Declamatio 43

Libanius

Libanius, Declamatio 43, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

αὐτίκα ὁ ἐμὸς νόμος μετὰ τοῦ δικαίου πολύ τι καὶ τοῦ ξυμφέ- ροντος ἀποφέρεται, τὰ δὲ γράμματα ταῦτα, τοὐναντίον ἅπαν, ἀδικοῦσι τὰ καίρια. σκοπητέον γὰρ τίνος ἀνέ- καθὲν τοῖς τε νόμοις καὶ τῷ γεγραφότι τοὺς νόμους ἐμέλησεν. οὐχ ἵνα τὰ μὲν τοῦ δήμου σώζοιτο, τὰ δὲ τῶν τυραννούντων βαλλόμενα πίπτοιεν;

οὐκοῦν ὁ μὲν τοὺς παῖδας ἀναιρῶν νόμος ἐπ’ ἀδήλῳ τῆς τύχης ὠφελεῖν τι τὴν πόλιν ἔδοξεν, οὐ γὰρ ἂν εὐθὺς ὅσοι τυράννων παῖδες καὶ τύραννοι γίγνοιντο, καὶ τὸ δο- κεῖν ὠφελεῖν ἐσάπαξ, οὐ πολλάκις ἀπεκληρώσατο. κὰν μὴ νῦν ὁ τοὺς παῖδας ἀναιρῶν νόμος οὗτος φθάσῃ παρ’ ὑμῶν ἀναιρούμενος, ὁρᾶτε μὴ τοῦ λοιποῦ μετὰ τῶν πατέρων καὶ τοὺς παῖδας οὐχ ἕξετε.

τίς γὰρ ἂν οὕτω φιλοκίνδυνος ἄνθρωπος εὖ ἔχων νοῦ καὶ φρενῶν ὧς τηλικούτοις μὲν ἐπιτολμᾶν πράγμασι καὶ ὑπὸ μέσα τὰ τῶν δορυφόρων ὠθεῖσθαι ξίφη καὶ τὸν [*](3 Plat. rep. IV p. 588 E 8 cf. 1. 1 486, 5 20 sq. cf. p. 345, 16 21 cf. p. 444, 18 22 Chor. tyr. p. 62, 14) [*](1 ἀγέσθων Ma sed ν add m 2 2 γράμμα Ma sed γραμ in ras paulo maiore m2 | νομοθέτου scripsi e MaClVat λογοθέ- του Μο Re 5 κρατεῖν inserui e MaClVat om Μο Re | δι- καιότερα coni Sintenis 6 ὁ μὲν] μὲν ὁ μὲν MaClVat 7 συμ- φέροντος Ma 10 τοῖς γεγραφόσι Vat 12 πίπτοι?. at cf. p. 348, 4 sq. | signum interrogationis posui colon Vat comma MaClMo Re 14 τι om Ma | ὅσοι scripsi e MaClVat cum lacobsio Schul ὅσον Μο Re 18 ὑμῶν scripsi e MaCl cum Sinteni ἡμῶν VatMo Re 21 ἐπιτιμᾶν Vat | καὶ inserui e ΜααΜο om Vat Re)

459
περὶ ψυχῆς τρέχειν καὶ ταῦτα πάντα κινδυνεύειν ἐπ’ ἀμφοτέροις ἔχων τὴν αἴτησιν καὶ τὸ μὲν ἑαυτοῦ ἅπαν εἰδὼς ἀκριβῶς ὧς ὅλους ἀποχαριεῖται τοὺς νόμους, τὸ δ’, εἰ καὶ τὸν ἐπὶ τούτοις νόμον ἐπικυροῦν οἱ ψηφι- ζόμενοι μέλλοιεν, τοῦτο δὲ διχογνωμονοίη, δεδιὼς τού- τοὺς δὴ τοὺς μετὰ τὸ πεσεῖν τὸν τύραννον γενναίους καὶ ὑπὲρ τὸ δέον μισοτυράννους;

