Declamatio 40

Libanius

Libanius, Declamatio 40, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

κἀγὼ μὲν οὕτως ἄμφω ξυν- άψας καὶ συνδήσας δῆθεν αὖθις πρὸς εὔνοιαν ᾤμην ἤδη τοῦ λοιποῦ κακουργοῦντας παύσειν, οἱ δ’ αὖθις ὁ μὲν τὸν δόλον ἐπήρτυεν, ἡ δ’ ἐπὶ τοσοῦτον ἦλθεν ἀνοίας ὧς καὶ ταὐτὰ τοῖς προτέροις παραχθῆναί τε καὶ πρὸς ὕβριν τοῦ γένους ἀσχημονῆσαι. καὶ πάλιν ὁ μὲν ἀπεκέρδαινεν, ἡ δ’ ἀπεκλείετο, ἐγὼ δ’ ὁ κακοδαί- μῶν καὶ τρίτον γάμον ἀπὸ τῶν ἐμῶν ἐτέλουν χρημά- των καὶ τῇ μὲν πάλιν ἐνεβριμώμην, τὸν δ’ ἀνεῖναι τῆς σκαιωρίας ἠξίουν ἑαυτοῦ πάντα τὰ τῆς γυναικὸς εἰδότα.

ὧς δ’ οἱ μὲν ταὐτὰ καὶ πάλιν οὐκ ἐπαύον- [*](1 sq. Sopat. l. l. p. 230, 5 6 cf. p. 342,16; 344, 7) [*](10 Sopat. l. l. p. 230,6 11 cf. p. 345,1. Oppian. cyn. II 443) [*](1 σκαιωρίσασθαι Β σκευωρήσασθαι Mor Re cf. ad p. 325, 15 | ὐποτοπίσας BVa | ἀπέδωκα MaClViBVa cf. p. 324,4 et 6 et Sopat. l. l 1 2 ὡσὰν Va | εἴποι scripsi e MaClViBVa εἴπῃ LPa edd | ἕδνων Β Va cf. p. 334, 2 3 ἐκρότησα defendit la- cobs Anim. ad Anth. gr. XIII 685 contra Re qui adnotat ,,malim συνεκρότησά“ | punctum post ἐκρότησα libri edd delevi 4 ἀπειλήσας BVa 5 ἐκείνοω Vi ἐκεῖνον Β Va Ι τά δ’ Οἶ’ τὰ δ’ Va 7 τῇδε BVa 8 προσβάλλοι scripsi e LBVa προσβάλοι PaMaCl edd προσβάλλει Vi | συνάψας Ma 9 δῆθεν om Va) [*](10 τουλοιποῦ LPaVa | οἱ δ’ scripsi οἱδ’ Vi οἶδ’ PaMa Cl edd οἳ δ’ Va ἥδ’ Β 11 ἥδ’ Cl ἣ δ’ Va 12 πρα- χθῆναι L Mor 14 ἥδ’ Va 16 τόν δ’ ClViVa 17 σκευ- ωρίας Mor Re cf. ad p. 325, 15 | ἠξίουν] ,,hic videntur quaedam deesse“ Re 18 ταὐτὰ scripsi auctore Re qui ἐποίουν post πάλιν perperam supplendum censuit ταῦτα libri edd Ι οὐκ scripsi e LPaMaClViVa οὐδ’ Β edd)

337
τὸ σκαιωρούμενοι, ἐγὼ δὲ τὴν μὲν οἰκίαν ἑώρων εἰς τὸ παντελὲς τῆς περιουσίας ἐκκενουμένην, | τὴν [*](RIV 591) δὲ πόλιν ἁπανταχῆ τῆς ὕβρεως γέμουσαν, τὴν μὲν τῆς ἄκρας ἀνοίας ἀποστραφείς, τὸν δὲ τῆς οὕτως ἀτόπου κακουργίας, ὡς προσῆκε, μυσαχθεὶς θυμὸν ἐπ’ αὐτοὺς ἀναλαμβάνω δίκαιον καὶ τῶν κοινῶς ἐπ’ ἀλλήλοις ἐξ- αμαρτόντων κοινὴν καταψηφίζομαι καὶ τὴν δίκην καὶ μιᾷ πλήξας τοὺς πολλὰς κατὰ καρδίας πλήξαντας τοὺς μὲν ἀπαλλάττω τοῦ βίου καὶ τῆς ἐντεῦθεν αἰσχύνης, τὸ δὲ γένος τοὐμὸν καὶ τὴν ὅλην πόλιν τῆς ἐκεῖθεν ὕβρεως.

