Declamatio 43

Libanius

Libanius, Declamatio 43, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

1. Ἔδει μέν, ὦ ἄνδρες, τὴν οὕτω διὰ τοὺς νόμους προδεδωκυῖαν τὰ φίλτατα καὶ διπλῆν ἀριστείαν ὑπὲρ τῆς πόλεως ἀνῃρημένην οἷς τε τὸ θῆλυ τοῦ γένους ὑπὲρ τῶν νόμων ἀπήλεγξε καὶ μετὰ τυραννοῦντος ἀνδρὸς καὶ μείζω τύραννον ἄλλον, τὴν φύσιν, ἐτρέ- ψατο μήτε νῦν ἐπὶ βῆμα καὶ δικαστὰς ἄγεσθαι μήθ’ ὑπὸ νόμοις παθεῖν κινδυνεύειν τὰ ἔσχατα, οὓς αὐ- τὴ πεπτωκότας ἤδη ταῖς ἑαυτῆς χερσὶν ἀνεσώσατο, ἀλλ’ οἷς τὸ λέγειν ἡμῖν ἐπ’ ἐκκλησίας ἀπέδωκε, τού- τοις πρὸ τῶν ἄλλων αὐτὴν τῆς δημοκρατίας ἀπόνασθαι· ἐπεὶ δ’ οὐκ οἶδ’ ὅπως ἡ μὲν ἐπὶ καλῷ τῷ τῆς πόλεως οὐδὲν ὅ τι τῶν παρ’ ἑαυτῆς ἀπέλιπεν, ὑμεῖς δ’ ὁ δῆ- μος ἔτι περὶ τὴν δωρεὰν μέλλετε καὶ κάθησθε κρί- νοντες τὴν ὑφ’ ἧς τὸ κρίνειν ἐλεύθερον ἔχετε, καὶ τῶν νῦν μὲν πολλὰ ληρούντων τούτων, τὸ πρὸ τοῦ δὲ κατεπτηχότων ἀκούειν ἀνέχεσθε, ὀλίγα δὲ φροντί- ζετε τῆς θαυμασίας ταυτησὶ γυναικὸς καὶ ἣν οὐδὲ γυ- ναῖκα λέγειν δίκαιον, ἀλλ’ ἀριστέα καὶ τυραννοκτόνον [*](2 ἐφέλξεται scripsi e MaClVat cum Sinteni ἐφέλκεται Μο Mu Re 3 Ἡ μελέτη inserui e MaCl om VatMoMu sed in hoc inser m2 et in marg rubr, Re 4 Ἔδει — τὴν inser Mu2 | ἄνδρες scripsi e MaClVat Τρῶες ΜοΜu Re παρόντες lacobs Anth Pal III 750 Lect 6 ἧς Ma 7 ἀπήλλαξε Ma 10 πα- θεῖν scripsi πεσεῖν libri Re | <καὶ> κινδυνεύειν 14 οὐκ οἷδ’ om Mu | ἡ in ras Ma 2 | ἔτι post καλῷ ΜοΜu Re delevi | τῷ — 17 κρίνειν inserui e MaClVat om ΜοΜu Re lacunam suspicati sunt lacobs et Sintenis 15 ὅ τι scripsi ὅτι MaClVat 18 τὸ πρὸ τοῦ δὲ scripsi e Ma τοπροτοῦδε Cl VatMoMu Re 20 τῆς — 21 δίκαιον inserui e MaClVat om ΜοΜu Re 21 ἀλλ’ ἀριστέα καὶ τυραννοκτόνον scripsi e Ma ClVat τῆς ἀριστέως καὶ τυραννοκτόνου ΜοΜu Re)

441
καὶ τἄλλα ὁπόσα τῶν ὀνομάτων βελτίω, αὐτὸς ἐγὼ νῦν ἔγνων δεῖν ἐπὶ τὸ βῆμα παριέναι καὶ | τῆς [*](RIV 800) γενναίας ἐκείνης χειρὸς γλῶτταν σύμμαχον ἐπ’ ἐκκλη- σίας ἀντιδοῦναι καὶ ταύτῃ πρώτῃ τῆς δημηγορίας ἀπο- χαριεῖσθαι, παρ’ ἧς τὸ δημηγορεῖν ἐπανῆλθε τῇ πόλει.