ὑπὸ μὲν οὖν τοῦ σοῦ τούτου γράμματος καὶ δὴ τοσαῦτα μὲν ἡ πό- λις καὶ οὕτω σμικρὰ τυχὸν ὠφελήσεται, πολλῷ δὲ πλείω τοῦ δοκοῦντος κέρδους ὑποστήσεται τὴν ζημίαν, ὁ δὲ ἐμὸς νόμος φυλαττόμενος μὲν τήν τε πόλιν φυλά- ξει τούς τε τυραννοῦντας <ἐν> δέει τοῦ πεσεῖν ὑφ’ καὶ τύχοι τηρήσει, | ἀναιρούμενος δὲ μετὰ τῶν [*](RIV 810) ἀναιρούντων παραχρῆμα κείσεται.

τὸ γὰρ τοῦτον μὴ παρ’ ἡμῖν ἑστάναι πολιτευόμενον ἴσον καὶ τὸ δο- ρυφορεῖν τοῖς τυράννοις τὰ σώματα. ὧς νῦν μὲν ἐγ- γύθεν οἶ σφαγεῖς ἐφεστᾶσι καὶ πάντες ὑποπτεύουσι τύραννοι, μήπου τινὰ καὶ τῶν ἀδοκήτων τοῖς ῥήμασι τούτοις ὁ νομοθέτης ἐπάρας ἐπὶ τὸ τυραννοκτονεῖν ὥπλισεν· εἰ δὲ τὸ ἀπὸ τοῦδε τὸ γράμμα τοῦτο τῆς λοιπῆς νομοθεσίας ἀποξέσαι τολμήσει τις, οὗτος, εὖ [*](1 cf. ad p. 245, 14. Plat. Theaet. p. 172 E. Her. IX 37, 1. Aristid. pro IV viris 1. 11 340, 18 Dind. II. χ 161 2 cf. p. 466, 16) [*](1 ψυχῶν Vat | ἐπαμφοτέροις Cl 2 αἵρεσιν Sintenis 3 τὸ δ’, εἰ reposui e MaCl cum lacobsio Anth. Pal. IIl 276 App Pors Adv 293 Schul et Sinteni τόδ’ εἰ Vat τὸ δεῖ Μο Re 6 γενναίως Vat 12 ἐν inserui om libri Re 13 τύχοιεν Cobet Misc 141 at cf. p. 343,12 et ad t. VI 514, 8 14 παραχρῆμα om Vat | τοῦτον scripsi e MaCl τοῦτο Vat Sintenis τούτου Mo) [*](15 πολιτευόμενον Ma sed πο in ras m2 | ἶσον MaClVat 19 νομοθέτης Ma sed νομοθέ in ras m 2 20 δὲ Ma sed ε in ras m2 | ἀποτοῦδε Ma 21 ἀποξέσαν Vat | τολμ(??) Ma | τίς MaMo)

460
ἴστω, καὶ τὴν τυραννοκτονίαν τῆς πόλεως προσαπέξεσε καὶ μετὰ τοῦ τυραννοκτόνου καὶ τὸ ἐλευθέριον προσ- αφείλετο. τὸν γὰρ πρὸ τοῦ ταῖς τῶν τυραννούντων ψυχαῖς ἐγκαθήμενον φόβον οὐ δεόντως ἐξέκρουσε.

