Declamatio 40

Libanius

Libanius, Declamatio 40, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

81. καὶ νῦν παστὰς νυμφικὴ πρὸς τραγῳδίαν ἀπετε- [*](20 cf. p. 325, 5 21 sq. cf. t. V 145, 12; t. IV 803, 11 sq. R) [*](23 Sopat. l. l. p. 232, 11 sq.) [*](1 ἀτυχέστατον scripsi ἀτυχέστερον libri edd 3 ὀλοφύ- ρομαι Ma 6 πατρὸς Vi 7 τἄλλα πάντα MaClVi 11 ὸ́φε- λον Β 14 ἀνομίαν MaViVa 16 ὑπανεῖχον scripsi e LMa ClViBVa ἐπανεῖχον Pa edd 19 ἀλλ’ ante ἐκεῖνον BVa 21 καὶ ante τάφος BVa | ἐκεῖνος ὁ γάμος MaClVi 22 Πυρι- φλεγέθων reposui e libris πῦρ φλεγέθον edd sed γρ πυριφλε- γἐθων in marg Mor | Ὑμέναιος Mor Re)

365
λεύτησεν. ὅλος ἐμαυτοῦ πολέμιος γίνομαι καὶ σύνοικον ἔχω τὸ κακὸν μετὰ τοῦ θαλάμου, μετὰ τῆς δεξιᾶς, με- τὰ τῶν ὀφθαλμῶν τούτων τῶν δυστυχῶν ὑφ’ ὧν καὶ νυμφευομένους εἶδον τὸ πρῶτον καὶ τὸ τελευταῖον, οἴμοι, παῖδας παρὰ πατρὸς πίπτοντας. τί γὰρ ἐμοὶ τῶν κακῶν ἀφαιρεῖται τὴν λήθην; ἂν ἴδω τὸν θάλα- μον ἐν ᾧ τοὺς γάμους ἐκείνοις εἰστίων, εὐθὺς μέγα τι ἀνῴμωξα. ἂν ὄψομαι τὴν παστάδα, τὰ τῆς ὑστέρας τύχης λογίζομαι καὶ τὸ βαρὺ τοῦ πάθους οὐ φέρω. ἂν δὲ καὶ τοῦ ξίφους ἀναμνησθῶ, τότε δή, τότε καὶ ταῖς χερσὶν ἐπαρῶμαι ταύταις, ὅτι μὴ κἀμὲ τρίτον προσέθηκαν, ἵν’ εἶχον τὸ μηκέτ’ ἀλγεῖν αἰσθανόμενος καὶ σοὶ κόρος ἄν τις τῶν ἡμετέρων κακῶν προσ- εγένετο.

82. Ἐμοὶ μὲν οὖν τὸ τεθνάναι οὐχ ὅπως οὐ φο- βερόν, εἰ μὴ καὶ μᾶλλον εὐκταῖον τῶν προσόντων κα- κῶν ἀπαλλάξον. κἄν τις ἀποκτείνῃ βαλών, χάριν ἕξω βαλλόμενος. μόνον τὸ μὴ δικαίως ἐπὶ τοὐμοῦ γρα- φέσθω σήματος. τὸ δ’ ὅτι καὶ ὧς ἐπ᾿ αὐτοφώρῳ τοὺς ἐμοὺς ἀνῄρουν, τοῦτο δ’ οὐκ ἐμοὶ μᾶλλον ἢ τοῖς παισὶ [*](10 Eur. Cycl. 152 15 Sopat. l. l. p. 232, 7 sq.) [*](1 ἐμαυτῶ Vi 4 τοπρῶτον Pa Va Ferr | τοτελευταῖον Pa) [*](5 πατέρος Fa Mor Re | οὐκ ante ἐμοὶ MaClViBVa 7 ἐν scripsi ἐφ’ libri edd 8 τί MaClVi | ὄψωμαι Pa sed ω in ο corr, BVa et coni Re at cf p. 319, 16 sq. 10 καὶ om MaClViBVa | ἀναμνημονεύσω MaClViVa μνημονεύσω Β B cf. p. 329,2 | τότε(2) scripsi e MaVa τό τε LPaClViB edd 12 μὴ καταλγεῖν Vi 13 καὶ σοὶ scripsi e MaClVi καἰ σοι LPaBVa edd 15 οὐχόπως Β | οὐ om BVa 16 εὐκτέον Bast ep. crit. 217 et Boeckh Plat. Min. 170 cf. p. 342,13 17 ἀπαλλάξειν Pierson Moer. 137 ἀπάλλαξιν Boeckh 18 βολό- μένος Pa Mor sed vertit caesits, Re sed adn: „lege βαλλόμενός“) [*](19 σώματος BVa Mor sed vertit: in tumulo | ἐπαυτοφώρῳ Pa sed ras supra παυ, ClViB 20 παισὶν Ma)

366
καὶ τῷ λοιπῷ γένει χαρίσασθε. οὐ βούλομαι δυστυχὴς [*](RIV 612) εἶναι δικαίως οὐδ’ ἀφ’ ὧν ἐκεῖνοι δικαίως | πεπτώ- κασιν, αὐτὸς ἀδικώτατα κείσεσθαι.

ὑμεῖς δ’ οὓς τὸ καλεῖσθαι πατέρας ὁ δαίμων ἀφείλετο, ἀλλ’ ὅπως μὴ καὶ τοῖς νόμοις αὐτοῖς προσκρούσητε ψηφιζόμενοι καὶ γράφοντες ἃ μὴ δίδωσι νόμος. εἰ δὲ καὶ πατέρες ἐστὲ καὶ παῖδας ὡραίας γάμων ἔχετε, εὐξαίμην ἂν ὑμᾶς ἔγωγε μὴ πρὸς τοῦτο τύχης ἐλθεῖν μηδὲ νυμφίον δυστυχῆσαι τοιοῦτον ἐπ’ αἰσχύνῃ τοῦ γένους.

τοῦ δ’ οὖν ψηφίσματος τούτου δέδοικα μὴ καί τις ὑμῶν εἰς κακὸν ἀπολαύσῃ, καὶ δικαίως ἴσως οἷς τοὺς τὰ μοιχῶν καθαιροῦντας εὐθύνετε καὶ τοῖς γε νυμφίοις τὸ περὶ τοὺς κηδεστὰς κακουργεῖν ἀνεύθυνον ἔδοτε.

[*](8 Pallad. Anth. Pal. XI 287, 1)[*](1 χαρίσασθε Cl sed ε ex αἰ corr, Vi sed ἑ supra αἰ 2 δικαἰως(1) scripsi δίκαιος libri edd | δικαίως om Β 3 πεί- σεσθαι MaClBVa 4 οὔπω ante τὸ MaClViBVa 5 μὴ non post ὅπως sed post αὐτοῖς BVa sed in hoc in marg inser m 2 6 δίδωσιν ὁ νόμος BVa 8 μὴ δὲ LPaMaClViVa Ferr 9 ἐπαισχύνῃ Cl 10 μὴ καί] μηκἐ Cl μὴ τὸ Vi 11 ,,legen- dum videtur οἳ“ Re | γὰρ post οἷς Vi | τοὺς om Ma 12 τῶν ante μοιχῶν MaVi)