Declamatio 40

Libanius

Libanius, Declamatio 40, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τὸ γένος περιύβρισται, τοῖς δὲ τοῦ γένους λόγος οὐδείς. ὁ τῶν ὅλων πατὴρ Ζεύς, τὸ ἐπὶ τούτοις, ἠτίμωται, ὁ δὲ πατὴρ οὐκ ἀλγεῖ. Ἤρας γαμηλίου θεσμὸς ἠδίκηται, τοῖς δ’ ἐπὶ τοῦτο τεταγμένοις τοῦ πράγματος ὅλως οὐκ ἐμέλησεν. ἡ πόλις ὅλη μετὰ καὶ τῆς δίκης αὐτῆς ἀδοξεῖ, τῶν δὲ δικαστῶν οὐκ ἔστιν ὃς οὐκ ἀποσιωπᾷ.

[*](14 Testim. apud Dem. cor. ’ξ 137 p. 273, 8 16 cf. t. V 389,9)[*](1 ἐφεῖρπε Β ἐφῆρπε Va | ἀστυγείτοσιν περὶ Ma 2 comma post ξένοις posui piinctum libri edd 7 δπη BVa S δὲ Vi 12 παραβαινόντων Β | ὑπεραλγοῦσι Cl 13 αὐτῶν Ma ClViVa Ferr Mor | αὐτοὺς om BVa 14 οὓς Vi | τὰ om Β Va I τὸν νόμον in τῶν νόμων corr Va | ,,malim τηρήσειν“ Re)[*](15 περιύβριστον Β 16 ὅλος MaClViVa | ἄλλων Vi 17 ἠτίμωμαι Vi | ὅ MaVi | δ’ ὁ MaClVi 18 τούτω MaCl sed in hoc ύτω ex ῦτο corr, Vi „malim τούτῳ“ Re 19 ἐμέ- λησεν scripsi e MaViVa ut coni Re ἐμέλλησεν Cl ἠμέλησεν Pa edd)
356

62. τούτους μετήλλαξα τοὺς λόγους ἐγώ, ταύτας μετή- μειψα τὰς φωνάς, τηλικαύτην ἀδοξίαν ἔπαυσα. καὶ νῦν τό τε τῆς φήμης πικρὸν ἔσβεσται καὶ οὔτ’ ἐμὲ τὸν πατέρα οὔτε τοὺς λοιποὺς τοῦ γένους οὔθ’ ὑμᾶς αὐ- τοὺς οὐδ’ ἂν τῶν πάνυ φιλαιτίων ἔχοι τις αἰτιᾶσθαι, ἀλλ’ ἔστι πολὺς οὗτος ὁ λόγος παρὰ τοῖς ξένοις, παρὰ τοῖς αὐτόχθοσιν, ἐπὶ θεάτρων, ἐπ’ ἀγορᾶς, ἐπ’ ἐκκλη- σίας, ὡς οὐκ ἦν ἄρα ἐπὶ μακρὸν λήσεσθαι τοὺς ἐπὶ τοιαύτης ὑβρίζοντας πόλεως οὐδὲ πρὸς δημοκρατίας [*](RIV 605) οὕτω | σεμνῆς περιόψεσθαι τὸ δεινὸν ὑφέρπον τε καὶ λωβώμενον, ἀλλ’ ὁ συζευξάμενος τὸν γάμον πατὴρ καὶ τὰ πατρὸς ἐτήρησε καὶ ὁμόγνιον Δία καὶ Ἤραν συζυγίαν ἐτίμησε πρότερον καὶ νῦν οὗτος τ·ούς τε τοῦ γένους τήν τε πόλιν ἀδοξίας οὐ τῆς τυχούσης ἐξείλετο καὶ γάμων ὕβριν ἐξέκοψε καὶ οὔτε τῆς παιδὸς ὑπεισῆλθέ τις οἶκτος αὐτὸν οὔθ’ ὅσα ἐφ’ οἷς ἔτρεφεν ἐκείνην ἀνάλωσεν ἐπῆλθε τῷ λογισμῷ οὔθ’ ὧς οὐδὲν πατέρων ὀφθαλμοῖς γλύκιον τοῦ παῖδας ὁρᾶν ἔχειν ἐσκέψατο, ἀλλ’ ὑπερεῖδε πατρικῶν σπλάγχνων ἀνάγκην, ὑπερεῖδε τοὺς ἐπὶ παιδοτροφίᾳ πόνους, οὐκ ἐλογίσατο τὴν περὶ τοὺς γάμους δαπάνην, οὐκ ἐσκέψατο τοὺς μετέπειτα παῖδας οὓς εἶχεν ἄν, εἰ μὴ τὴν κόρην ἐφ’ οἷς εἷλε μετεπορεύσατο, ἀλλ’ ἐπὶ τοὺς νόμους ἔβλεψεν, [*](1 Nonn. Dion. IV 182 11 Sopat. 1. 1. p. 231,20 sq 12 Eur. Andr. 921. Arist. ran. 750. Plat. leg. IX p. 881 D 19 Arist. nub. 1036; ran. 844. 1006. Eur. Cycl. 424 23 Lys. or. 31 § 2 p. 187,1) [*](1 μετήλλαξα BVa 3 τότε Va | μικρὸν BVa 6 ἔστι scripsi e Vi ἔτι LPaMaClBVa edd 7 θεάτρου MaClVi 10 ,,malim περιόπτεσθαι“ Re | ὑφέρπον Ma sed ὒ in ras m3) [*](11 ποτὲ BVa 14 γε ClVi | γε Vi | ἀδοξίαν Vi 16 ὑπεισῆλθε τίς MaClVi 18 τοῦ Ma sed v in ras m 2 τοὺς ClVi | ὁρᾶν ἔχειν ἐσκέψατο in ras Ma3)