46. Χωρὶς δὲ τούτων, εἰ καὶ μηδὲν οὗτος ὁ νόμος ὠφελήσειν ἔμελλε συντηρούμενος, ἀλλά γε τὸ πρὸς τρόπου τοῦτον μὲν εἶναι τῇ πόλει, τὸν ἕτερον δὲ σκαιὸν καὶ ὠμὸν τὴν γνώμην μέγα τί μοι πρὸς πειθὼ καταφαίνεται τοῦτον μὲν σώζεσθαι, τὸν δ’ ἔχειν προσ- ἥκειν τὰ δεύτερα. ὁρᾶτε γὰρ ὅπως ὁ μὲν ἤπιός ἐστι καὶ νόμων ἀπάντων φιλανθρωπότατος καὶ τῇ μητρὶ τοὺς παῖδας ἀντιχαρίζεται, δι’ ἧς αἰ λοιπαὶ τῶν μη- τέρων οὐκ ἐφ’ ὕβρει τὰ τέκνα τρέφουσι, καὶ τὴν χεῖρα παρασαλεύειν οὐ βούλεται, δι’ ἧς ὁ τοὺς νόμους παρα- σαλεύσας οἴχεται τύραννος, ἅτερος δὲ τὸ ξίφος ἐπιθή- γει, τὸν δήμιον ἐφοπλίζει καὶ θύειν τοὺς παῖδας ἐπι- χειρεῖ, παῖδας νηπίους, ἁπαλὸν κλαυθμυρίζοντας καὶ μέσης ἀφαρπάζειν ἐθέλει μητρικῆς ἀγκάλης ἣ μέσων τῶν τυράννου χειρῶν ἀφαρπάσασα τῇ πόλει τὴν ἐλευ- [*](4 Polyb. II 23, 7 11 cf. p. 363, 18 13 sq. Phil. de los. § 34 t. II 69, 62 M. (IV 104, 11 Cohn)) [*](1 τὴν om Vat 3 προτοῦ ΜαΜο Re | τυράννων Ma 7 τρόπου τοῦτον μὲν scripsi e MaClVat cum lacobsio Ach Τ 998 Anth. Pal. III 206 App Pors 292 et 329 Schul τρόπον τοῦ- τον μὴ Μο Re τρόπου τοῦτον μὴ Sintenis | τὸν del lacobs Anth App 8 τῆ γνώμη Ma | μοι om Ma 9 προσήκει Vat) [*](10 ὁ μὲν ἤπιός scripsi e MaClVat cum lacobsio ll. ll. μὲν νήπιος Μο Re μὲν ἤπιος Sintenis et Cobetus Coll 302 13 τρέφουσι scripsi e MaClVat cum lacobsio Anth. Pal. III 477 Schul στρέφουσι Μο Re θρέψουσι Sintenis | τὴν χεῖρα scripsi τῆς χειρὸς libri Re 14 παρεκσαλεύειν lacobs Schul 16 δῆμον Ma | ἐφοπλίζειν Ma 17 κλαυθμηρίζοντας MaClVat) [*](18 ἣ scripsi e MaCl cum Sinteni ἡ VatMo Re | μέσον Ma Cl 19 τυράννων Ma)

461
θερίαν ἀπέδωκεν.

ἔπειτα ποῦ δίκαιον καὶ τῆς ὑμῶν φιλανθρωπίας ἄξιον ὑμᾶς μὲν χαίρειν ἐφ’ οἷς ὁ κατάρατος πέπτωκε, τὴν δὲ τὸ χαίρειν ὑμῖν ὰποδεδω- κυῖαν ἐπὶ στυγνοτέρας καθῆσθαι τῆς τύχης, καὶ μὲν ταῦτα δὴ τὰ τῶν εὐθυμουμένων ἐν δημοθοινίαις ἄγειν καὶ ἱεροῖς ἐπιβωμίοις καὶ θεῶν ἑορταῖς, ταυτηνὶ δὲ δυσθύμως ἔχειν καὶ τὰ μὲν ἀλγεῖν, τὰ δ’ ὑμᾶς ὡς ἀγνώμονας αἰτιᾶσθαι;