23. Ἐγὼ μὲν οὖν ἐπὶ τούτοις δυστυχὴς μέν, εἰ καί τις ἄλλος πατέρων, δόξειν ὑπώπτευον, κακὸς δ’ οὔτ’ αὐτός ποτε, μὰ τοὺς θεούς, ἐλογιζόμην οὔθ’ ἑτέρους τοῦτ’ αὐτὸ κακουργεῖν ὑπολήψεσθαι, ἀλλ’ ἠξίουν τῶν πολιτῶν τούς γε μετριωτέρους μάλιστα μὲν οἰκτείρειν ἐμὲ τῆς συμφορᾶς, εἰ δ’ οὖν, ἀλλὰ τὴν τύχην, ὀκνῶ [*](5 cf. p. 351, 12. Eur. Med. 1149) [*](1 σκευωρούμενοι Mor Re cf. ad p. 325, 15 2 παντελὲς Va sed ἕλες ex ἐς corr m 2 | περὶ οὐσίας L οὐσίας Β | ἐκκενκοομυμένην Va 3 ὰπανταχηοῦ Ma ἀπανταχοῦ Β 4 οὕτω Vi Ferr 6 ἀπαλλήλοις Οἶ’ Ι ἐξαμαρτόντων scripsi e LPaMaClViVa ἐξ- αμαρτανόντων Β edd 8 τὰς cl | πολλὰ Vi 12 δυστυχὴς scripsi e Macl sed in hoc εὐτυχὴς in marg, Vi εὐτυχὴς LPa BVa Ferr et γρ in marg Mor ἀτυχὴς Mor Re 14 μὰ inser Ma 3 | ,,post ἐλογιζόμην excidisse videtur εἶναι“ Re 15 τοῦτ’ Ma sed τ’ in ras m 3 16 πολιτῶν reposui e libris cum Bastio app. ep. crit. 54 πολλῶν edd | οἰκτείρειν ἐμὲ reposui e libria (sed ἐμὲ οἰκτείρειν ἐμὲ L) ἐμὲ οἰκτείρειν edd 17 σεντεντια postulat εἰ δ’ οὖν μή, {scil. ἔμελλον ἐμὲ οἰκτείρειν) ἀλλ’ οὐκ ἐμέ. ἀλλὰ τὴν τύχην“ Re)

338
γὰρ τοὺς παῖδας λέγειν, αἰτιᾶσθαι. ὁ δ’ ὥσπερ ἐπι- χαίροντά με τῷ κακῷ τοῦ γένους ὁρῶν καὶ φαιδρότε- ρον γεγενημένον οἷς ἐκεῖνοι πεπτώκασιν ἕπου, φησί, δώσων δίκας ὧν κατὰ παίδων τετόλμηκας καὶ ψιλὸν ἐπὶ τούτοις τοῦ φόνου προβάλλεται τοὔνομα.

24. ἐγὼ δ’ οἶμαι προσήκειν μὴ τὸ πραχθὲν αὐτὸ καθ’ αὑτὸ μόνον προφέρειν μηδ’ οὕτως εὐθύνας ἀπαιτεῖν τὸν εἰργασμένον, εἰ μὴ καὶ τὴν γνώμην μεθ’ ἧς εὶ́ρ- γασται πύθοισθε. πολλὰ γὰρ τῶν πραγμάτων φαυλο- τέραν ἔχει τὴν κλῆσιν, ἀλλ’ εἰ καὶ τὸν τρόπον επιθήσει τις, εὐθὺς καὶ τὸ δοκοῦν φαῦλον ἀπέωσται [*](RIV 592) καὶ τὰ τῶν κακούργων | ὁ δράσας ἐκπέφευγε.

25. καὶ νῦν ὁ μὲν κατήγορος ψιλὸν ἐπιφέρει τὸ εἰρ- γασμένον καὶ εἰ μὴ τοὺς παῖδας ἀπέκτεινα, τοῦτο καὶ μόνον τῶν ἄλλων ἀποχωρίσας πολλάκις καὶ πυκνὸν ἐρωτᾷ, ἐγὼ δὲ τὸ μὲν εἰργάσθαι παράπαν οὐκ ἔξαρνος γίνομαι, τὸ δ’ ὅτι καλῶς, τοῦθ’ ὑμᾶς ἀναδιδάξαι πειράσομαι, εἴ που καὶ τὸν χρηστὸν τουτονὶ καὶ τοῦ πατρὸς περὶ τοὺς παῖδας φιλοστοργότερον καταίδεσαι δυνήσομαι βαρύτερον ἡμῖν καὶ τῆς Τύχης ἀναφανέντα.

26. Τῶν ἀδικημάτων, ὦ κατήγορε, τῶν μέν τις καὶ δίκας ἀπέτισεν, ὅσαπερ ἤ πρὸς ἔχθραν κακουργήσας πεφώραται ἢ πρὸς κέρδος ἀφορῶν ἐπεβούλευσεν ἢ καὶ [*](3 Sopat. 1. 1. 230, 14 sq. 8 cf. t. IV 466, 1 R) [*](1 τούς in ras Ma 3 | ὅ δ’ libri edd 4 δώσεῳν Va | δίκην Va 5 προὐβάλλεται L edd 7 ἑαυτὸ Vi Ι μὴ δ’ libri Ferr Mor μήθ’ Re | ,,post οὕτως videtur ἀπλῶς deesse“ ὂν ὂν 8 τῶν εἰργασμένων BVa τῶν εἰργασμένων Pa 9 φαυλοτέραν Ma sed αν in ras m 2 11 τίς LPaMaClBVa 12 ἐκπέ- φευγε Ma sed γε in ras m 3 16 τοῦ BVa sed in hoc hoc ex ὁ corr 22 ἀπῄτησεν MaClViBVa 23 πεφύραται L)

