Declamatio 43

Libanius

Libanius, Declamatio 43, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τοῦτο οἶδε μὲν ὁ νομοθέτης, οἶδε δὲ καὶ ἡ γενναία μήτηρ αὕτη τῶν παίδων. καὶ ἅτε μηδέν τι τύραννον τετολμηκότων ἡ μήτηρ μετὰ καὶ τῶν νόμων ἐφείσατο. καὶ νῦν οὐχ ὡς ἐκείνου τοῦ πεσόντος παῖδας, ἀλλ’ ὡς αὑτῆς ἐξαιτεῖται τὸν δῆμον, ᾧ μηδὲν αἰτησαμένῳ μηδὲ πρὸ τοῦ λιπαρήσαντι αὐθ- αίρετος τὴν δημοκρατίαν ἀπεχαρίσατο.

οἶμαι δ’ ὅτι κἂν εἰ μὴ τοῖς νόμοις ἐδέδοκτο, ἀλλὰ τῷ γε δήμῳ πρὸς αἰσχύνης ἂν ἦν τὸ μὴ δοῦναι νόμον ἔνα τῇ πάν- τας ἀποδεδωκυίᾳ τοὺς νόμους καὶ ταῦτα ὡς οὔποτ’ ἄν τις οὐδ’ ὄναρ ἤλπισεν. ἀλλ’ οὐδ’ ἄν, <εἰ> τοὺς παῖδας ἁρπαζομένους ὁρῶσα ἔφερεν, ὁ δὲ δῆ- μος οὐκ ᾤκτειρεν, ἀλλ’ ἐπέτρεπε τὴν σφαγήν, οὐδ’ οὕτως ἂν εἶχε καλῶς ὑμῖν, οἷς τὸ μηδὲν ἔξω δίκης πράττειν ἢ λέγειν ἡ πᾶσα σπουδή, ἄτεκνον ἐπιδεῖν ἀνασχέσθαι τὴν δι’ ὑμᾶς ἀπεκτονυῖαν τὸν ἄνδρα καὶ χηρείαν ἐξουσίας προτιμησαμένην παρανόμου διὰ πολι- τείαν ἔννομον καὶ βῆμα ἐλεύθερον.

ἐπεὶ δὲ νῦν τοῦτο καὶ τῷ νόμῳ δοκοῦν καὶ ὁ νομοθέτης οὑτωσί πως ἀπὸ τοῦ γράμματος διαρρήδην βοᾷ ὡς αἰτείτω μὲν ὁ τυραννίδα καθελὼν ὅ τι καὶ βούλοιτο, ἡ [*](2 οὔπω] num οὕτω scribendum? 5 et 6 εἶδε Vat 6 καὶ(2) om Vat 9 αὐτῆς libri Re 10 μὴ δὲ MaClMo | πρὸ τοῦ Ma sed ὸ τοῦ in ras m2 προτοῦ Μο Re | ἀνθαiρετος Cl 13 πάντας Ma sed ας in ras m2 14 ἀποδεδωκυῖα Ma) [*](15 εἰ inserui cum lacobsio Lect et Sinteni om libri Re 20 ἡμᾶς Vat 21 χηρείαν Ma sed ρει in ras m 2 | καὶ ante διὰ Ma 25 ὅ τι scripsi cum lacobsio Schul ὅτι libri sed ὂν, τὶ in marg Mo2, Re)

453
δὲ πόλις δεχέσθω τὴν αἴτησιν, ὁ δὲ δῆμος ἐπι- νευέτωσαν, ποῦ ἂν εἴη δίκαιον ἃ μὴ χαρίζεσθαι πρὸς ὀνείδους ἂν ἦν τῇ πόλει, ταῦτα καὶ μετὰ τῶν νόμων ὀκνεῖν ἀποδοῦναι;

οὐδένα τρόπον, οὐδεμίαν ὁδὸν εἰς ἀντίχαριν τοῖς τυραννοκτονοῦσιν ὁ νομοθέ- τῆς ἀπέκλεισεν, ἀλλ’ αὐτόνομον ἀφῆκε τὴν αἴτησιν καὶ τὴν ἀντιμισθίαν τῇ βουλήσει τῶν αἰτουμένων ἀντιμετρεῖ. αἰτείτω, φησίν, ὁ τύραννον ἀνελὼν ἀγρούς, σῖτον, ἀτέλειαν, χρήματα, κτήματα, ξύμπαν ὅ τι καὶ θέλει. παρὰ τοῦ δήμου λήψε- τᾶι, ὅ τι καὶ παρ’ ἐμοῦ πρότερον τοῖς νόμοις τὴν πολιτείαν κοσμήσαντος. εἰ γὰρ ἐστενοχωρη- μένην ἔγραφε τὴν ἀντίδοσιν, πάντως ἂν ξυναποστε- νώσας καὶ τοὺς τυραννοκτονήσοντας ἔλαθεν. ὅθεν κοι- νῆς δεῆσαν τῆς τυραννοκτονίας κοινὰς καὶ τὰς δωρεὰς ἐπιφιλοτιμεῖται.

ἀποκτεινέτω, φησί, τὸν τύ- ραννον καὶ παῖς καὶ γυνὴ καὶ πατὴρ 〈καὶ μή- τηρ〉 καὶ φίλοι καὶ δυσμενεῖς καὶ αὐτόχθονες καὶ | ἐπήλυδες. πάνδημον ἴστω τὸ τρόπαιον, [*](RIV 807) ἐπεὶ καὶ τὰ ἆθλα πάνδημα. ὁ βουλόμενος τυραννοκτο- [*](8 Luc. am. 19 9 cf. p. 213, 16; 381, 18; t. VI 96, 1 sq.; t. IV 692, 25 sq. et 924, 17 R. Chor. tyr. p. 75, 11) [*](2 num ἐπινευέτω? at cf. p. 472, 12 | πῶς lacobs Lect at cf. p. 461,1 3 ὀνείδους scripsi auctoribus Lobeckio Phryn. 10 et Sinteni ὄνειδος libri Re cf. p. 452, 13; 460, 6 | τῶν νόμων scripsi auctore Sinteni coll p. 452, 7 τὸν νόμον libri Re 4 οὐδὲ μίαν MaClVat 5 νομοθέτης scripsi e MaClVat νόμος Μο Re 10 σύμπαν Ma | θέλοι Ma sed οἱ in ras m 2, ClVat | punctum post θέλει posui comma Ma Vat Re om Cl Μο 11 ὅ τι scripsi ὅτι libri Re ἔτι coni lacobs Schul | τοῦ MaCl 12 τὴν πολιτείαν scripsi e MaClVat τοῖς πολι- τείας Μο Re τὰς πολιτείας lacobs | ἐστενοχωρούμην Ma 13 ξυναποστενώσας scripsi e ClVat συναποστενώσας Ma sed ξ supra σ m 2, Μο Re 14 τυραννοκτονήσαντας MaVat 16 τὸν om Vat 17 καὶ μήτηρ inserui om libri Re)

454
νείτω καὶ δωρεὰν ἐχέτω τὴν βούλησιν.