48. Εἰ δή τις ἐπὶ τοιούτοις ὅ τι δὴ τὸ αἴτιον πύθοιτο, ἡ δὲ φαίη μέν, ὅπως δι’ ὑμᾶς ἠφείδησε τοῦ ἀνδρὸς καὶ πέρα γυναικείας ἠνδρίσατο φύσεως, εἶθ’ ὧς ᾐτήσατο μὲν αὐτὴ τοὺς | παῖδας, ὑμεῖς δ’ οὐκ [*](RIV 811) ἐπέδοτε, καὶ νῦν αὐτὴ μὲν τὴν ἐπ’ ἀμφοῖν ἐρημίαν ὀδύρεται, ὑμεῖς δ’ εὐθυμεῖτε καὶ σπένδετε τὴν ἐκεί- νοῦ καθαίρεσιν ὡς ἂν ἡγούμενοι πάντων ἀνόρθωσιν, τίνας ἂν ἐπὶ τούτοις ἐκεῖνον ἀφεῖναι δοκεῖτε τὰς φωνάς;

49. Διὰ ταύτην οὖν, φησί, νόμον εὖ ἔχοντα [*](5 Luc. Phal. I 3; Dem. laud. 16 16 Chor. tyr. p. 66, 13) [*](1 ποῦ scripsi e MaClVat cum lacobsio Schul τοῦ Μο τὸ Re πῶς lacobs Lect at cf. p. 453, 2 2 ὑμῶν scripsi e Vat Μο cum lacobsio Schul ἡμῶν MaCl Re 3 ἡμῖν MaCl) [*](4 ἡμᾶς MaClVat 6 εὐθυμουμένων scripsi e MaClVat υμ cum lacobsio Schul et Sinteni εὐθηνουμένων Μο εὐθυμνου- μένων Re 10 ἡμᾶς MaCl 11 εἰθ Μο Re 12 ᾐ τήσατο Μο sed ᾐτ corr m 2 | ὑμεῖς scripsi e MaClVat cum lacobsio Schul et Sinteni ὑμᾶς Μο Re 13 ἐπ’ scripsi e MaClVat ἀπ’ Μο Re | ἀμφοῖν Ma sed ι in ras m 2 14 εὐθυμεῖσθε Sintenis | σπένδετε scripsi e MaCl cum lacobsio Anth. Pal. III 668 App Pors Adv 298 Schul σπενδετε Μο σπεύδετε Vat Re) [*](16 δοκεῖτε scripsi e Vat cum Sinteni δοκῆτε MaClMo Re | τὰς om Vat)

462
λύσομεν; καὶ μάλα δικαίως, ὅτι καὶ δι’ ἡμᾶς αὕτη πολλῷ πρότερον οὐ παρεγγράπτους νόμους, ἀλλ’ ἰσχυ- ροὺς τῷ ὄντι καὶ νόμους οὓς οὐχ ὁ δεῖνα ἢ ὁ δεῖνα τῶν πολιτῶν, ἀλλ’ ἡ φύσις αὐτὴ κατὰ μέσης ἐνεκό- λάψε τῆς ψυχῆς.

καὶ παῖδας τυράννου πατρὸς ἐφ’ ἑτέρᾳ τυραννίδι διαφυλάξομεν; τί δ’ αὐτίκα τυραννήσουσι; τί δ’ αὐτίκα περιεργάσονται τὴν ἀκρό- πολιν; πόσοι δημοτικῶν παῖδες κατὰ δημοκρατίας ὡπλί- σαντο, πόσοι χρηστῶν πατέρων ὄντ’ ἐς αὐτοὶ τοὺς τρό- ποὺς πεφήνασι χείριστοι. εἰ δὲ τοῦτο δίδως, καὶ θά- τερον προσεπέδωκας, ὡς ἔσονται καὶ τυράννου πατρὸς παῖδες δημοτικώτεροι.