2. εἰ μὲν οὖν ἑώρων τὸ τοὺς εὖ δράσαντας μὴ καλῶς ἀντιδρᾶν πρὸς εὐδοξίαν μέλλον ἡμῖν ἀποτελευτῆσαι, τάχ’ ἂν πρὸς τοῖς ἄλλοις ἐγιγνόμην κἀγὼ καὶ ταχέως ἄν τις εἶδεν ἐμὲ τὸν νῦν ὑπερμαχοῦντα τότε τοὐναν- τίον ἅπαν ἀπομαχόμενον πρὸς τὴν δωρεάν· νῦν δ’, οὐ γὰρ οἶδα πῶς ἄν τις τῶν ἀπάντων δίκαιον τοῦτο νομίσειε καὶ μὴ μᾶλλον πρὸς ἀδοξίαν οὐ τὴν τυχοῦ- σαν περιιστάμενον, ἥκω τήν τε πόλιν καὶ ὑμᾶς τηλι- καύτης δυσφημίας ἀπαλλάξαι σπουδάζων καὶ τῇ γεν- ναίᾳ ταύτῃ τὰς ἀμοιβὰς ἐν οὕτως ἀναγκαίοις ἀποδώ- σῶν καιροῖς καὶ ὑμᾶς τοῦτ’ αὐτὸ πείσειν τὰ δυνατὰ πειρασόμενος.

δεῖ γάρ, ὡς ἐπὶ τοιούτοις οἶμαι, κὰ- μὲ τὴν εὐεργεσίαν ὁμολογεῖν κοινὴν οὕτω καταβληθεῖ- σαν καὶ πάνδημον καὶ ὑμᾶς τοὺς εὖ παθόντας οὐκ ἀποκνεῖν τὴν προσήκουσαν ἀντικαταβαλέσθαι χάριν. ὧς νῦν τῷ μὲν δοκεῖν ἐγὼ τῇ γυναικὶ τοὺς παῖδας εἰς δωρεὰν ἐξαιτοῦμαι καὶ γράφω τοῦτο τὸ ψήφισμα καὶ γίνομαι δημηγόρος οὐκ ἀγεννὴς παρ’ ἧς καὶ τὸ [*](1 τἆλλα Vat 4 δημοκρατίας Ma 5 ἐπανῆλθεν Ma 6 δράσαντα Vat 12 καὶ μὴ scripsi μὴ καὶ libri Re „fort. καὶ μὴ καὶ“ lacobs Schul | εὐδοξίαν Ma 13 καὶ om MaCl Vat 14 σπουδάζων MaCl σπουδάσων Vat 15 ἀναγκαίοις Ma sed οις in ras m 2 | ἐπιδώσων Ma 16 τοῦτ’ αὐτὸ reposui e libris cum lacobsio Acb Τ 786 Schul et Sinteni τοῦ ταὐτὸ Re | πείσοι Vat πείθειν Sintenis 18 „post ὁμολογεῖν et κάμ δῆμον commata ponenda“ lacobs Schul 19 παθόντας) [*](23 δήμητρος Vat)

442
γράφειν καὶ τὸ λέγειν ἡ ξύμπασα πόλις ἔχομεν· τὸ δ᾿ ἀληθές, ἢν ὑμεῖς ἀκριβέστερον ἐπισκοπεῖν ἐθελήσητε, γνοίητ᾿ ἂν ὡς αὐτὸς ὁ νόμος ἐκ τότε μετὰ τοῦ δι- καίου τοῦτο ψηφίζεται, ἐξότουπερ ἡ μὲν τὸ ξίφος κατήνεγκεν, ὁ δὲ τύραννος ἔπιπτεν, ἡ δὲ πόλις μετὰ καὶ τῶν νόμων ἀνώρθωται.

