Declamatio 43

Libanius

Libanius, Declamatio 43, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

16. ὧς οὖν ὀψέ ποτε ὅλη γέγονε τοῦ τῆς πόλεως κα- λοῦ καὶ συμφέρειν αὑτὴν μᾶλλον ἐπ’ οἴκου στένειν ἢ τὸν ὅλον δῆμον ἐπ’ ἀγορᾶς ἀλγεῖν ἔκρινε, καὶ τὸ τοῦ [*](2 cf. ad p. 364, 22; t. V 145, 12; VI 108, 1 6 cf. p. 347, 6 sq. 12 sq. Chor. tyr. p. 58, 25) [*](1 ἐς MaClMu 2 κωκυτοὺς in marg Ma 5 ἔλεγεν Ma sed λεγ in ras m 2 6 ἔληγεν Ma | τῶν inserui e Ma cum la- cobsio Ach Τ 780 App Pors. Adv. 287 Schul coll p. 347, 6 om ClVatMoMu Re | ἀσκληπιῶν Ma 7 ἀπογνοῦσα lacobs ll. ll. | τὴν Cl 8 ἀπιδεῖν scripsi e 3IaClVat ἐπιδεῖν Re 9 ἐπεγχειρεῖ Sintenis 10 συνοιχήσεται Ma sed ξ m 2 et σ in ras m 2 cf p. 438, 5 13 ἥ δ’ Μο 14 κατέκλει 15 ἀπέρριψεν scripsi e MaClVatMu ἀπέριψεν Μο ἀπέ- ριπτεν Re 16 τὸ ξίφος delendum censet lacobs Lect Schul 19 αὐτὴν libri Re 20 ἐπ’ ἀγορᾶς scripsi e MaClVat cum Sinteni ἐς ἀγορὰς ΜοΜu Re)

448
θυμοῦ δίκαιον τῆς φύσεως ὑπερίσχυσε καὶ ἤδη ταῦτα ἐδέδοκτο, ὢ γενναίας γνώμης ἐκείνης, ὢ μισοτυράννου ψυχῆς, ὢ γνώμης φιλοπόλιδος καὶ πεπτωκότας ἐπαν- ορθούσης τοὺς νόμους, ἐπὶ τὴν τελευταίαν τοῦ δήμου συμμαχίαν ἵεται καὶ ἃ τοῖς λόγοις οὐκ ἴσχυσε πρό- τερον, ταῦτα τῷ ξίφει κατορθώσειν ἐπίστευσε.

καὶ ἡμῶν μὲν οὐδεὶς τοῦτο τῶν μισούντων ἐτόλμησε, τῶν ὑβριζομένων, τῶν ἀδικουμένων, τῶν κακῶς παρ’ ὅλην [*](RIV 804) τὴν τυραννίδα πασχόντων, | οὐ τῶν ἀριστέων, οὐ τῶν στρατηγῶν, οὐ τῶν ὁπλιτῶν. καὶ τί λέγω τοὺς ἄλλους; ἀλλ’ οἵ γε τῶν τῆς πόλεως οὗτοι φάσκοντες εἶναι, οἱ νῦν ἐπὶ βήματος ῥέοντες, οἶ νῦν πολλὰ θρασυνόμενοι, ἔχεις τινὰ τούτων εἰπεῖν εἰς τοῦτο τόλμης ἐλθόντα ὁ γενναῖος καὶ νῦν τοὺς νόμους ἐξακριβούμενος; ἀλλ’ οὐδὲ τούτων οὐδεὶς πρὸς τοσοῦτο τόλμης ἐλθεῖν ἐθάρρησεν.

ἡ γενναία δὲ αὕτη καὶ μόνον τὸ σῶμα γυνή, τὴν δὲ ψυχὴν ἀνδρώδης, τῷ ὄντι δὲ μᾶλλον καὶ τὴν χεῖρα καὶ τὴν ψυχὴν ἐλευθέ- ριος ἐγχειρίδιον ὑπὸ μάλης λαβοῦσα καὶ τὸ δωμάτιον εἰσελθοῦσα, οὗπερ ἐτρύφα καθ’ ἡμῶν ἐκεῖνος, καὶ τοὺς μὲν ὀφθαλμοὺς εἰς τὴν τοῦ τυράννου σφαγὴν μετὰ καὶ τῆς χειρὸς ἀποτείνουσα, τῇ δὲ γνώμῃ πρὸς ὑμᾶς ἀφορῶσα, τὸν δῆμον, καὶ τῇ πρὸς τὸν ἄνδρα στοργῇ [*](12 cf. ad p. 473, 5 19 sq. cf. t. VI 92, 13 sq. Luc. tyr. § 7. Chor. tyr. p. 53, 4 sq. Plat. Gorg. p. 469 D) [*](2 comma post ἐδέδοκτο posui e Μο, punctum reliqui libri Re | ὦ(1) ΜοΜu Re | ὦ(2) ClVat Re 3 co Cl 5 ἵεται Μο Mu Re 10 τῶ(1) Μο 12 οἱ(1) inserui e MaClVat om ΜοΜu Re 16 τόλμης Ma sed ης corr μ 2 | ἐλθεῖν om Vat inser Ma 2 18 χεῖρα καὶ τὴν in marg Mo 2 19 μάχης Μο sed et χ in λ corr ras et λ suprapos m 2 21 τοῦ om Cl Ι σφαγὴν Ma sed σφ in ras m2)

449
τὴν ὑπὲρ τῶν νόμων ἀντιτιθεῖσα σπουδὴν παίει και- ρίαν τὸν ὑφ’ οὗ παιόμενος ὁ δῆμος ἠνείχετο.

καὶ μιᾷ πληγῇ τὸν μὲν εἰς τοὔδαφος μετὰ καὶ τῆς ὅλης τυραννίδος κατέβαλε, τοὺς δὲ νόμους πεπτωκότας ἀν- έστησε καὶ τὸν πολλοὺς ἀνελόντα μόνη μετὰ καὶ τοῦ ξίφους κατεστρατήγησε καὶ δι’ ἑνὸς φόνου τὰ κάλλιστα τῶν πώποτε τροπαίων ἀνείλετο. καὶ μιᾷ χειρὶ τρεῖς καθεῖλε τυράννους, στοργὴν ἐξ αἵματος, ἀνανδρίαν ἐκ γένους, καὶ τὸ τελευταῖον, μέγαν, φοβερὸν ὁπλίτην, ἄνδρα τύραννον.

20. Καὶ διὰ τοιαύτης παραδόξου σφαγῆς τὰ πάντα πᾶσιν ἀποδεδωκυῖα ἴα μίαν αὐτὴ καὶ ταύτην χάριν αἰτεῖ- ται δικαίαν. ὁποία τις αὕτη; οὐ πλέθρα γῆς, οὐκ ἀπὸ πρυτανείου σίτησις, οὐκ ἄλλο τῶν πρὸς κέρδος οὐδέν, ἀλλ’ ἢν ἂν φρονοῦντες θαυμάσαιεν ἄνθρωποι κἂν ὑμεῖς ἀκούσητε, τὸν τῆς φύσεως, οἶμαι, θεσμὸν αἰ- δεσθήσεσθε.