Declamatio 41
Libanius
Libanius, Declamatio 41, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ὅλως δὲ ὁ κατάρατος ἑταῖρον αὑτὸν καὶ φίλον προσαγορεύων τῶν θεῶν καὶ πᾶν δυσχερὲς δι’ ἐκείνων λύειν ὑπι- σχνούμενος πολλοὺς οἴκους ἀνατέτραφε μισθῶν αὑτὸν ταῖς τῶν πολιτῶν ἔχθραις καὶ περὶ τοὺς τάφους κα- λινδούμενος κἀκεῖθεν ὀλέθρους τοῖς αὐτὸν οὐδὲν ἀδι- κοῦσιν ἐπάγων ἀνθρώποις, νεκροὺς ἐνοχλῶν καὶ ψυ- χὰς οὐκ ἐῶν ἐν τοῖς αὑτῶν μένειν ἤθεσι.
καὶ πολ- λοὶ δὴ τοὺς αὐτοῖς προσκεκρουκότας ἀπώλεσαν δι’ [*](10 Soph. o. R. 388 16 cf. t. IV 379, 2. Plat. Euthyphr. p. 14 B) [*](1 ἐμένομεν Par 4 οὐδὲ πώποτε ΜΒ 6 ἀσθενές Par) [*](7 οὐδὲ ΜοsΒ 10 τὴν inserui e ΜοsΒ om PPar M edd) [*](12 τὰ ἐκείνων PPar M 13 τίσιν] τίνων Par 14 αὐτὸν PParMosB edd ἑαυτὸν Μ | αὐτόν post φίλον Ρ | προσαγο- ρεύων scripsi προσαγορεύει Β προσαγορεύει PParMosM edd) [*](16 ἀνατέτραφθαι Par | αὐτῶν Ρ 17 κυλινδούμενος Β) [*](18 δι’ ante αὐτὸν Par M | αὐτὸν οὐδὲν scripsi e Par MB οὐδὲν αὐτὸν ΡΜοs edd 20 ἐν om Re | αὐτῶν libri edd) [*](21 δὲ Par | ἀπ(??)λεσαν Ρ)
9. Ταῦτα ὁρῶντες οἱ θεοὶ καὶ μισοῦντες καὶ τοὺς τούτῳ περιπεσόντας ἐλεοῦντες τὴν ὀργὴν ἐπὶ πάντας ἀφῆκαν, ὃ πολλαχοῦ γεγένηται πολλάκις. τοῦτο δὲ ἄρα οὐδὲ τοὺς γενναίους ποιητὰς ἐλάνθανεν, ἀλλ’ εἰδότες ᾄδουσι· πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα. τοῦτο πόλεσι διέστησε γῆν, τοῦτο θάλατταν ἐπήνεγκε, τοῦτ’ ὄμβρον ἔξω τοῦ μετρίου, τοῦτο λιμόν, τοῦθ’ 20 ὅπερ | ἡμῖν.