Declamatio 44

Libanius

Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

καίτοι προσβαλλόντων ἤδη τῷ τυράννῳ καὶ τὴν ἐλευθερίαν ἀνακτωμένων καὶ τοῦ πράγματος ζέοντος ῥᾷστον ἦν ἤδη που τὸ γυναῖκα λαβόντα καὶ παῖδας ἐλθεῖν ἑτέρωσε καὶ ζῆν ἔξω τῶν ὑμετέρων νόμων ἐπὶ πάσης ἀδείας. ἀλλ’ ἐμοὶ τῷ μηδὲν ὑμᾶς ἠδικηκότι τῆς πατρίδος οὐδὲν ἥδιον. ἔμενον οὖν θαρρῶν οὐδενὸς ἐξελαύνοντος φόβου.

μὴ οὖν, ὦ ἄνδρες, τὸν μεθ’ ὑμῶν κατ’ ἄγνοιαν τοῦ μέλλοντος ἔννομον φόνον μᾶλλον οἰηθῆτε [*](12 Aristid. Panatli. t. I 291, 14 ed. Dind.) [*](2 γοῦν om Μ μὴ ViClVa 3 οὐ κακὸν scripsi e Μ κακὸν ViClVa καλὸν Β καλὸς L sed σ in ν corr m 2 καλῶς edd I ἔχειν post φόνον inserendum coni Mor quod probat Re | τοῦ φόνου Β Ι ὡμολογεῖτε scripsi auctore Re ὁμολογεῖτε libri edd 5 φεύγω μόνος scripsi e MViClBVa μόνος φεύγω L edd I φεύγοιμι Gasda | τε om BVa 6 δείκνυσιν scripsi e Μ ViVa sed in hoc γρ δεικνύουσιν suprascr m 2, ut coni Re δεικνύουσιν LCIB edd 7 καθῃρημένης scripsi καθαιρομένης Μ sed αιρο in ηρη corr m 2, Va sed o in ου corr m 2 καθαι- ρουμένης LViClB edd 8 ἅπερ Β 9 κριθείην scripsi e Μ ViCl κτανθείην LBVa edd | οὐδὲ μίαν BVa edd 11 ἤδη Cl sed η(2) in ras m 2 12 ἦν om MViCl inser Va 2 13 που om MViBVa δήπου coni Re | τὸ inserui e MBVa τοῦ Vi om LCl edd Ι καὶ παῖδας λαβόντα Vi | ἐπὶ ante ἑτέρωσε Vi 15 ἐμοὶ scripsi auctore lacobsio App Pors 302 Lect οἶμαι libri edd 17 δικασταί BVa cf. ad p. 480, 8 18 οἰηθῆτε scripsi e Μ sed ex οἰηθείητε corr m 2, BVa οἰηθείητε LViCl edd)

515
πονηρίας σημεῖον ἢ τὸ μὴ | ταραχθῆναι τῇ καθαι- RIV 498 δέσει τοῦ τυράννου τῆς τοῦ στρατηγοῦ δικαιοσύνης σύμβολον μηδὲ τοσούτων ὄντων τῶν τὴν αἰτίαν λυόν- των, σπουδῆς ἐν στρατηγίᾳ, μίσους πρὸς ἀντιπάλους, τῆς ἐπιμελείας τῶν νόμων ἣν ἐποιησάμην ὑπὲρ ὑμῶν, αὐτοῦ τοῦ μεμενηκέναι παρ’ ὑμῖν ἐν τῇ μεταβολῇ τῶν πραγμάτων, ὑμεῖς τῇ τῶν κατηγόρων δεινότητι πλέον ἢ τῇ τῶν ἔργων ἀληθείᾳ δότε.