Declamatio 43

Libanius

Libanius, Declamatio 43, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

6. Βούλομαι δ’ ὑμᾶς, ὦ ἄνδρες, ἀναμνῆσαι μικρὸν 15 ἐν οἵοις τε καὶ ὅσοις ἡ πόλις ἦν τοῖς κακοῖς, ἐπεὶ καὶ τοῦτο τῷ κατηγόρῳ δοκοῦν καὶ μετὰ τὴν τῶν ἔργων τυραννίδα τοῖς λόγοις οὐχ ἥκιστα καταβάλλεσθαι, καὶ [*](1 ἀλλ’ Ma sed ’λλ’ in ras m 2 | τὰ πρῶτα Mu 2 ἑταιρίας MaClVat 3 ἀνεπλήρουν scripsi e MaClVat ἐνεπλήρουν Μο Mu Re 5 ἐνόμισεν MaCl | δ’ Vat 6 περιόντος Ma sed τ περ in ras m 2 7 πεπτωκό Ma πεπτωκότα Cl | ἀποκτο- νυῖαν MaCl 8 γενναιοτάτου lacobs App Pors 329 | scripsi e VatMoMu cum lacobsio Schul et Cobeto Coll 302 τοῦτο Ma Re om Cl | λήματος scripsi cum lacobsio et Cobeto λήμματος Vat τολμήματος MaCl λῆμμα ΜοΜu Re 10 μὲν — 11 λέγω in marg Mo 2 | τὴν om Vat 11 ἀλλὰ — 12 τυράν- νου] locus corruptus „sensum probabilem habebis scribendo: δὲ τοῦ κατηγόρου ἀνάμνησιν βαρεῖαν προσφέρῃ ἐπιφέρῃ Schul) πεπτωκότος ὑπὸ γυναικὶ τοῦ τυράννου“ lacobs Lect Schul num κατηγόρου 〈οὐδὲν〉 ἄλλο ἢ? 12 punctum post τυράννου libri Re delevi cum lacobsio et Sinteni 13 διαταῦτα ΜοΜu | λυ- πεῖν reposui e libris cum lacobsio et Sinteni λιπεῖν Re | ἐθέλει MaCl 14 προσαποστερεῖν Ma 17 μετὰ Ma sed α in ras m 2 18 τοῖς inserui e MaClVat om ΜοΜu Re | οὐχήκιστα Mu | βάλλεσθαι MaClVat)

444
ὅσην εὐδαιμονίαν ἡ τῆς παρούσης γυναικὸς τόλμα καὶ γενναιότης ἡμῖν ἀντιπεριέστησεν.

ἢ τίς τῶν ἀπάν- των οὐκ οἶδεν ὅπως ἦμεν ἐπ’ εὐνομίᾳ τὰ πρῶτα καὶ νό- μοις καὶ οὐδὲν ἦν ὅ τι μὴ καὶ πρὸς δημοκρατίαν ἐπολι- τεύετο παρ’ ἡμῖν, ἀλλ’ εἶχε πάντα τὸν προσήκοντα κόσμον, ὁ δῆμος, ἡ βουλή, τὸ βῆμα, τὰ τῶν νομοφυλακούντων, τὰ τῶν στρατηγούντων καὶ ὅσα τοῦ τῶν ὁπλιτῶν καταλόγου καὶ ὅσα τοῦ τῶν ἱππέων κόσμου καὶ τῶν ἄλλως ἐν ὅπλοις ἐχόντων; καὶ τὰς μὲν τῶν ἀστυγειτόνων πόλεων εἰς ὁμαιχμίαν συνῆγε τὸ δημοκρατικὸν τοῦτο σχῆμα τῆς πολιτείας καὶ τὸ πάντα ὑπὸ νόμοις εἶναι παρ’ ἡμῖν, τὰς δ’ οὐ μετρίως ἐφόβει τὸ μηδὲν ὅ τι καὶ νοσοῦν τῶν ἐν τῇ πόλει ξυνορᾶν.

