος καὶ πάντα εἰδὼς ἐπιτιμᾶν μὲν αὐτῷ, τοσαύτην δὲ οὐ συνειδέναι κακίαν. καὶ ἄμα ἠξίουν τοὺς διαβάλλοντας εἰς μέσον ἐλθεῖν καὶ μὴ φεύγειν τὸν ἔλεγχον μηδὲ ἐξ ἀφανῶν βάλλειν.

14. τούτοις καὶ τοιούτοις λόγοις ἐμοῦ χρωμένου καὶ τοῦ πατρὸς ἴσως ἂν ἐνδόντος ἐμπίπτει ποθὲν ἐκεῖνο τὸ τῆς νῦν αἴτιον ἀποκηρύξεως νόσημα. καὶ ἦμεν ἐν δάκρυσιν ἅπαντες, ἡ μήτηρ, ὁ τότε ἐγὼ φιλούμενος, ὁ προσκεκρουκὼς ἀδελφός, ᾦ μέγιστον ἦν τῆς συμ- φορᾶς τὸ μὴ ἔχειν εἰσελθεῖν παρὰ τὸν κάμνοντα μηδὲ θιγεῖν ἐγγύθεν μηδὲ ταῖς χερσὶ θεραπεῦσαι τὸ σῶμα.