Declamatio 47
Libanius
Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
καὶ ἧκεν εὐθὺς ἐχθρὸς τοῦ παι- δός. τῷ δὲ οὐκ ἦν οὐ στῆναι πλησίον, οὐκ εἰπεῖν τι [*](RIV 673) πρὸς τοῦτον, οὐκ ἀκοῦσαί τι λέγοντος, | οὐ κοι- νωνῆσαι τραπέζης. καὶ πολλή γε τῷ πατρὶ χάρις ὅτι μὴ καὶ τότε πρὸς ἀποκήρυξιν ὥρμησεν. οὕτως ὁ χρηστὸς ἄνθρωπος ἐκεῖνος οὐκ ἀνίει τὴν ὀργὴν ἀκονῶν.