Declamatio 43
Libanius
Libanius, Declamatio 43, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
εἰ δὲ σὺ νῦν ἄνω καὶ κάτω στρέφων τὰς συλλαβὰς πείσεις τὸν δῆμον οὐχ οὕτω φρονεῖν ὡς ἐκεῖνος ἀρχῆθεν ὡρίσατο, ὅρα μὴ πολλοὺς διαγράφειν ἐπιχειρῇς τοῦ καλλίστου τῶν τυραννοκτόνων κύκλου καὶ τὰ τῶν τυράννων καθιστᾷς βεβαιότερα τούτοις οἷς καταβάλλειν μᾶλλον ἐνόμισας.
32. Σύ μοι προφέρεις τὸν τύραννον καὶ τὰ ἐκ τῆς τυραννίδος κακὰ καὶ ἕτερ’ ἄττα ὁπόσα ἐκεῖθεν ὑπὸ πονηρῷ τῷ σπέρματι πονηρότερον ἀνεφύετο, ἐγὼ δέ σοι τὴν τυραννοκτόνον, τὴν βουλήν, τὸ ξίφος, τὴν χεῖρα, τἄλλα ὁπόσα τῶν ἀγαθῶν ἐντεῦθεν περιχορεύει τὴν πόλιν.
μᾶλλον μὲν οὖν αὐτὸς ὁ κατήγορος οἷς τὰ τῆς τυραννίδος ἐκτραγῳδεῖς, τούτοις τὰ τῆς τυραν- νοκτονίας ἐπαύξειν δοκεῖς. οὕτω τοῖς αὐτὸς αὑτοῦ περιτρεπόμενος λέληθας καὶ περιιστὰς εἰς τἀναντία τὴν βούλησιν. εἰ γὰρ οὕτως ἐκεῖνος ἦν τυραννικόν τι χρῆμα καὶ θεοῖς ἀπεχθόμενον καὶ τηλικαῦτα μὲν εἰς αὐτοὺς νόμους ἡμάρτανε, τηλικαῦτα δὲ περὶ τὸν δῆμον [*](2 cf. t. VI 102, 6 9 sq. Chor. tyr. p. 51, 20 sq.) [*](1 βούλησιν scripsi e MaClVat αἴτησιν Μο Re 3 φρονῶν Vat 4 διαγράφειν scripsi e MaClVat διαγράφον Μο δια- γράφων Re 6 καθιστᾷς βεβαιότερα scripsi e Ma καθιστὰς) ClVat βεβαιότερα καθιστᾷς Μο Re | καταβαλεῖν Ma 8 τῆς om MaClVat 9 ἕτερ’ ἄττα scripsi cum lacobsio Schul coll t. V 74,14; IV 252,9 ἔτεράττα libri (ἑτεράτα Vat) ἕτερ’ Re 12 περιχορεύει scripsi e MaClVat ut coni lacobs Schul περιχωρεύει Μο Re 15 punctum post ἐπαύξειν MoCl, colon Ma Re delevi | punctum post δοκεῖς posui e ClMo cum la- cobsio Lect Schul colon Vat om Ma Re | τοῖς] τοι lacobs Schul | αὐτοῦ libri Re lacobs 16 λόγοις post περιτρεπόμενος insereDdum coni lacobs Lect | περιιστάς Μο περιιστὰς MaCl Vat 18 ἀπεκτόμενον Μο | ἐς Ma)
34. Λέγε μοι, πρὸς νόμων αὐτῶν, τὰ τόθ’ ὑπὸ τοῦ τυράννου κατὰ νόμων ἐξειργασμένα καὶ ποιοῦ τὰ ἐκείνου δυσσεβήματα τῶν τῆς ἀπεκτονυίας ἀνδραγαθη- μάτων κατάλογον, ἐγὼ δέ σοι προσεπιθήσω καὶ τὸν τρόπον ὅπως ὁ τύραννος ἔκειτο.
Ἐτυραννεῖτο μὲν ἡ πόλις, σὺ δ’ ὁ νῦν λαμπρὸς τὴν γλῶτταν ἡσύχαζες, ὁ δὲ δῆμος δουλοκρατούμενος οὐκ εἶχεν ὅ τι καὶ χρήσαιτο. δορυφόρους πολλοὺς ἐπὶ κακῷ τῷ τῆς πόλεως ἔτρεφε, πολλῷ δὲ πλείους ἐπὶ τῆς ἀκροπόλεως φυλακὴν περιίστα τῷ σώματι.