Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τῆς νόσου δὲ φοβούσης ἐδόκει γε δεῖν τῷ πατρὶ διαθήκας ποιεῖσθαι καὶ καλέσας με καὶ παρακαθισά- μενος καὶ τοὺς ἄλλους ἀπελθεῖν κελεύσας ἐγὼ σέ φησιν ἄξιον εἶναι νομίζω μόνον τῶν ἐμῶν κλη- ρονομεῖν. καίτοι πρότερόν γε οὐχ οὕτως ἐγνώ- κειν, ἀλλ’ ὥσπερ εἶναί μοι δύο παῖδας, οὕτω δύο γενέσθαι καὶ τὴν οὐσίαν μέρη, νῦν δὲ ὁ σὸς ἀδελφὸς κωλύει ταῦτα οὕτω γενέσθαι μὴ πάντα τὰ | σὰ μιμούμενος, ἁλιὰ διδούς τι- [*](RIV 674) σιν ἀφορμὰς τῶν καθ’ ἑαυτοῦ λόγων· ταῦτα, ἔφη, δέδοκται. ταῦτα γράφε.