Declamatio 43

Libanius

Libanius, Declamatio 43, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἐντεῦθεν φυλακὴν ἐφίστα τῷ σώματι καὶ δορυφό- pous ἔτρεφε τοὺς τὰ ἄτοπα ἐκεῖνα ὑπηρετήσοντας. ἐν- ταῦθα τί μὲν οὐκ ἀπῆν τῶν καλῶν; τί δὲ οὐ παρῆν τῶν κακῶν; ἀπὸ τῶν νόμων ἄρχεται τῆς ἐξουσίας ἡ μιαρὰ κεφαλή, τούτους γὰρ καὶ πρὸ τῶν ἄλλων ἐκείνῳ [*](7 cf. p. 456, 11 13 Chor. tyr. p. 61, 8 14 cf. t. V 555, 12) [*](1 ἂν om MaClVat 5 τῶ μὲν τῶν ἐκ MaCl 7 γάρ, Sin- tenis 11 τοὺς(1) — 12 διαφθείρας om MaCl 13 Cl sed α(3) ex ο corr m 2 14 πρὸ πολλοῦ scripsi e MaClVat τοῦ καιροῦ ΜοΜu Re | ἔφεσιν Vat 15 στρατιωτικοῦ Ma sed ov in ras m 2 16 τοῦ Ma sed ov in ras m 2 | τῶν om Ma 18 εἶχον Ma 19 ἐφιστᾷ MaClVat 20 ἐκεῖνα scripsi e MaClVat cum Sinteni ἐκείνω ΜοΜu Re)

446
καταλῦσαι τὸ σπούδασμα. τούτων δὲ πεπτωκότων συν- επεπτώκει καὶ τὰ τῆς δημοκρατίας.

ὕβρεις δὲ παίδων καὶ γυναικῶν ἁρπαγὰς καὶ πολιτῶν ἀδίκους σφαγὰς καὶ χρημάτων ἀφαιρέσεις καὶ τῆς θρεψαμένης ἐκπτώσεις καὶ τἄλλα ὅσα μὲν ἐκεῖνος ἐτόλμα τυραν- νῶν, ἡμεῖς δ’ ἐφέρομεν τυραννούμενοι, τί ἄν τις ἐμ τραγῳδοίη; ὧν γὰρ ἡ πεῖρα οὐ πρὸ πολλοῦ, ταῦτά μοι καὶ λέγειν περίεργον. ταῦτα δὲ πάντα καθ’ ἡμῶν ὁ κακοδαίμων ἐκεῖνος κρύφα σκευωρούμενος διεπράτ- τετο οὐδὲν εἰδυίας, οὐ μὰ Δία, τῆς γυναικός. οἷς γὰρ [*](RIV 803) ὑπὲρ ἡμῶν παρεκινδύνευσεν | ὕστερον ἔδειξε καὶ τότε ὁποία ἂν ἦν τὴν γνώμην, εἴπερ ᾔδει τἀπόρρητον.

ὡς οὖν ὁ μὲν ἀσελγῶς οὕτω τοῖς νόμοις ἐφύ- βριζε, τοῖς δὲ πάσχουσιν ἡμῖν οὐδ’ αὐτὸ τὸ θρηνεῖν ἔξω κινδύνων ἐλείπετο, πολλοὺς πολλάκις αὕτη λόγους ὑπὲρ ἡμῶν ἐφθέγξατο, πολλὰς δημηγορίας ὑπὲρ τῆς ἐνεγκαμένης μετὰ καὶ δακρύων τοῦ τυραννοῦντος κατέ- χεεν. ἀλλὰ τί μή, πρὸς θεῶν, οἱ πρὸς τοῖς λόγοις ἐκεῖσε τυχόντες τῷ δήμῳ τὴν τυραννοκτόνον βουλὴν ἐκείνην ἐξαγγέλλετε, ὅπως νῦν μὲν ἱκέτευε, νῦν δ’ ὑπὲρ τῶν νόμων ἐφθέγγετο τὸ ἀπὸ θεῶν προβαλλο- [*](2 sq. Luc. tyr. § 6) [*](2 ὕβρεις scripsi e Ma sed βρεις in ras m 2, Cl Vat coll p. 473, 11 ὕβρις ΜοΜu Re 3 γυναικῶν scripsi coll p. 473,11 cum la- cobsio Lect πολιτῶν libri Re παρθένων vel γυναικῶν lacobs Schul 5 τἆλλα Vat 7 καὶ τραγῳδοίη MaCl Vat cf. p. 439, 20; 454, 14 | γὰρ in ras Ma 2 | οὐ inserui auctore lacobsio Ach Τ 915 Schul om libri Re | προπολλοῦ ΜοΜu Re 12 ἂν om Vat τἀπόρρητον scripsi e MaClVat τὰ ἀπόρρητα ΜοΜu Re 13 οὕτως Vat | ἐφυΜζεν Ma 18 πρὸς in παρόντες, 19 ἐκεῖσε in ἐκείνης (Lect) aut in κοῖτοι vel κοιτῶνες (Schul) mutandum coni lacobs Lect Schul at cf. p. 438, 21 | τυχόντες inserui e MaClVat om ΜοΜu Re 20 ἐκείνην βουλὴν Vat | νῦν μὲν scripsi c MaClVat cum Sinteni μὲν νῦν ΜοΜu Re | ἱκέτευε Ma sed et ε (3) in ras m 2 et accent. supra υ eras 21 τὰ lacobs Schul)

447
μένη μήνιμα, τὴν ἐξ ἀνθρώπων νέμεσιν, τὰ εἰς Ἅιδου κολαστήρια, Ἀχέροντας, Πυριφλεγέθοντας, Κωκυτούς, τἄλλα ὁπόσα καὶ θανόντες ὑποίσουσι τύραννοι;

ὧς δὲ καὶ δεύτεροι καὶ τρίτοι κατεγελῶντο λόγοι καὶ ἡ μὲν ἐπ’ ἀνηνύτοις ἔλεγεν, ὁ δ’ ἐπὶ κακῷ τοῦ δήμου τυραννῶν οὐκ ἔληγε, κατὰ τοὺς τῶν Ἀσκληπιαδῶν σοφωτέρους τῆς ἐπῳδῆς καταγνοῦσα καὶ τῶν φαρμά- κων ἐπὶ τοὺς καυτῆρας καὶ τὴν τομὴν ἀπιδεῖν ἔγνω καὶ τέμνειν ἐπιχειρεῖ τὸ μέγα τραῦμα, τὸν τύραννον, ἔνα μὴ καὶ τὸ πᾶν τοῦ τῆς πόλεως σώματος ξυνοιχή- σεται.

ἐνταῦθα μάχη τις ἦν φιλελευθερίου γνώμης καὶ φύσεως. ἡ μὲν τὴν χεῖρα ὧς κατὰ τυράννου ὥπλι- ζεν, ἡ δ’ ὡς κατ’ ἀνδρὸς ὁπλιζομένην τῆς ὁρμῆς ὑπανέκοπτεν. ἐντεῦθεν εἷλκεν ἡ τόλμα, ἐκεῖθεν κατέ- κλα τὸ γένος. ἦρε τὸ ξίφος, αὖθις ἀπέρριψεν. αὖθις ἀνείλετο, καὶ αὖθις τὸ ξίφος τῆς χειρὸς ἀπέρρευσε. καὶ πολλάκις ἑκάτερον καὶ μετὰ δακρύων ἕκαστον.