Declamatio 44
Libanius
Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἀλλ’ ἐῶ καὶ τοὺς ῥήτορας, ὁ δὲ ἄρχων οὑ- τοσὶ καὶ οἱ πρυτάνεις καὶ ἡ τὰ πλεῖστα διοικοῦσα βουλὴ τί μὴ πρὸς τὰς αὐτὰς αἰτίας ἄγονται; ἀλλ’ οὐχ οὗτοι κακῶς ἔξω τῆς αἰτίας εἰσίν, οὐ μὰ τοὺς θεούς, ἀλλ’ οὐ καλῶς ἐν ταῖς αἰτίαις ἐγώ. πόσοι γάρ, ἐξ ὅτου πόλεις οἰκοῦνται, μεῖζον φρονήσαντες τῶν ἄλλων ἐπ- έθεντο τοῖς νόμοις; οὐδ’ ἂν ἀριθμήσαι τις. πόσοι πρὶν ἐπιτελέσαι τὴν γνώμην ἑάλωσαν; οὐκ ὀλίγοι. πάντας οὖν οἱ στρατηγοὶ πρὸ τῶν ἄλλων εἶδον; οὐκ ἐστιν, ἀλλὰ τὸν δεῖνα μὲν ὁ στρατηγός, τὸν δεῖνα δὲ ὁ ῥή- τωρ, τὸν δέ τις τῶν ἐργαζομένων ἐπ’ ἀγορᾶς, τὸν δὲ [*](RIV 494) οἰκέτης, τὸν δὲ γυνή, | τὸν δὲ ὅπως ἄν, οἶμαι, τὰ τῆς τύχης συμπέσῃ. ὥσπερ γὰρ τοῖς θησαυροῖς ἐντυγχάνουσιν οὐχ οὓς ἄξιον πλουτεῖν, ἀλλ’ οἷς ἂν ὁ δαίμων διδῷ, οὕτω καὶ τὰς τοιαύτας παρασκευὰς πρὸ τῶν ἐν ἀξιώματι τῶν πολλῶν τις εὑρεῖν εὐτύχησεν.
53. ἔχει δέ πως καὶ λόγον τοῖς οὐ πολλοῦ τινος ἀξίοις ἢ τοῖς ἐν σχήματι τὰ τοιαῦτα παρέχειν αἴσθησιν. τὸ [*](6 cf. p. 512, 1 20 cf. ad t. III 464, 13; IV 123, 5; 268, 9) [*](1 κρίνονται La sed αι in ras f Ι καὶ ante αὐτοὶ Vi 2 αἰσθανομένων MViBVa | μὲν inser Va 2 om Cl 3 καὶ om Μ 6 οὔτοι τοι Cl I ἔξω inserui e libris om edd ἐκτὸς in- serendum coni Re, ἄπεισιν pro εἰσὶν scribendum lacobs Lect 1 αἰτίας Cl sed αἰ in ras m 2 7 καλὸς Ferr Mor | ἐξότου libri edd 8 μεῖζον scripsi e MLaViBVa μείζω LCl edd | ἄλλων ἄλλων scripsi e ClB πολλῶν Va πολῶν Vi πολλῶν LMLa edd | ἐπέθεντο scripsi e MLaViBVa ut coni Re ἐπείθοντο LCl edd) [*](9 ἀριθμῆσαί τις LLaViClBVa edd 10 πάντας Cl sed α(2) ex ε corr m 2 13 δὲ τίς ClBVa 15 ἐμπέσῃ Μ edd) [*](17 δ΄ μο La sed μο in αἵμων corr p 18 τίς MLaViB Va τι Cl Ferr Mor sed hic τις coni | εὑρὼν MBVa 19 πως reposui e libris που edd 20 σχήμασι LaVi)