ἀλλ’ ἐπὶ τούτοις ὄντων ἡμῶν οὐκ οἶδ’ ὁπόθεν εἰσέπεσεν ἡ θεοῖς ἐχθρὰ [*](RIV 802) τυραννὶς καί τις δαιμόνων ἐχθρῶν | δημοκρατίᾳ καὶ νόμοις ὀφθαλμὸν τῇ τε πόλει καὶ ἡμῖν ἐπέβαλε βάσκανον καί τινα τούτων τῶν τὰ πάντα τολμώντων πλουσίων νεωτέροις ἐπιτολμᾶν ἀνέπεισε πράγμασι καὶ πρὸς τὸν τῆς κακοδαίμονος τυραννίδος ὑπεξέκαυσεν ἔρωτα.

ὁ δὲ μηδὲν μελλήσας καὶ μηδὲ μικρόν τι [*](6 cf. p. 356, 10 10 Her. VII 145, 2; VIII 140, 3. Thuc. I 18, 6. Zos. II 20; V 42; 50, 2 14 cf. t. IV 673, 13 R 18 cf. ad p. 279, 19 | cf. p. 458, 21) [*](1 ἡ om MaCl | τόλμη MaClVat cf. p. 447, 14 3 τα πρῶτα Ma ταπρῶτα Mu 4 ὅ τι scripsi cum lacobsio ὅτι libri Re 8 ἄλλων Vat 10 ὁμαιχμίαν scripsi e MaClVat ὀμαι- ουμἰαν Μο ὁμαἰου μίαν Mu ὀμοθυμίαν Re et in marg Μο τ Hardt (lacobs Schul) 11 πὰν Mo πάντας Vat 12 ὁ τι scripsi cum lacobsio Schul ὅτι libri Re 15 ἐχθρῶν δαιμόνων Vat | ἐχθρῶν inser Ma2 | δημοκρατίᾳ scripsi cum lacobsio δημοκρατία libri Re 16 τε om Mu 17 τολμώντων in- serui e MaClVat om ΜοΜu Re 19 ὐπεξέκαυσε τὸν Ma sed τὸν del m2 20 μελήσας ClVat | καὶ om MaClVai | μὴ δὲ libri)

445
τῆς μιαρᾶς ταυτησὶ βουλῆς ἐπισχών, πῶς γὰρ ἂν ἄνθρωπος οὕτως ὑπὸ τρυφῆς καὶ τῆς ἄλλης ἀπονοίας διεφθορώς; δεινὸν ἡγεῖται τῇ μὲν τύχῃ πλουτεῖν, τῷ δὲ βήματι μηδὲν τῶν πενομένων τούτων δὴ τῶν τοῦ δήμου πλέον αὐχεῖν καὶ τῶν μὲν ἐκ τῆς τύχης ἀγα- θῶν ἁπάντων κρατεῖν, τοῖς δὲ νόμοις μετὰ καὶ τῶν ἄλλων ὑποκύπτειν δημοκρατούμενος.

τί γοῦν; ὁρᾷ τὸν πλοῦτον, λογίζεται τὸ πολὺ τῆς τόλμης, συλλογί- ζεται τὴν δαπάνην καὶ παραυτίκα τοὺς πονηροτάτους τῶν πολιτῶν ὑποδύεται καὶ ῥᾷον οὕτω τοὺς πολλοὺς ἐξαπατήσας, τοὺς μὲν ὑποσχέσεσι κλέψας, τοὺς δὲ χρή- μασι διαφθείρας, ἐπ’ αὐτὴν ὥρμησε τὴν ἀκρόπολιν καὶ τὰ μὲν ἀφύλακτα τοῦ χωρίου καταλαβὼν ἄτε δὴ πρὸ πολλοῦ τὴν ἔφοδον καιροφυλακήσας, εἰ δέ τί που καὶ τοῦ στρατιωτικοῦ παραφυλαττόμενον ὑπολέλειπτο, τούτων δὲ τοὺς μὲν ὑπὸ τοῦ τῶν δορυφόρων πλήθους σὺν οὐδενὶ πόνῳ διωσάμενος, τοῖς δὲ καὶ νυκτὸς ἐξ ἀφανοῦς ἐπιθέμενος τὴν ὅλην εὐθὺς εἶχεν ἀκρόπολιν.