357
ἐπὶ τὴν πόλιν ὅλους ἀφῆκε τοὺς λογισμούς.

εἶδεν ὧς τὸ μηδὲν παρ’ ἐκείνοις οἶ νόμοι καὶ τὰ τῆς πόλεως περιύβρισται καὶ παραυτίκα ὅλος τοῦ δικαίου καὶ τῆς θρεψαμένης γίγνεται καὶ δραμάτων τὴν οἰκίαν ἐν- έπλησεν, ἔν ἔχοι μηδὲν ἡ πόλις αἰσχύνεσθαι καὶ οὐδὲ δικαστῶν καὶ βήματος ἐπὶ τούτοις ἠνέσχετο, ἀλλ’ ἐξ ἧς οἰκίας, ἀφ’ οὗ γένους τὸ κακὸν ἀνεφύη, παρ’ αὐ- τῶν ἐκείνων ἔκρινε δεῖν ἐκκεκόφθαι.

64. Ὅτι δὲ καὶ τὰ τῆς τιμωρίας ἐς οὐδὲν μείζω τοῦ πονηρεύματος, ἀναλογίσασθε, ὦ ἄνδρες, ὅσα καὶ ὅπως τοὺς τηλικαῦτα ἐξαμαρτάνοντας ὁ νομοθέτης ἐκό- λασεν. εἶδε κἀκεῖνος τὸ πολὺ τοῦ κακουργήματος καὶ παραυτίκα ἐπὶ τὴν σφαγὴν ὥρμησε καὶ τὸ ξίφος ἐπέ- σεισε. τίνος οὖν ἂν εἴη λόγου, ποίας δὲ δίκης παρ’ ὑμῖν εὐθυνόμενον ἑστάναι τὸν ἅπερ ἂν καὶ ὑμεῖς ἐρ- γάσασθαι | οὐκ ἂν ἀποκνήσαντα; ἢ μὴ ξίφους ὁ [*](RIV 606) νομοθέτης τουτὶ τὸ δεινὸν ἐτιμήσατο; ἐπέξιθί μοι τὸ γράμμα καὶ τοῦ βήματος ἀποστήσομαι.

