Declamatio 44

Libanius

Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ὅλως δὲ [*](16 cf. p. 490, 12) [*](2 οἷς Μ sed in ὧν corr m 2, ViClBVa 4 νόμοις scripsi coll p. 509, 13 ἄλλοις libri edd „sed malim τοῖς ὁμοφύλοις aut τοῖς ἀστοῖς“ Re I ἑτέρωθεν BVa 6 γεγονέναι δεσπόται VaCl sed γεγονέναι inser Va et in marg Cl2 | δεσπόσαι MVi Ι ἐγίνοντο Cl 9 δῶς Μ sed co ex ὁ corr m2, Va sed ς in ras δὼς Vi sed ω in o ras corr 11 πρόσθες — 17 ἐστί praemissis verbis καὶ τὴν ἀντίληψιν δὲ ἀπλῶς εἰσήγαγεν, ἐπεὶ καὶ αὐτὴ οὐχὶ τῷ κατηγόρῳ ἥρμοζεν. ἔχει δὲ καὶ αὕτη οὕτως· citat lo. Doxap. l. l. cod. Vat. fol. 256 v. Bar. fol. 114 v 12 τοῦτο inserui e Doxap om libri edd | πότερον ViClB Doxap 15 ἄν Va sed" in ras m2 | τούτων Doxap 16 τυραννίδος Doxap Ι μὲν Vi 17 πεσεῖσθαι Β πείθεσθαι Doxap 18 καλοῦσι] εἶναι λέγουσι Cl 21 φόνου Cl)

511
τί δεῖ γράφειν τοὺς νόμους, εἰ τῶν πραγμάτων ἡκόν- των ὑπὲρ ὧν ἐτέθησαν εὐχερῶς αὐτ’ οὑς ὑπερβησόμεθα; πῶς δὲ οὐ γελοῖον ἐν τοῖς αὐτοῖς δικαστηρίοις τοὺς μὲν ὡς ὑπεριδόντας τῶν νόμων, τοὺς δὲ ὡς ἀκολουθή- σαντας τοῖς νόμοις δοῦναι δίκην; εἶπέ τι φέρειν ἀπόρ- ῥῆτον; ὁμολογῶ. ἐγὼ δ’ οὐ προσεῖχον; ὁμολογῶ.

πρῶ- τον μὲν γὰρ ἡ πρὸς τὸν νόμον αἰδώς, ἔπειτα ὁ πρὸς τὴν ὄψιν θυμός, τὸ ξένον ἐν μέσοις ὑμῖν τὰ ὑμέτερα ἐκμανθάνειν τῷ κολάζειν προσῆγε μᾶλλον ἢ τοῖς ἐκεί- νου προσέχειν ῥήμασιν. ἔπειτά με καὶ τοιαύτη τις ὑπό- νοια, νὴ τοὺς θεούς, εἰσῄει· ὁ ἄνθρωπος οὗτος ἥκει μὲν ἐχθροῦ γνώμῃ καὶ παρεκινδύνευσεν ἐπὶ τῷ τὰ τῆς πόλεως εἰδὼς ἀπελθεῖν, ἁλοὺς δὲ πλάττει τὸ τῶν πολ- λῶν. τί δὲ τοῦτο ἔστιν; ὁ σαφῶς ἐγνωκὼς ὅτι τεθνή- ξεται πλάττει λόγους ἐπὶ τῷ τὸ παρὸν διακρούσασθαι καὶ ταράττει τοὺς ἑλόντας αἰτίαις ψευδέσιν ἐφ’ ἑαυ- τούς.