μή μοι τὸν νόμον ἐς τὸ παντελὲς ἀφαίρει τοῦ πολιτεύεσθαι. ἀλλ’ ὁπη- νίκα μήτηρ αἰτεῖται τοὺς παῖδας, περίσωζε καὶ καινόν τινα τρόπον καὶ γυναῖκας κατ’ ἀνδρῶν τυράννων ὅπλιζε. τοῦτο ἐκείνους μὲν φοβήσει, τὰς δ’ οὐ τὰ μέ- τρια πρὸς τὴν τόλμαν ἐφέλξεται, εἰ καὶ τούτων πεπτω- κότων ἀλλ’ οὐ τούς γε παῖδας προσαπολέσουσιν. εἰ δ’ οὐ μήτηρ, οὐ πατήρ, οὐκ ἄλλος τις τῶν ἐκ γένους, τὸ τηνικαῦτα τὸ πᾶν τῆς ἰσχύος ὁ νόμος ἐχέτω [*](2 cf. ad t. VI 163, 15 9 Od. β 276 sq. 20 Plat. Alc. 11 p. 150 E) [*](1 sigimm interrogationis posui e Ma et Par 3017 cum la- cobsio App Pors 298 Schul Bastio Comm. pal. (Greg. Cor. 804) Cobeto Coli 119 comma Cl om VatMo Re | δὲ ante καὶ Μο Re delevi λύσομεν δή. Sintenis λύσομεν δὲ (sive δὴ) καὶ lacobs ll. ll. | καὶ δι’ ἡμᾶς αὕτη scripsi e MaClVat δι’ ἡμᾶς αὐτὴ Μο Re 3 καὶ] κατέλυσε lacobs App Pors, ἔλυσε Schul 6 ἐκα- τέρα Ma 8 δημοτικῶν scripsi e MaClVat δημοκρατούμενοι Μο Re 9 αὐτοὶ inserui e libris cum lacobsio Schul om Re 10 δὴ Ma 11 προσαπέδωκας Ma 12 ἐστοπαντελὲς Μο 14 παῖδας Ma sed αι in ras m 2 16 ὥπλιζε Ma | δ’ Ma 17 τὸ Vat | εἰ om Vat 19 τίς Ma 20 τὸ καῦτα scripsi τοτηνικαῦτα MaVatMo Re τὸ τηνικαῦ Cl)

463
σοι. τὸ γὰρ τοῦ γένους ἀλλότριον ὕποπτον ποιεῖται τὴν αἵρεσιν.

Ἡδέως δ’ ἂν ἐροίμην, ὦ ἄνδρες, τουτονὶ τὸν τοὺς νόμους κομψόν, ὅτου χάριν οἱ παῖδες ταυτηνὶ δώσουσι τὴν δίκην. εἰ μὲν ὧν παρανομοῦντες ἔπρατ- ’τον, αὐτὸς ἔλεγχε καὶ τὸ παθεῖν ὑπολείπεται· εἰ δ’ ὧς πατρὸς ἐκφύντες τυράννου, διὰ τί μὴ μᾶλλον ὡς τυραννοκτόνου μητρὸς δικαιότερον περισώζοιντο;

ἴα μοι τὸν τύραννον, ἐπὶ τὴν τυραννοκτόνον μετάβηθι καὶ πρὸς ταύτην ἀφορῶν τὸν νόμον τουτονὶ τὸν σὸν ὑπανάγνωθι δήμιον καὶ γνοίης ἂν ὡς ἐπὶ κενοῖς ἐνταῦθά σοι τὸ ξίφος προβάλλεται. εἰ μὲν οὖν τῶν τοῦ πατρὸς κακῶν εἰσέτι που καὶ νῦν μεμνημένος ἐπὶ τοὺς παῖδας ἄγεις τὴν τιμωρίαν, ὅρα καὶ τὰ τῆς μητρὸς ἀριστεύματα καὶ τὸ πολὺ τοῦ θυμοῦ | [*](RIV 812) κατασβέσεις ἐκεῖθεν· εἰ δ’ ἐπὶ τοῖς τῆς μητρὸς καλοῖς οὐ φυλάττεις τὸ εὔγνωμον, μηδ’ ὧν ὁ πατὴρ ἐτόλμα κακῶς ἐπὶ τοὺς παῖδας τὴν αἰτίαν μετάφερε.

