Declamatio 41

Libanius

Libanius, Declamatio 41, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

διὸ καὶ σφόδρα δεῖ τουτονὶ καὶ μισῆσαι καὶ ζημιῶσαι τηλικαύτης ἡμᾶς ἐν οἶς ἐπαγγέλ- λεται καὶ φησι δώσειν ἀποστεροῦντα ῥοπῆς, οἶμαι δὲ καὶ τοὺς τούτῳ συνειπόντας, οἱ τὸν μάγον ὅθεν φι- λοῦσιν οὐκ ἄδηλον, εἰκότως ἂν τῆς παρ’ ὑμῶν ὀργῆς τυγχάνειν, εἰ τὰ πρὸς τοῦτον ὄντα τοιοῦτον πρὸ τῶν τῆς πόλεως τίθενται.

5. Τῶν μὲν οὖν ἄλλων τινὲς ἀποροῦσι καὶ πρὸς αὑτοὺς ἐζητήκασι πολλάκις, <ἐκ> τίνος ποτὲ ἀρχῆς πόθεν τὴν αἰτίαν λαβὸν τὸ δεινὸν τοῦτο καὶ ἀφόρη- ’τον νόσημα κενοῖ τὴν πόλιν. καὶ δὴ καὶ πρὸς ἀλλή- λους ᾐσθόμην τινῶν ἐπ’ ἀγορᾶς στενόντων· τίνος ταύτην ἀδικήματος δίδομεν δίκην; οὐχὶ καὶ νεῴ καὶ ἱερὰ καὶ τεμένη καὶ βωμοὶ καὶ πάντα κατὰ τοὺς παλαιοὺς νόμους πεφύλακται τοῖς θεοῖς; οὐ θύομεν; οὐ σπένδομεν; οὐ τελοῦμεν; οὐ πανηγυρίζομεν; οὐ παρ’ αὐτῶν ἐπὶ τὰς μά- χας ἐρχόμεθα; οὐ μετὰ νίκας ἀναθήματα κομί- [*](1 μὴ scripsi e MB μὴ δὲ PParMos μηδὲ edd | ἡμῖν ὁμοίως ΜοsΜ | ἔτι βοηθεῖν om Β 2 ἰδεῖν ἡμᾶς Par | ὑμᾶς ΡΒ) [*](7 ἐν οἷς om Par 9 τῶν μάγων Mor | τοι post ὅθεν Β) [*](10 εἰκότως ἂν post ὀργῆς Mos 11 εἶτα Par | τούτων Ρ sed τοῦτον suprascr m 2 14 αὐτοὺς scripsi e ΜΒ αὐτοὺς PParMos edd | ἐκ inserui auctore Re om libri edd 18 ταὐτὴν edd | δίδομεν scripsi e ΡΜοsΜΒ ut coni Re δι- δόαμεν Par 19 νεῴ Bcripsi cum Bastio Greg. Cor. ed. Schae- fer p. 646 νεὼ ΡΜοsΜΒ edd νεὼς Par)

374
ζομεν; οὐ συνθήκας τηροῦμεν; οὐχ ὅρκοις ἐμ- μένομεν; οὐ τὰ δίκαια πρὸς τοὺς περιχώρους ποιοῦμεν; πῶς οὖν νοσοῦμεν;

οἱ μὲν ἄλλοι ταῦτα, ἐγὼ δὲ οὐδεπώποτε θαυμαστὸν ἡγησάμην τὸ ταῦτα πάσχειν ἃ πάσχομεν οὐχὶ τῶν τρόπων κατεγνω- [*](RIV 726) κὼς τῆς πόλεως οὐδ’ ἀσεβές τι συνειδὼς | ὑμῖν οὐδ’ ἄγριον οὐδέν, μήποθ’ οὕτως ἀγνοήσαιμι τὴν πό- λιν, ἀλλ’ ὁρῶν τὸν ἄνθρωπον τοῦτον ἐκ γεωργίας μὲν ἢ θαλάττης ἤ τινος ἄλλης ἐπιεικοῦς ἐργασίας οὐ βου- λόμενον ζῆν, τὴν πονηρὰν δὲ ταύτην μετιόντα τέχνην καὶ φάσκοντα μὲν ὑπὲρ τοὺς ἄλλους ἐπίστασθαι τοὺς θεοὺς καὶ τἀκείνων ἀπόρρητα καὶ τίσι χαίρουσι καὶ τίσιν ἕλκονται καὶ τί λαβόντες ἀντιδοῖεν ἄν.