εἰ δ’ οὖν, ἀλλ’ ὅτι μὴ μοιχὸς ἐκεῖνος ἐξέλεγχε. εἰ δὲ τοῦτο μὲν πρὸς τῆς ἀληθείας, ἐκεῖνο δὲ παρ’ ἡμῶν, μᾶλλον δὲ ὑπὸ τῶν νόμων ἀφῄρησαι, μὴ σύ γε μάτην γίνου [*](2 τομηδὲν L 4 γίνεται MaClVi | δραμόντων Vi 5 ἔχοι scripsi e ClViBVa ἔχῃ LPaMa edd 9 μωρίας Β | ἐς in- serui e MaClViBVa om LPa edd 10 ἀναλογίσασθαι MaCl) [*](11 τηλικαῦτα Ma sed καῦτα in ras m 3 | ὁ om Mor 12 οἶδε Β 13 παραυτίκα scripsi e PaMaClViVa παρ’ αὐ- τίκα LB edd | ἐπέσεισεν Ma 15 ἡμῖν libri Ferr et γρ in marg Mor corr Mor 16 ἀπωκνήσαντα LPaCl Ferr ἀπωκνή- σατε Ma sed γρ ἀπωκνήσαντα suprascr m 2, ViBVa corr Mor | ἢ scripsi auctore Re εἰ libri edd 18 τι ante ἀποστήσομαι edd delevi ὑποστήσομαι Ferr 19 ἐξήλεγχε BVa 21 τῶν in ras Ma 3 | σύ γε μάτην reposui e libris μάτην σύγε edd | γίγνου B Va)

358
κατήγορος. ἡ γὰρ οὐκ αἰσχύνῃ, πρὸς τῆς Δίκης αὐτῆς, οὕτω γραφόμενος ἄτοπα πατέρα ἄνθρωπον καὶ τοῦτον, ὧς οἶμαι καὶ πάντες ἴστε, τῶν μετριωτέρων τοὺς τρό- πους καὶ λήματος καὶ ὀργῆς ἀνθρωπικώτερον ἔχοντα καὶ μὴ κατὰ τοὺς τῶν θηρῶν ἀγρίους ἐπιπηδῶντα.

66. καὶ τί λέγω περὶ τῶν ἐμῶν καὶ οὓς αὐτὸς καὶ γάμοις ἔζευξα καὶ ἔθρεψα καὶ ἐπαίδευσα; ἀλλὰ τίνα τῶν τῆς αὐτῆς πόλεως, ἀλλὰ τίνα τῶν ἐξ ἀστυγείτονος, ἀλλὰ τίνα τῶν πορρωτέρω μόνον ἀπλῶς ἄνθρωπον δοκεῖς μ’ ἂν ἐθελῆσαι κτείνειν δίκης ἄνευ καὶ νόμων; ἀλλὰ τί μὴ τοὺς τῆς αὐτῆς φύσεως ἀφείς, οὓς ἄν τις καὶ ἄκων οἰκτίσαι ἀνθρώπους γε ὄντας ἄνθρωπος, ἀπὸ τῶν φαυλοτέρων ποιοῦμαι τοὺς λόγους;

ὁρᾷς τοὺς φυτηκομοῦντας τούτους ἐπὶ τῶν ἀγρῶν; οὐδ’ οὗτοί ποτε τοῦ τῶν φυτῶν στοίχου μὴ ὅτι δένδρον [*](RIV 607) ὅλον, ἀλλ’ οὐδὲ κλάδον ἐκκόπτουσιν | ἀλόγως, εἰ μὴ πρότερον αὐτοῦ καταγνοῖεν τὸ ἄκαρπον. καὶ οὐ τὴν αὐτὴν περὶ μόνα ταῦτα γνώμην ἔχουσιν, ἀλλ’ [*](1 cf. t. IV 813, 7 R 4 Eur. Med. 119. 348 13 Her. IV 54; 195, 2; VII 195 14 Opp. cyn. I 122; IV 254 cf. p. 360, 10) [*](1 ἢ ClBVa | πρὸ Ferr | Δίκη Mor | αὐτὴ Re 2 ,,fort. ἄνθρωπον ἀνθρώπου“ Re 3 τῶν μετριωτέρων scripsi e Ma sed γρ τὸν μετριώτερον in marg m 2, ClViBVa μετριώτερον L Pa edd 4 λήμματος MaClViBVa | ἀνθρωπικώτερα BVa 5 ,,post ἐπιπηδῶντα deest aliquid, e. c. τοῖς ἐμοῖς“ Re 6 καἰ- τοι τι λέγω coni Re 8 ἐξαστυγεἰτονος ViVa 9 πορροτέρω edd 10 δοκεῖς μ’ scripsi δοκῆς libri δοκοῖς Vi) edd et de- fendit Re ἐμὲ ad ἐθελῆσαι supplens | καὶ Ma sed ἢ suprascr m2 om BVa 11 αὐτῆς φύσεως scripsi e MaClVi cum la- cobsio Lect φύσεως αὐτῆς LPaBVa edd sed αὐτῆς φύσεως κοινωνοὺς vel μερίτας coni Re 13 περὶ? at cf Her. 11. 11.) [*](14 signum interrogationis posui e Β comma reliqui libri edd | οἱ δ’ BVa 16 εὐλόγως Ma)

359
οὐδὲ πόαν τινά, τοῦ κηπεύματος τὸ φαυλότατον, οὐχ ὑπούσης αἰτίας ἀπέσπασαν.

