Declamatio 44

Libanius

Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

διὰ δὴ ταῦ- τα νόμοις μὲν ἐπιβουλεύουσιν, ἑτέρωθι δὲ ὧν δεῖ πρὸς τὸ ἔργον ἑτοιμάζουσι καὶ τοὺς μὲν ἔλαθον ὧν ἐπιθυ- μοῦσι γεγονέναι δεσπόται, τοῖς δὲ καταφανεῖς ἐγένοντο παρ’ ὧν ὥρμηντο. μὴ τοίνυν ἃ τῇ τοῦ πράγματος φύσει συμβαίνειν εἴωθε, ταῦτ’ ἐπὶ τοὺς στρατηγοὺς δῷς ἰσχύειν.

57. Καὶ τὸν ξένον, φησίν, ἀπέσφαξας φέρον- τά τι πρὸς ἡμᾶς ἀπόρρητον. πρόσθες ὅτι τοῦ νό- μου τοῦτο κελεύοντος. καὶ τούτους ἐρώτησον, πό- τεροι τυραννίδα ποιοῦσιν, οἶ τοὺς ὄντας ὑμῖν νόμους βεβαιοῦν οἰόμενοι δεῖν ἢ οἵτινες τοὺς βεβαιοῦντας κρί- νοῦσι; γένοιτ’ ἄν τι τούτου καινότερον; ἡ μὲν γραφὴ τυραννίδι με συνάρασθαί φησιν, ἡ δὲ ἀπόδειξις τὸ πεπεῖσθαί με τοῖς νόμοις ἐστί. καὶ τὸν αὐτὸν τυράν- νου τε σύμμαχον καλοῦσι καὶ φύλακα τῶν νόμων. τότ’ ἂν εἰκότως ἐκρινόμην, τότ’ ἂν ἐμισούμην δικαίως, εἰ τόν τε νόμον εἰδὼς καὶ τὸν ξένον ὁρῶν τὴν τοῦ ξένου φωνὴν ἔμπροσθεν ἦγον τοῦ νόμου.