Declamatio 41

Libanius

Libanius, Declamatio 41, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἀλλὰ παρ’ ὧν τὸ τραῦμα, παρὰ RIV 727 τούτων καὶ ἡ βοήθεια ἐπειδὴ γὰρ πολλοὶ μὲν ἐτεθνή- κεσαν ἤδη, τὰ δὲ τῶν ἰατρῶν ἦν οὐδέν, εἴδομεν οἷ [*](17 Hes. op. 240. cf. t. 11 180, 4; 99, 6 23 Thuc. H 47, 3) [*](2 τὴν om Mor 3 αὐτῷ ΡΒ ἑαυτῶ Thuc. 4 αὐτῷ Ρ ParMosB edd Ι νικᾶν Par Ι ἂν Mor 5 νοσημάτων Par sed νο antepos m 2 6 αὐτὸς om PPar B et γρ in marg Mor | οἶδ’ ἃ Ρ 10 καὶ(1) om Μ Ι τε post ποιεῖν Μ | αὐτοῦ Par 11 καὶ om Β 14 ὁ Ρ καὶ Par ἣ Μ ἢ γρ in marg Mor) [*](17 πολλάκις libri Re 20 ὄμβρους Par sed οὑς in lac 3 vel 4 litt m 2 | ἔξω om Par | λιμόν scripsi λοιμόν libri edd 22 καὶ inser Β | ἐτεθνήκασιν PParM 23 τὸ Par | ἡ Mos)

376
χρῆν ἰδεῖν, ἐπὶ τὸν οὐκ ὀλίγαις πόλεσι λελυκότα καὶ ταύτας καὶ πολλὰς ἑτέρας συμφοράς, τὸν θεὸν τὸν ἐν Δελφοῖς. καὶ ἐδεδοίκειν μέν, ἐδεδοίκειν, ὦ πολῖται, μὴ τῷ τοῦτον οὐκ ἐξεληλακέναι τῆς πόλεως ἀτυχήσω- μὲν τοῦ μαντείου, κρείττων δὲ εὖ ποιῶν ὁ θεὸς τῆς ἐμῆς ἐλπίδος γίνεται καὶ ἀναιρεῖ δὴ σαφῆ καὶ ἁπλᾶ καὶ οὐχ οἶα τὰ πολλὰ Δέλφικά τοῖς μὲν τοῦτο, τοῖς δ’ ἐκεῖνο παρέχοντα νομίζειν, ἀλλ’ εἶπε διαρρήδην, εἰ παῖς ἑνός του τῶν πολιτῶν ὑπὸ τοῦ δήμου τυθείη, στήσεσθαι τὸ κακόν.

ταῦτα ἀκούσαντες ἀνέστρεφον οἱ θεωροὶ θέοντες νύκτα καὶ ἡμέραν ὁμοίως ἐπειγό- μενοι καὶ ἡμεῖς ἐκαθήμεθα τρέμοντες, τί ποτ’ ἄρα ἥξουσι φέροντες. ὡς δὲ ᾐσθόμεθα προσιόντας, πολλοὶ πρὸ τῶν τειχῶν περιχυθέντες ἠρωτῶμεν, εἴ τι τοιοῦ- ’τον ἦλθον ἀκούσαντες, ὃ δίδωσιν ἀναπνεῦσαι τῇ πό- λει, χρηστὰ δὲ αὐτῶν ὑπισχνουμένων οὐκ ᾠόμεθα δεῖν μέλλειν, ἀλλ’ ἐπὶ τὴν ἐκκλησίαν δρόμος καὶ ὁ γραμμα- τεὺς εὐθὺς ἀνεγίνωσκε τὸν χρησμόν.