68. Ποῦ δέ σοι καὶ κατηγορίας ἄξιον τὸ καθελεῖν οὓς ὁ νόμος ἐπέτρεψεν; εἰ δ’ ἐμὲ δεῖν φόνου νενόμι- κας γράφεσθαι, τί μὴ καὶ τοὺς δικαστάς, ὅτι καὶ παρ’ αὐτῶν οὐκ ὀλίγοι πεπτώκασιν ἔννομα; ξίφος ἐνταῦθα κἀκεῖ πάντως καὶ τοὖργον ἓν καὶ ἡ χεὶρ ἐπίσης ἐξώ- πλισται. καὶ τόν γε τῶν πεπτωκότων τρόπον ἔνεστιν ἰδεῖν οὐκ ἀνόμοιον. μοιχοὶ καὶ κακοῦργοι καὶ παρ’ ἐκείνοις.

τοῦτο δὴ τὸ κακὸν καὶ νῦν ἤνθησεν ἐκ τῆς ἐμῆς οἰκίας, ἐκ τοῦ αὐτοῦ μοι γένους, ὦ θεοὶ ἐφέστιοι, καὶ τοιοῦτον μύσος ὑμεῖς ἐπ’ οἴκου τελού- μενον ἰδεῖν ἠνέσχεσθε τάχα που καὶ παρὰ τὴν ὑμε- τέραν ἑστίαν ἐκμελετώμενον. εἰ δὲ πάντα παρ’ ἀμφο- τέροις ταὐτὰ καὶ τοῦ πεσεῖν ἄξιοι, δῆλον ὅτι καὶ παρ’ ἀμφοῖν τὸ μὴ κακίζεσθαι λείπεται.

ἀπέκτεινα μέν, ἀλλ’ οὐ νυμφίον. ἐξέκοψα μέν, ἀλλ’ οὐ παῖδα. ἐφηψά- μην ξίφους, ἀλλ’ ἐν οἷς ὁ νόμος ἐφῆκεν. ὥπλισα τὴν δεξιάν, ἀλλ’ ἔνθα καὶ ὁ νομοθέτης τὸν δήμιον. μοιχὸν ἀνεῖλον καὶ τὴν μοιχευομένην προσέθηκα. καὶ τό γ’ ἀξίως ἀπεκτονέναι τὸ καὶ φόνον εἶναι δοκεῖν ἀφαιρεῖ- [*](1 Arist. av. 1100 11 Hierocl. apud Stob. floril. 67, 24. Soph. Ai. 492) [*](3 καὶ om Vi 4 φόνου scripsi e PaMaViBVa φόβου LCl edd 9 καὶ(2) om MaClVi 12 μύσος MaVa μῖσος Cl | ἐπ’ οἴκου om Β ἐποίειν Va | ὐποτελούμενον BVa 15 ταὐτὰ scripsi e MaClVi ut coni Re ταῦτα LPaBVa edd | „circa ἄξιοι deesse videtur οἱ τοιοῦτοί“ Re | παραμφοἱν Cl 18 ἐφ’ Ma | ἐφῆκεν Mor sed γρ in marg ἐφήκει ἐφῆκε Ma ἀφῆκε BVa 19 ὁ inserui auctore Re coll. p. 357, 11 om libri edd 20 ἀλλὰ ante καὶ Β | τὸ δ’ MaClViB Va 21 ἀφαι- ροῦμαι MaClViBVa)

360
τᾶι. οὐκ ἀφαιρεῖται τὸ φόνον εἶναι τὸ πρᾶγμα ἄλλο τι ἢ ὅτι δικαίως ἠγώνισμαι.

