Declamatio 43
Libanius
Libanius, Declamatio 43, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
γονὴ παίδων αὐτῇ περίεστι καὶ τὴν γλῶτταν ὑποψελλίζοντες καὶ μήπω φθάσαντες τῆς τοῦ πατρὸς ὠμότητος γεύσασθαι, ἀλλ’ ἔτι καὶ τοῦθ’ ὅπερ ἐστὶ τυραννὶς οὐκ εἰδότες οὔθ’ ὧς ὁ τούτων πατὴρ τύραννος. τὸν οὖν τεκόντα ὧς ἀδικοῦντα πρὸς [*](7 sq. Chor. tyr. p. 51, 51 sq. 9 cf. p. 466, 9 11 cf. p. 456, 8; t. VI 92, 20 sq. 13 cf. ad p. 453, 9. Chor. tyr. p. 75, 12. Luc. tyr. § 1) [*](1 ἀντιτιθεῖσα scripsi e MaCl ἀντιθεῖσα ΜοΜu Re ἀνα- τιθεῖσα Vat 3 καὶ om Vat 4 κατέβαλλε Ma sed λ (in ras) ε m 2 | ἀνέστησε Ma sed σε in ras m 2 8 ἀνδρείαν MaCl sed in hoc οἶμαι ἀνανδρίαν βούλεται λέγειν in marg 9 καὶ ante φοβερὸν et ante 10 τύραννον Vat 12 αὐτὴν Vat 14 σίτησις scripsi σίτισις MaClVat σίτισιν ΜοΜu σίτησιν Re 16 ἀκούσαιτε MaCl | θερμὸν Μο sed σ supra ρ m 2 17 αὐτὴ Μο sed αἰτεῖ in marg m 2 αἰτεῖ Mu | αὕτη scripsi e MaClVat αὐτοὶ ΜοΜu Re 21 γοῦν Ma)
22. Ἀλλ’ ἐνταῦθά μοι προσεπιπηδῶσι τῷ λόγῳ καὶ [*](RIV 805) τῆς γνώμης | ἐκκρούουσιν οἱ καὶ μέχρι παίδων τὴν τυραννίδα ποιεῖσθαι σκηπτόμενοι καὶ τὸν τοῦτο λέγοντα νόμον ὡς ἐπὶ τούτοις προβάλλονται. ἐγὼ δὲ οἶδα μὲν τὸ γράμμα, οἶδα δ’ ἐφ’ οἷς ἄρα καὶ γέγρα- πται. ἀποκτιννύναι τοὺς τῶν τυραννούντων παῖδας ὁ νόμος βούλεται μέν, ἀλλ’ ὁπόταν μετὰ τῶν τεκόντων ἀδικοῖεν τὴν πόλιν, ἀλλ’ ὁπόταν τὰ τῶν πατέρων μι- μοῖντο καὶ τὰ τυραννούντων κακουργεῖν ἐπιχειροῖεν τούς τε νόμους μετασκευάζοντες καὶ τοὺς τῆς πολι- τείας θεσμοὺς διαγράφοντες, καὶ ὅλως ὅταν ἡ πόλις εἰς κακόν τι καὶ τούτων ἀπόναιτο, τότε καὶ παῖδες τύραννοι μετὰ πατρὸς τυραννοῦντος πιπτέτωσαν. οἶς γὰρ μετεῖχον τοῦ πονηρεύματος εἰκότως καὶ τοῦ πε- σεῖν συμμεθέξουσιν.