εἰ δὲ δεῖ τι καὶ δριμύτερον εἰπεῖν πρὸς ἀλήθειαν, πόθεν οὗτ’ οἱ τυράννου πατρὸς οἱ μηδ’ αὐτὸ τοῦτ’ εἰδότες, ὅ τι καὶ τύραννος; οὔποτε κακὸν οὐδὲν αὐτόματον ἡ φύσις ἐνέσπειρεν, ἀλλ’ ἔστι τά γε πλείω τῶν τοιῶνδε [*](3 cf. p. 341,17; t. V 56,7. [Dem.] Steph. II p. 1137,7; prooem. 85 p. 1444, 23 11 cf. p. 362, 3) [*](4 κομψεύοντα sive potms κομψευόμενον coni lacobs at cf. t. IV 428, 5 τοῖς τὰ μετέωρα φροντισταῖς 5 δίδοασι Ma δίδωσι Γέ 6 αὐτοὺς lacobs Lect Schul 7 διατί Ma τ διά Cl 11 δήμιον ut glossema ad 12 τὸ ξίφος delendum? 12 τὸ ξίφος ἐνταυθοῖ σοι Ma 14 τῆς om Vat 16 κατα- σβέσεις Πα sed σεις in ras m 2 17 μὴ δ’ Ma 18 εἰ δὲ] καὶ Vat 20 μὴ δ’ libri Re | τοῦτ’ scripsi e Vat cum Sinteni τοῦ τ’ MaClMo Re 21 ὃ τι scripsi ὅτι libri Re | τύραννοι Vat 22 ἐνέσπειρεν Ma sed ενεσ in ras m 2 ἀνἐσπειρεν Cl | τοιούτων Ma sed γρ τοιῶνδε in marg)

464
μαθημάτων ἐπὶ ψυχῆς ἐντύπωσις, ἐφ’ οἷς καὶ διδάσκα- λοι ψυχῶν πατέρες νομίζονται.

καὶ ὥσπερ ἐπ’ ἐκείνων, ὑγιεινὸς μὲν εἰ τύχοι πατήρ, ὑγιεινὸν σῶμα προσεπέφυσε τῷ παιδὶ καὶ καλὸς ἕτερος αὖθις ἐμόρ- φωσε ὄψιν ἐς κάλλος, νοσερὸς δὲ τοὐναντίον ἤ καὶ δυσπρόσωπος τοιαύτην ἐνέθηκε τὴν φύσιν ἢ τὴν μορφὴν ἐτυπώσατο, οὕτω δὴ κἀνταῦθα γνώμην ἀγαθὴν σοφός τις παιδαγωγήσας ἐνέφυσε καί τις, κἂν μὴ τὸ καλὸν εἶχε πάτριον, ἀλλ’ ὑφ’ ἑτέρου μαθὼν ἐπησκή- σατο.