εἰ δὲ τοιοῦτος ὁ τρό- πος, οὐδ’ εὐθύνας ἐπὶ τοιούτοις ἀπαιτεῖν εὔλογον. οὐ καθαρὸν πολίτην ἀφειλόμην τῆς πόλεως, ἀλλ’ ὑβρι- στῆν, ἀλλὰ μοιχόν, ἀλλ’, εἰ οἶόν τ’ ἦν, καὶ πολλάκις [*](RIV 608) ἀπολέσθαι δίκαιον. | οἷς μὲν γὰρ ἠδίκει πεπτω- κὼς οὐκ ἠδίκηται, οἷς δ’ ἀξίαν ἐδέχετο τὴν πληγὴν οὐδ’ ἡ πόλις προσεζημίωται.

ἐχρῆν δ’, οἶμαι, καὶ τοὺς ἐξ Ἀσκληπιοῦ τῶν σωμάτων ἀποκόπτειν ὁπόσα καὶ σέσηπε καὶ τὸν φυτηκόμον ὁπόσους ἂν φωράσειε τῶν κλάδων ἀποθνήσκοντας καὶ τοὺς πατέρας οὐδὲν ἧττον τοῦ γένους ἐκκαθαίρειν τὸ ἄκοσμον οὐ μᾶλλον ὑπὲρ αὑτῶν τοῦτο μηχανωμένους ἤπερ τῆς πόλεως ἢ τούτους ἐθρέψατο. τὸ γὰρ ἄνδρα πονηρὸν ἐξελέσθαι πόλεως ἴσον τῷ καὶ μέλος διεφθορὸς σώματος ἐκ- ἐκτεμεῖν.

73. Ἀλλ’ ἐνταῦθα μὲν οὐδὲν ἔχουσι λέγειν οἱ μη- δὲν ἧττον τῆς τύχης ἐμπηδῶντες ἡμῖν οὗτοι, τὸ δ’ ὅτι μὴ κοινωσάμενος τῷ δήμῳ τὴν γνώμην ἐπλήρουν, τοῦτο δὲ γραφῆς τιμῶνται καὶ δίκης. ἐγὼ δ’ εἰ μὲν ᾔδειν ἕτερόν τι τὸν δῆμον περὶ τῶν ἐμῶν βουλευσό- [*](10 sq. Ael. var. hist. 1 34 18 Sopat. 1. 1. p. 231, 20) [*](1 τὸ(1) scripsi e PaMaViBVa ut coni Re τὸν LCl edd | ἄλλο τι ἢ ὅτι] ἀλλ’ ὅτι MaClViBVa 2 δικαίως ἠγώνισμαι] δίκαιος ἀγωνίζομαι γα sed γρ δικαίως ἠγώνισμαι in marg m 2, ClViBVa 5 οἷός τ’ Re 9 „malim ὁπόσα κατασέσηπέ“ Re at cf. p. 319, 6 10 ὁπόσους Ma sed ὅσους in ras m 3 ὁπόσας Cl ὁπόσα BVa | φωράσαι BVa 11 ἀποθνήσκοντα BVa 13 αὐτῶν scripsi e Vi αὐτῶν reliqui libri edd 15 ἶσον Ma ClViBVa | τὸ BVa 18 ἡμῖν ἐμπηδῶντες MaClVi | καὶ οὗτοι Vi 19 κοινωσάμενος scripsi e MaViBVa coll p. 361,8. Sopat. l. l. κοινωνησάμενος LPaCl edd 20 τοῦ Vi 21 τὸν ἐμὸν Cl sed in τῶν ἐμῶν corr m2)

361
μένον, ἀλλ’ οὐ τοῦθ’ ὅπερ αὐτῷ μοι νενόμιστο δί- καίον, τάχ’ ἂν ἔκρινα δεῖν ἐπὶ δικασταῖς ποιεῖσθαι τὰς ψήφους καὶ ὡς ἐκείνοις δοκοῦν, ἐπὶ τοὺς παῖδας ἁμαρτόντας φέρεσθαι· ἐπεὶ δὲ ταῦτα ἅπερ ἐγὼ ψη- φιεῖσθαι καὶ πέρα τούτων οὐδὲν ἤμελλον, οὔ μοι δι- καίως τοῦ σοῦ τούτου βουλεύματος προσεδέησεν. έν οἷς γὰρ ὅ τι καὶ δεῖ πράττειν οὐκ ἔγνωσται, ταῦτα καὶ κοινοῦσθαι τῷ δήμῳ ξυμφέρον, ὧς ἔνθα τὸ πρα- κτέον δῆλον, μὴ καὶ περιττὸν ἐκκλησίας προσδεῖσθαι.

