Declamatio 47
Libanius
Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἀλλὰ σὺ μὲν ταῦτα ᾔτεις, χαλε- πὸν δὲ ἄρα ἦν νικῆσαι τοὺς βασκάνους. οὕτω γὰρ τῶν πραγμάτων προι·όντων καὶ δοκούντων ἡμῶν εὖ πράτ- τειν πλημμελεῖ μέν τι καὶ οὑμὸς ἀδελφός, δεῖ γὰρ τά γε ἀληθῆ λέγειν, καὶ μικρόν τι τῆς ἔμπροσθεν ἐκφέ- ρεται τάξεως. τοῦτο δὲ ἁρπάσας ἄνθρωπός τις φάσκων εὔνους εἶναι τῷ πατρὶ προσελθὼν καὶ στενάξας ὧς δὴ συναχθόμενος κατηγορῶν ἀπόντος τοῦ νέου μεγαλύνων τὸ σμικρὸν καὶ τοῦτο αἴρων τῷ λόγῳ φάσκων αἰσχύ- νεσθαι τοῖς ἡμετέροις κακοῖς ἄγριον ἐποίησεν ἄνθρω- πον οὐ τοιοῦτον.