εἰ μὲν οὖν ὑπὸ τῷ καταράτῳ ἐκείνῳ τρα- φέντες εἰς τόδε τῆς ἡλικίας ἀνέδραμον, ἦν ὡς τὰ πολλὰ τῶν ἐκείνου τυραννικῶν ἀπομαξαμένους ἀπο- κτείνειν οὐκ ἄλογον· νῦν δ’ ὁ μὲν ἐπ’ ἄλλοις εἶχε τὸ πολὺ τῆς φροντίδος καὶ τοὺς δορυφόρους τὰ βαρύ- τάτα κακουργεῖν ἐξεπαίδευε, τούτους δὲ ἡ γενναιοτάτη πασῶν αὕτη γυναικῶν πρῶτα μὲν ἀνῆκε τῆς γαστρὸς ὑπὸ μυρίαις ὠδῖσι βαλλομένη, ἔπειτα τεκοῦσα τὴν μι- σοτύραννον θηλὴν ὑπανέτεινε καὶ τυραννοκτόνου γά- λακτος ἔγευσε καὶ χερσὶν ἀνείλετο καθελούσαις τὸν τύραννον, ὥστ’, εἰ δεῖ τι καὶ τῶν τεκόντων φύσει τοὺς παῖδας ἐναποφέρεσθαι, ταύτης ἂν εἶεν παῖδες καὶ τὸν τρόπον ὁμοῦ καὶ τὴν γένεσιν κἄν που τυραννοῦντά [*](1 Quintil. inst. II 9, 1 10 Chor. tyr. p. 61, 3) [*](2 ψυχῶν πατέρες scripsi e MaClVat cum lacobsio Lect Schul ψυχαὶ πατέρων Μο Re 4 προσεπέφυσε scripsi e Ma ClVat προσέφυσε Μο Re 6 δυσπρόσωπος scripsi e MaCl Vat cum Sinteni δύστροπος Μο Re | ἐνέθηκε scripsi cum Sin- teni ἐντέθεικε libri Re | φύσιν scripsi ἰσχὺν libri Re | ἢ — 7 ἐτυπώσατο delenda censet lacobsius Schul 9 ὑφετέρου Οἶ’ Μο 11 ἐς MaCl 17 τὴν om Vat 18 θηλὴν scripsi e MaClVat cum lacobsio Anth. Pal. III 563 App Pors 329 Schul et Sinteni θῆλύν Μο θῆλυν Re 20 τοὺς inserui e MaCl Vat om Μο Re)

465
τινα μάθοιεν, ἴσως τὴν μητέρα ζηλώσουσι.

διὰ ταῦτα μόνης ἐγὼ τῆς γενναίας ταύτης τοὺς παῖδας τίθεμαι. ἀπὸ τούτων τυραννοκτόνους ἕξειν τὴν πόλιν, οὐ τυράννους μαντεύομαι. ὁρῶ τὴν θρεψαμένην καὶ χρηστοὺς ἔσεσθαι τοὺς παῖδας στοχάζομαι. ἐντεῦθεν ἔχεις καὶ σὺ φυλάξαι τὸν τυράννοις ἀγριαίνοντα νό- μον κἀμοὶ τὸν τοὺς παῖδας χαριζόμενον τῇ μητρὶ μὴ καταπροέσθαι περίεστιν. οὐκ εἰσὶ τυράννου πατρὸς καὶ τὸ γράμμα τὸ σὸν ἐκπεφεύγασι. τυραννοκτόνον αὐχοῦσι μητέρα καὶ τῇ μητρὶ παραψυχὴν | ὁ δῆμος ἀπέ- [*](RIV 813) λίπε.

τούτους εἰς δωρεὰν αὐτὴ μὲν ᾔτησεν, ἡ δὲ πόλις ψηφίζεται. δεῖ γὰρ τὴν θρεψαμένην εὐεργετεῖν, ὅπως ἄρα καὶ δύναιτό τις. εἶτα καὶ δωρεὰν αἰτεῖ ἣ καὶ τὴν πόλιν οὐ λυπήσει καὶ τὸν αἰτούμενον εὐφρα- νεῖ. οὔθ’ ὁ τῆς εὐεργεσίας οὔθ’ ὁ τῆς ἀντιδόσεως ἐστενοχώρηται τρόπος, ἀλλ’ ἐπ’ ἀμφοῖν καὶ δρᾶσαι καὶ παθεῖν τὸ βούλημα γίγνεται. τί γοῦν δεινόν, ὦ πρὸς τῆς Δίκης αὐτῆς, εἰ δι’ ἡμᾶς καθελοῦσα τὸν ἄνδρα τοὺς μηδὲν ἠδικηκότας παῖδας βούλεται περισώζειν;

