Declamatio 44

Libanius

Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

μιαρὸν ἔθνος, ὦ ἄνδρες, τὸ τῶν συκοφαντῶν ἐν ταῖς πόλεσι τρέφεται κατὰ τῶν κειμένων νόμων, κατὰ τῶν ἐπιεικῶν ἀνθρώ- πων, κατὰ τῶν ὀμωμοκότων δικαστῶν. τοὺς μὲν γὰρ οὐδὲν ἀδικοῦντας σπαράττουσι, τοὺς δὲ νόμους, ὅταν τοῦτο ποιῶσιν, ἀναιροῦσι, τοὺς δ’ ἐπὶ τοῖς ὅρκοις καθημένους μετὰ τῶν κρινομένων εἰς τὰ μέγιστα ζη- μιοῦσιν. οἱ μὲν γὰρ ἀποθνήσκουσιν, οἱ δὲ μετὰ ἀρᾶς ζῶσι καὶ παραπέμπουσιν εἰς παῖδας τὴν βλάβην.

ὥσ- περ οὖν τοὺς πολεμίους κοινῇ τοῖς ὅπλοις ἀναστέλλο- μεν, οὕτω δεῖ καὶ τὴν τῶν συκοφαντῶν ἀναίδειαν καὶ βίαν ὑπὸ τῶν ἀεὶ δικαζόντων ἀνείργεσθαι. δι’ οὓς τὸ [*](11 cf. ad p. 491,4) [*](1 τῶ Μ sed ῶ in ὸ corr m 2, Vi 2 τοῦ(2) om Mor Re | δικαιοσύνης Va sed οσύνης in ras δικαίας ποινῆς L sed γρ δικαιοσύνης suprascr, Ferr Mor 3 σύμβουλον Cl Ι μὴ δὲ libri Ferx | κωλυόντων L Ferr Mor 4 σπουδῆς — ἀντι- πάλους praemisso λει ΄ in marg Μ m om ViCl sed in hoc lac 15 — 16 litt, Va I στρατηγίᾳ scripsi e M mB ut coni Re στρατείᾳ L edd I „malim πρὸς τοὺς ἀντιπάλους“ Re 5 τῆς inserui e MVi ut inser Va om LClB edd | ἦς Β 6 αὐτοῦ Va sed ῶν supra οῦ m 2 8 δότε Μ sed ό in co corr m 2 | μιαρὸν Va sed ὸ ex ῶ corr m 2 9 δικασταί BVa cf. ad p. 480, 8 11 ὁμω- μοκότοων L Ferr Mor 12 οὐκ Β et inser Va 2 13 δὲ L Mor Re 18 δὴ MVa sed in utroque ὴ in εῖ corr m 2, Ferr Mor | καὶ(1) om ViCl)

516
μηδὲν ἀδικεῖν ἴσους ἔχει κινδύνους τῷ πονηρεύεσθαι καὶ παραπλησίως ὑπὸ τὰς ψήφους ὅ τ’ ἐπιεικέστατος καὶ ὁ μιαρώτατος ἄγεται. καὶ πλείους γε τῶν χρηστῶν ἢ τῶν φαυλοτέρων ἀπόλλυνται. οἱ μὲν γὰρ ἄμα τοῖς ἀδικήμασιν ὅ τι ἐροῦσι μεριμνῶσι, τοὺς δὲ τὸ πιστεύ- ειν τοῖς βεβιωμένοις ἀπαρασκεύους παραδίδωσι τοῖς μελετῶσι λέγειν.