Declamatio 44

Libanius

Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τοιοῦτό τι καὶ περὶ τοὺς κακουργοῦντας τῶν οἰκετῶν συμβαίνει. οἱ γὰρ ὑφαιρεῖσθαι τὰ τῶν δεσποτῶν ἐπιχειροῦντες ὑφ’ ὧν οὐκ ἄν τις ᾠήθη πολλάκις ἐμηνύθησαν, ὁ δὲ ταμίας οὐκ ᾔσθετο. καί, νὴ Δία γε, τῶν γειτόνων τις ἔγνω τὴν ἐπιβουλὴν πρὸ τῶν ὁμοδούλων. τί οὖν θαυ- μαστὸν εἰ κἀν τοῖς κοινοῖς τῆς πόλεως ἴσον τι γίγνε- ται καί τις ἐπιβουλεύων τοῖς νόμοις ὅν ᾤετο κωλύσειν λαθὼν ᾧ μελήσειν οὐκ ἐνόμιζε, τούτῳ κατέστη δῆλος.

Ξένος ἧκεν ἐρῶν. εἰκότως. οὐ γάρ, εἴ τις ἐπιβουλεύει πόλει, καὶ τὴν παρασκευὴν δι’ ἧς ἡγεῖται κρατήσειν, ἐν ταύτῃ ποιεῖται τῇ πόλει. τουτὶ γὰρ ἂν εἴη θανατῶντος, οὐ τυραννίδος ἐρῶντος. τίς γὰρ οὐκ ἂν ὑπείδετο πλῆθος ὁρῶν σωμάτων ἀθροιζομένων, [*](2 Plat. Theaet. p. 150 A) [*](1 πειρᾶτε La sed αι supra ε p 2 τι om Cl 3 τὸν ἀνώ- νυμον Cl 4 ὁντιναοῦν MBVa cf. p. 491, 12 | ἐθάρρησεν scripsi e LaBVa ἐθάρσησεν LMViCl edd cf. p. 514, 16; 427, 5; t. II 35, 15; IV 444, 8; V 320, 7; 479, 6; | οὐκοῦν — 5 παρημέλησεν om Β 5 τοι Cl 6 τί MClVa Ι κεκωλυμένων LaVi Ι τοιοῦτό τι scripsi e LaViBVa ut coni Re τοιοῦτόν τι Μ τοιοῦτό τοι LCl edd 7 κακούργους MLaVi 9 voce ὧν des La fol, 35; voce κρινομένου p. 517, 11 inc fol. 36; media duobus foliis amissis perierunt 10 τίς MViVa edd 12 κἂν ViClB | καινοῖς Vi I τῶν πόλεων Β Ι ἶσον ViClVa | τί MViBVa | γίνεται Β edd) [*](13 κωλύειν Μ sed σ inser m 2, ViClVa sed in hoc ras 1 litt post υ 14 τοῦτο Va 16 ἐπιβουλεύσει Vi | τῇ ante πόλει ὑφωρᾶτο edd delevi 19 ὑπείδετο L sed ὑπώπτευσεν in marg | ἂν οὐχ ὑπείδετο Μ)

510
πλῆθος ὅπλων κατασκευαζομένων, συμπόσια, συλλόγους, τοὺς διαθέοντας, τοὺς κολακεύοντας, πάντα ἀπλῶς ὧν [*](RIV 495) δεῖ τοῖς περιεσομένοις | τοῦ δήμου;