4. Οἶδα μὲν οὖν τοὺς πολλοὺς ἀγανακτοῦντας καὶ μέγα τι ποιουμένους δεινόν, εἰ τυράννου πεπτωκότος πατρὸς οἱ παῖδες ἔτι γοῦν περισώζοιντο, ἐγὼ δὲ τού- των μὲν μὲν ἀλγούντων οὐχὶ θαυμάζω, τὸ γὰρ ἐπὶ με- γίστοις τοὺς τεκόντας μισεῖν καὶ μέχρι τῶν παίδων τὴν ἀπέχθειαν παρεκτείνει, τοῦτο δὲ καὶ πάλαι τοῦ κατηγόρου ξυμβαλεῖν οὐκ ἔχω, εἰ τῶν μὲν τοῦ πατρὸς κακῶν εἰσέτι που μέμνηται καὶ δεῖν ἐπὶ τούτοις καὶ τοὺς παῖδας εὐθύνειν ἀπισχυρίζεται, τῶν δὲ τῆς τε- κούσης καλῶν καὶ ὅπως ἐκείνη τὴν πόλιν ὑπὸ τυράννῳ κειμένην ἀνώρθωσε, ταῦτα δὲ οὐδ᾿ εἰς νοῦν τὸ παρά- παν ὁ βέλτιστος οὗτος βάλλεται.

καίτοι γε ποῦ δί- [*](RIV 801) καιον ὑπὲρ μὲν τῶν τοῦ πατρὸς | δεινῶν καὶ τοὺς παῖδας μισεῖν ὡς ἀποκτιννύναι, τῶν δὲ τῆς μη- τρὸς ἀγαθῶν οὕνεκα μὴ τοὺς αὐτοὺς πόλεως ἧν οὐδ᾿ ὑπὸ τοῖς αὐτοῖς ἀρχῆθεν ἐτρεφόμην νόμοις καὶ τῆς αὐτῆς μετεῖχον πολιτείας ἧσπερ καὶ τούτων ἕκα- στος, ἢ καὶ τῆς αὐτῆς ὢν μόνος αὐτὸς τῶν ἐκ τῆς τυ- [*](3 ἔκ τοτε MaCl Vat Re ἔκτοτε MoMu cf. Lobeck Phryn. p. 46 5 ὁ δ᾿ ὁ τύραννος MaClVat 8 πεπτωκότα Cl 12 παρεκτείνι scripsi cum Iacobsio Ach T 810 Schul παρε- τείνει VatMo παρατείνει MaClMu παρετείνειν Re 14 κα- κῶν in ras Ma2 17 τοπαράπαν Mo Mu 18 comma post δίκαιον Mo, signum interrogationis Re 19 τῶν om Vat | δεινῶν om Ma 22 οὐκ ἐγὼ Ma οὐκ ἀγὼ Mu οὐκ αγὼ Mo)

443
ραννίδος οὐ μετελάμβανον, ἀλλ’ ἦν τὰ πρῶτα τῆς τοῦ τυραννοῦντος ἑταιρείας ἢ καὶ ἄλλως τῆς περὶ ἐκεῖνον δορυφορίας ἀνεπλήρουν τὸν κύκλον, εἰκότως ἄν τις ὑπὲρ τοῦ πεπτωκότος, ἀλλ’ οὐ τῆς γε μητρὸς ταυτησὶ τὴν πᾶσαν εἶναί μοι σπουδὴν ἐνόμισε· νῦν δέ, ἐπεὶ καὶ τότε περιόντος ἐκείνου καὶ τυραννοῦντος ἠχθόμην καὶ πεπτωκότος τὴν μὲν ἀπεκτονυῖαν οὐ μικρὰ τοῦ γενναίου τούτου λήματος ἄγαμαι, τῷ δ’ ἐφυβρίζειν καὶ κειμένῳ πρὸς τοῦ μίσους ἐξάγομαι, δέδοικα μὴ ἐγὼ μὲν ὑπὲρ τῆς τὴν τυραννίδα καθελούσης ταῦτα καὶ λέγω καὶ γράφω, τὰ δὲ τοῦ κατηγόρου, ἀλλὰ μὴ βαρέως φέρῃ πεπτωκότος ὑπὸ γυναικὶ τοῦ τυράννου καὶ διὰ ταῦτα λυπεῖν ἐθέλῃ τὴν τυραννοκτόνον καὶ τῶν παίδων προσαποστερῶν.