74. ταῦτα ἄρα κατ’ ἐμαυτὸν εἶδον τὸ καλόν, ἐσκόπησα τὸ τοῖς νόμοις περὶ τούτου δοκοῦν, κατ’ ἐψηφισάμην μετὰ καὶ τοῦ νόμου θάνατον, ἐπεκύρωσα τοῦτο τὸ ψήφισμα καὶ τὸ ἐντεῦθεν, ὡς ὁ νόμος οἶδεν, ἐπράτ- τετο. ἐπὶ τούτοις ἐξηπιστάμην ἐμαυτὸν τὸν πατέρα τῶν ἁμαρτόντων, τοὺς δὲ νόμους πάντα τῷ πατρὶ περὶ τοὺς παῖδας ἐφιέντας. οὐ γάρ ἐστιν ὅπου καὶ νομοθέ- της τὴν γνώμην πεφόβηται, μή τι καὶ δεινὸν παρ- απολαύσωσι τῆς τοῦ πατρὸς αὐτονομίας οἱ παῖδες, | [*](RIV 609) εἰ μὴ πρότερον ἐκεῖνοι μονονοὺ τὸ ξίφος ἐπὶ σφᾶς αὐτοὺς ὠθήσουσιν.

ὡς οὖν πατὴρ περὶ τοὺς παῖ- δᾴς οὐ βάρβαρος τὰ πρῶτα προσηνῶς τε εἶχον καὶ πᾶν ὁτιοῦν τοῦ καλῶς ἐκείνους βιῶναι δεύτερον ἐτίθε- το παρ’ ἡμῖν. ἐπεὶ δ’ ἐκεῖνοί με τῶν ἐλπίδων ἐψεύ- σαντο, κἀγὼ τοῦ στέργειν ἐκείνους ἐξέπεσον. τοσοῦτο [*](2 τάχα MaClVI 7 ὅτι MaClViVa 10 ταῦτ’ BVa | κακὸν Ma sed κ in λ corr, Vi 13 ὁ om Re quod notavit Bastius Greg. Cor. ed. Schaefer p. 139 14 προσεπιτούτοις MaClViB πρὸς ἐπὶ τούτοις Va | ἐξεπιστάμην MaClVi 15 πάντα scripsi πάντας Hbri edd sed ,,malim πάντας πάντα“ Re 20 ὠθήσωσιν BVa 21 καὶ ante τὰ MaClViBVa | τα- πρῶτα LPaMaVa Ferr | εἶχον reposui e libris sed ex εἶχεν corr L, ut coni Re εἶχεν edd 22 ὅτι MaClViBVa 23 ἔψευσαν Cobet Coll 297 at cf. p. 95, 3 24 τοσοῦτον Ma Vi)

362
δέ μοι τὸ τῷ δήμῳ περὶ τῶν ἐμῶν δοκοῦν ἐνέδει μαθεῖν βούλεσθαι ὡς μηδ’ εἰς νοῦν λαβεῖν ὅλως ὧς ἔσται τις ὡς μὲν ἀναιδείας γέμων, ὡς δ’ ἐπὶ κενοῖς φιλόμαχος ἄνθρωπος ὧς οὐ μόνον οὐκ οἰκτείρειν ὧν ἐπεπόνθειμεν δράσαντες, τὸ γὰρ ἐπὶ τῶν παίδων τι δρᾶν ἴσον ἐστὶ καὶ πάσχειν, ἀλλὰ καὶ διασύρειν τολ- μᾶν ἐπὶ βήματος καὶ ταῦτα προσαφαιρεῖσθαι τοὺς πα- τέρας ἃ καὶ φύσις καὶ νόμος δίδωσιν.