εἰ μὲν οὖν ἔχεις τι καὶ τού- των εἰπεῖν, ὦ κατήγορε, οἷς ὁ ξύμπας δῆμος ἢ καὶ τῶν καθέκαστά τις μόνος ὑφ’ οὕτως ἀτελοῦς ἡλικίας τυχὸν περιύβρισται, ἡκέτω μὲν ὁ παθὼν καὶ δεικνύτω [*](18 sq. cf. p. 327, 7 sq.) [*](1 δὲ post τούς ΜΟΜu Re delevi τούςδε coni) [*](4 προσπηδῶσι Vat 6 ἀπολεῖσθαι lacobs App Pors 329 Lect, πτοιεῖσθαι Schul 9 punctum post γέγραπται posui, colon Ma Sintenis om reliqui libri Re | τυραννούντων scripsi e MaClVat τυράννων ΜοΜu Re 10 ὁπότε lacobs Lect Scbul | μετὰ τῶν τεκόντων scripsi e MaClVat τὰ τῶν πατέρων Μο Mu Re 11 ἀδικοῖεν — πατέρων inserui e MaClVat om Μο Mu Re 12 τυραννούντων] τῶν κακούργων Vat 14 θερμοὺς Μο sed σ supra ρ Hardt | ὅτε lacobs 11. 11. 15 εἰς delendum censet Sintenis 16 οἶς vel in ὡς mutandum coni lacobs Lect Schul vel in οἱ i. e. οἳ Schul at cf. p. 440,6 et 12; 454, 13 18 τί MaClVatMu 19 ὦ] ὡς Mu | οἷς scripsi ὡς libri Re | ὁ om Vat | καὶ om Ma 20 καθ’ ἕκαστον?)
24. εἰ γὰρ διττὸν τρόπον ὑπεύθυνοι γίνονται ἄνθρω- ποι, ἤ πρὸς πέρας τὸ κακοὶ γενέσθαι φιλονεικήσαντες καὶ τοῖς ἔργοις τὸ τῆς γνώμης ἀπελέγξαντες ἄδικον ἤ μήπω μὲν ἐγχειρήσαντες, δῆλοι δ’ ἄλλως ὄντες εἰς τοῦτο γνώμης ἥξοντες, εἰ μὴ μετὰ τῆς ἐπιβουλῆς φθά- σεῖ καὶ τὸ σῶμα θᾶττον ἀποκόψας ὁ δῆμος, τούτων δὲ τὸ μὲν οὐδεὶς ἔχει δεικνύναι, τὸ δ’ αὐτὸς ὁ χρόνος οὐ μαρτυρεῖ, οὐκ οἶδα ἀντὶ τίνος οἱ παῖδες ἀδικεῖν δικαίως δόξαιεν.
ἢ μόνοι τῶν ἀπάντων μηδέν τι πονηρευσάμενοι τὰ τῶν πονηρευσαμένων ὑποίσουσι; πρῶτα λέγε μοι τὸ πονήρευμα καὶ τότε τὸν δήμιον ὅπλιζε. ἆρ’ οὖν τινα τῶν πολιτῶν χρήμασιν ἐζημίωσαν ἢ τοῦτο μὲν οὔ, φυγάδα δὲ τῆς πατρίδος ἐξήλασαν; ἤ καὶ τοῦτο μὲν τῆς κακουργίας οὐκ ἔχεις εἰπεῖν, ὀφρὺν δέ τινα κατὰ τῶν δημοτῶν ἀκόλαστον καὶ ὕβριν [*](2 Soph. OR. 588 cf. p. 452, 7 16 sq. cf. p. 359, 18) [*](1 οὐ μὲν Mu 2 καὶ πέπτωκεν] καταπέπτωκεν lacobs App Pors 329 Schul 3 σκαιωρούμενος scripsi e VatMu sed in hoc ς in ι corr σκαιωρούμενοι MaClMo Re σκευωρούμενοι coni lacobs Schul σκευωρούμενος Sintenis at cf. ad p. 325, 15) [*](4 μὴ in αἰσχύνη mutandum coni lacobs Schul, rectius in χλεύη Philostr. 331 cf. t. VI 31, 11, V 559, 9 | δοκοίη Ma sed η del m2 5 ἀποκτόνασιν ὄνασιν MaCl 7 κακοὶ scripsi e MaClVat κακὸν ΜοΜu Re 10 φθάσοι Vat 12 voce δὲ des Mu) [*](14 οἳ Ma καὶ Vat 15 signum interrogationis posui colon libri Re 16 πρῶτ’ MaVat πρῶτον Sintenis at cf, p. 464, 16 | δήμιον scripsi e MaClVat δῆμον Μο Re 17 τίνα Ma Vat 18 ἢ — ἐξήλασαν in marg Vat | οὔ Ma sed ου in ras m 2 | φυγάδα Ma sed φυ in ras m 2 20 δημοτῶν scripsi e ClVat πολιτῶν Μο Re)