[*](8 Et. Μ s. V. καταπροέσθαι p. 495, 38 16 cf. p. 453, 12 | cf. p. 459, 1 sq. 18 cf. p. 358, 1; 458, 5)[*](4 ὁρῶ — 5 στοχάζομαι in marg Mo 2 | ὁρῶν Sintenis 6 ἔχεις scripsi e MaVat ἔξεις ClMo Re 9 αὐχοῦσι scripsi e MaClVat coll p. 466,12 cum lacobsio Ach Τ 836 Schul οὐχ οῦσι Μο οὐκ οὖσι Re ἔχουσι lacobs Anth App Pors ll. ll. et Sintenis 10 παρὰ ψυχὴν Cl 12 δεῖ — 13 τις praemissis verbis τῆς μελέτης ἐν ᾖ τυράννου πεσόντος ὑπὸ τῆς γυναικὸς ἀγωνίζεταί τις διὰ τὴν μητέρα σῶσαι τοὺς παῖδας τοῦ νόμου κτείνειν κελεύοντος citat Macarius Chrysocephalus fol. 80 v (ed. Villois. Anecd. II 12, e quo repetivit Reiskia Lib. t. I p. XXVI) | γὰρ om Macar 13 δύναιτο τίς MaCl | αἰτεῖ scripsi e Ma ClVat αἰτεῖν Μο Re | ἥτις Ma 14 καὶ(1) om Vat | εὐφράναι Vat 16 τόπος Markowski | ἐπαμφοῖν Vat | δράσαι 17 γίνεται Μο Re 18 ἡμᾶς scripsi e MaClVat ὑμᾶς Μο Re 19 ἄνδρας MaCl sed in hoc γρ παῖδας in marg)
466

59. Ἀλλ’ ἐνταῦθα τὸ μὲν αἰτεῖν ὁ κατήγορος δί- δωσι, τὸν δὲ τρόπον τῆς αἰτήσεως αἰτιᾶται. καινὰ γάρ φησιν αἰτεῖ καὶ ἃ λαβεῖν ἔξεστιν ὑπερβᾶσα ἃ μὴ δέδωκε νόμος βιάζεται. ἐγὼ δὲ καινὰ μὲν αἰ- τουμἐνην οἶδα καὶ αὐτός, ἀλλ’ ἐπὶ καινοῖς τοῖς πε- πραγμένοις, ἀλλ’ ἐφ’ οἶς οὔπω μέχρι καὶ νῦν ἡ πόλις ἐκόμπασεν. ἢ γὰρ ἔχεις αὐτὸς παρελθὼν εἰπεῖν μοι τοῦ καινοῦ τούτου δράματος πολλὰ παραδείγματα ἀπὸ τῆς ἡμετέρας; ἀλλ’ ἀπὸ τῶν ἀστυγειτόνων; ἀλλ’ ἀπὸ τῆς Ἑλλάδος; ἀλλ’ ἀπὸ τῆς βαρβάρου;

καίτοι τίς οὐκ οἶδεν ὡς, ὁπότε τυραννοίη τις, δευτέραν δορυφο- ρίαν τὴν συνοικοῦσαν αὐχεῖ καὶ πολλῷ μείζω τῆς ἔξωθεν τῆς τῶν σωματοφυλακούντων, κἂν δορυφόρος τι πρὸς ὀργὴν ὑπέγρυξεν, ἡ δὲ προεμήνυσε, κἂν δοῦ- λός τι πρὸς ἐπιβουλὴν ὑπετονθόρισεν, ἡ δὲ προεσή- μηνε, κἂν ἐγγενής, κἂν πρόσοικος, τῇ δὲ πρὸς τὸ οὖς ἐνέπεσεν, εὐθὺς ὁ τύραννος ᾔσθετο;