76. Ἀλλ’ ἴσως ἄν, φησίν, ὁ δῆμος οὐχ ὅσα καὶ μοιχῶν ἐκείνων κατεψηφίσατο, ἀλλ’ ὧς ἐπὶ κακῷ τῶν προσόντων σοι χρημάτων σκευωρου- μένους ἐκόλασεν ἂν μετριώτερα. ἀλλ’ εἰ καὶ τὰ μοιχῶν ἐκακούργουν, πῶς ἂν μὴ καὶ τὰ τῶν μοιχῶν ὁ δῆμος εἶχεν ἐπιψηφίσασθαι; τὸ γὰρ ὅτι μοιχοὶ πά- λᾶι τε πρὸς ἡμῶν ἀποδέδεικται καὶ πρὸ ἡμῶν αὐτοῖς ἔργοις τοῦτο δὴ τοὔνομα κληρωσάμενοι φαίνονται.

77. ποσάκις, δοκεῖ σοι, περὶ τούτων ἐκείνοις διείλεγ- μαι; ποσάκις τὸν νυμφίον, ποσάκις τὴν παῖδα καται- δέσειν ταῦτα λέγων ἐδόκουν; εἴ σοι δεῖ χρημάτων πλειόνων, ὦ παῖ, καὶ κλήρου μείζονος, ὁ πατὴρ [*](9 sq. Sopat. l. l. 1. p. 231,9 sq. 18 cf. p. 363,6 et p. 338,19) [*](2 μὴ δ’ libri Ferr | ἐλθεῖν Vi | ὅλως inser Va 2 | ὡς om Va) [*](3 τίς MaClViVa | ὧς Pa sed πῶς in marg, Ma sed in πῶς corr m 2, Mor sed γρ πῶς in marg πῶς L ,,malim οὕτως“ Re | ,,malim οὕτως“ Re | ἐπὶ κενῆς coni Re at cf. t. IV 811, 33 R | καινοῖς B Va 6 τί LMaClViBVa edd 6 ἶσον MaClViVa) [*](8 νόμος καὶ φύσις Vi 9 ἄν φησιν in ras Ma 3 11 καινῷ Ma sed ιν e κ corr m 3, BVa | σοι inserui e LPaMaClViVa om Β edd | σκευωρουμένοις Vi 12 καὶ om B Va 13 ἐκακούρ- γουν — μοιχῶν in marg Ma 3 | τῶν om Vi 14 μοιχὸν BVa | πάλαι Ma sed άλαι in ras m 3 15 πρὸς BVa | ὑμῶν Β 16 κληρονομησάμενοι BVa 18 καταιδέσειν LMa sed έ in ras LMa3 19 λέγειν ViB)

363
ἐγώ σοι τὰ δυνατὰ προσεπιδαψιλεύσομαι καὶ τὸ περιττὸν τοῦ πόθου προσαναπληρώσω. μό- νον ἐξ ἑκόντων αἴτει καὶ λάμβανε καὶ παῦσαι τὸ γένος αἰσχύνουσα. ἀναλόγισαι τὸ τῆς φήμης | αἰσχρόν. εἰ δ’ οὖν, ἀλλ’ ἐμὲ τὸν πατέρα [*](RIV 610) καταίδεσαι, εἰ δ’ οὐκ ἐμέ, τούς γε νόμους φοβήθητι. ἐγώ σοι πατήρ, τὰ δὲ τοῦ πατρὸς ὑμῶν τῶν παίδων κειμήλια. μικρὸν ἔτι μοι τὸ βιώσιμον ὑπολείπεται καὶ τετελευτηκότος κερ- δανεῖς ὑπὸ νόμοις ἃ νῦν βιάζῃ προαφαιρεῖν ὧς αἴσχιστα.

ταῦτα καὶ τὰ τοιαῦτα νῦν μὲν τῆσ- δε, νῦν δ’ ἐκείνου κατ’ ἐπᾴδων ἐν μέρει ληρεῖν ἐδό- κουν. οἶ δ’ ὧν ἔσπευδον σκαιωρεῖν οὐκ ἐπαύοντο. παῦσαι καὶ σύ, πρὸς θεῶν, ὦ κατήγορε. τί καὶ τοῦ παρόντος δαίμονος βαρύτερος ἡμῖν ἀναπέφηνας; ὶκα- νῶς ἔχω θρηνήσας ἐμαυτὸν τῆς συμφορᾶς, ἱκανῶς ἔχω τοῦ πάθους ἀποκλαυσάμενος. μὴ γίνου πατρὸς πρὸς τοὺς παῖδας φιλοστοργότερος. μὴ φαίνου καὶ νόμων φιλανθρωπότερος. ἴα πεσεῖν οὓς ὁ πατὴρ μετὰ καὶ τῶν νόμων οὐκ ᾤκτειρεν. εἴ σοι τὰ τῶν παίδων οἰ- κτρά, πολὺ χείρω τὰ τοῦ πατρὸς λόγισαι. οἱ μὲν γὰρ μετὰ τῆς ψυχῆς καὶ τὴν αἴσθησιν προσαφῄρηνται, ἐγὼ δ’ ὁ δείλαιος νῦν μὲν πονηροὺς τοὺς παῖδας ἀνακα- λοῦμαι, νῦν δ’ ἐμαυτὸν ἀπάντων πατέρων ἐπὶ τῇ [*](4 cf. p. 331,17; 344,17 9 Eur. Alc. 650 22 Plat. apol. p. 40 C) [*](3 ἔτι Β 8 ὑμῶν Ma sed ὑ in ras m 3 9 κερδανοῖς Cl) [*](10 βιάζει MaClVi 11 ὧς τάχιστα Β | punctum post τοι- αὐτὰ edd sed delendum vidit Mor Not 13 οἱ δ’ scripsi e ἁ Vi οἵδ’ LPaMaBVa edd | σκευωρεῖν Mor Re cf. ad p. 325, 15) [*](18 φιλοστοργὧτερος BVa 23 πονηρὰ ἁ 24 ἐπὶ τῇ γονὴ scripsi ἐπὶ τὴν γονὴν libri edd sed ,,aut ἐπὶ τῇ γονῇ leg. videtur aut κατὰ τὴν γονήν“ Re)

364
γονῇ ἀτυχέστατον ἀποκλαίομαι.

ὁσάκις τὴν δεξιὰν ὄψομαι, μνημονεύω τοῦ ξίφους, φαντάζομαι τὴν σφα- γὴν καὶ τὴν ἐπὶ τούτοις ἀπαιδίαν ἀπολοφύρομαι, ὡς ἦν μέν ποτε πατὴρ ἐγὼ καὶ παῖδες ἐκεῖνοι καὶ τὰ τῆς ἐλπίδος φαιδρὰ παῖδας ἑτέρους ἀπὸ τῆς παιδὸς ὄψε- σθαι καὶ πάππος μετὰ καὶ τοῦ πατὴρ ἀκοῦσαι, καὶ πάντα τἄλλα τὰ τῆς τύχης λαμπρά. ἀλλ’ ἀντέπνευσέ τις δαίμων βάσκανος, ἴνα μὴ λέγω τοὺς παῖδας, καὶ τὰ μὲν προσόντα ἀπόλωλε, τὰ δ’ ἐλπιζόμενα προσαπ- ὄλωλε καὶ νῦν μὲν ἐπ’ οὐ καλοῖς ἑάλωσαν καὶ πεπτώ- κασιν, ἐγὼ δ’, ὡς μὴ ὤφελον, περιλέλειμμαι μόνος μετὰ τῆς τύχης ἔρημος παίδων, ἐκκεκομμένος τἀς ἐλ- πίδας, περιῃρημένος τὰ φίλτατα.

80. Ὡς ἀνομοίαν, ὦ θεοί, τὴν ἡμέραν εἶδον ἐκεί- νῆν, ὁπότε παστάδα ἐκόσμουν καὶ πῦρ πρὸ τῆς παιδὸς [*](RIV 611) ὑπανεῖχον | γαμήλιον. τότε πατὴρ ἐκαλούμην ἐγὼ καὶ θυγάτηρ ἐκείνη καὶ τρόπον ἕτερον παῖς ὁ νυμφίος. ἀλλ’ οὔτε παῖδες ἐκεῖνοι μετὰ τὸν γάμον τὸν δυστυχῆ, τὸν ἐπάρατον οὔτ’ ἐγὼ πατὴρ ἔτι καλοῦμαι. ἐκεῖνον τὸν γάμον Τελχῖνες ἐζεύξαντο, ἐκείνην τὴν παστάδα Ἐριννύες ἐπήξαντο. τάφος ἦν ὁ γάμος ἐκεῖνος καὶ Πυριφλεγέθων αἱ δᾷδες καὶ Κωκυτὸς ὁ ὑμέναιος.