339
τρόπον ἕτερον σκευωρήσας ἐλήλεγκται· ἐφ’ οἶς δ’ ὁ μὲν ἠδικηκὼς πέπτωκεν, ὁ δ’ οὐ προεπιβουλεύσας, ἀλλ’ ὡς ἀδίκως ὑπ’ ἐκείνου παθὼν πρότερον οἷς εἶχε δικαίως ἠμύνατο, τοῦτον δ’ οὔποτ’ ἂν οὐδεὶς οὐδὲν οὔθ’, ὡς οἶμαι, νόμος οὔτε δικαστὴς αἰτιάσαιτο.

εἰ μὲν οὖν ἔχεις τι καὶ σὺ τούτων εἰπεῖν, διάβαλλε τὸν περὶ τὴν φύσιν ὠμόν. καίτοι τίς οὐκ οἶδεν ὡς πατὴρ μὲν ὁ δυστυχὴς περὶ τοὺς παῖδας ἐγώ, ἐκεῖνοι δ’ οἱ πεπτωκότες, ἡ μὲν κόρη τῶν νεογάμων, ἐφ’ ᾗ πρὸ μικροῦ καὶ γαμηλίου πυρὸς ἡψάμην καὶ μέχρι καὶ εἰς παστάδα προεπόμπευσα καὶ πάνθ’ ὁπόσα καὶ πατὴρ ἀγαθὸς ἐπεύξαιτο τοὺς θεοὺς ὑπὲρ τῆς παιδὸς ἱκἐ- τευσα, εἰ καὶ μηδέν τι τῆς εὐχῆς ἐκείνης ἀπωνάμην καὶ τῶν | θυμάτων ὧν ἐπὶ τελουμένοις τοῖς γά- [*](RIV 593) μοις ἀνόνητά γε, ὡς ἔοικεν, ὁ δείλαιος ἐκαλλιέρουν. ἐκεῖνος δ’ ὁ τὴν τοῦ παντός μοι γένους ἐρημίαν ’ συ- σκευασάμενος καὶ τὰ φίλτατα ἐκπολεμώσας νυμφίος μὲν 17 ’ν, παῖς δ’ οὖν καὶ οὗτος ἐμός, κἂν γονῆς ἑτέ- [*](17 cf. p. 335, 7) [*](1 τὸν ante τρόπον ViB et in ras Va | σκεαυιωρήσας Β cf. ad p. 325, 15 2 ἠδίκει καὶ MaClViBVa | ὅ MaBVa 4 οὐδεὶς Ma sed εἰ in ras m 2 6 τί Va | διάβαλε Β | τὸν inserui e Ma ὢ ViBVa om LPa edd sed ,,fort. τὸ πέρα τῆς φύσεως μου ὠμόν, aut τὸ παρὰ τὴν φύσιν praeter naturam, secus atque natura fert“ Re 7 πατὴρ] πρὶν Ferr Mor 8 δ’ οἱ scripsi e Β ShLPaMa ClViVa edd sed δὲ οἱ coni Re 11 προεπόμπευσα reposui e libris coll p. 333,3 προὐπόμπευσα edd 12 τοῦ MaClViBVa | ἱκέ- τευσα Ma sed ἁ add m 3 13 τὸ ante μηδέν libri edd sed ,,aut τὸ aut τι est delendum“ Re delevi 14 καὶ τῶν θυμά- των om Β | ἐπὶ τελουμένοις scripsi e Pa ut coni Re ἐπιτελου- μένοις reliqui libri edd 15 ἀνόητά LPaViB et γρ in marg Mor et Re | ἐκαλλιέργουν ClVi ἐκαλλιέρρουν Va 18 κἂν γονῆς ἑτέρας ante παῖς δ’ οὖν καὶ οὗτος ἐμὸς MaClViBVa)

340
ῥᾶς, ὡς ἀπὸ τῆς ἐμῆς ποτε θυγατρὸς ἐγνωρίζετο.

28. οὗτοι μὲν οὖν πάντες ὁπόσοι τοῦ βήματος ἐπιστα- τεῖν εἰλήχασι καὶ νόμοις τὴν πόλιν ἰθύνειν πατέρες τέ εἰσι καὶ τὴν ἐντεῦθεν περὶ τοὺς παῖδας φιλοστορ- γίαν οὐκ ἀγνοοῦσι, σὺ δέ, εἰ μὲν οὔπω πατὴρ ἔφθης πρὸς τῆς Τύχης γενόμενος, συγγνωστὸς μὲν οὐδ’ οὔ- τως ἂν εἴης, τί γὰρ ὧν οὐκ οἶσθα τὴν φύσιν, περὶ τούτων διατείνεσθαι τολμᾷς ἐπ’ ἐκκλησίας; εἴης δ’ ἂν ὅμως περὶ τὸ δοκεῖν θρασύνεσθαι μετριώτερος οἷς οὐκ ἀπό τινος κακουργίας, ἀλλ’ ἐξ ἀγνοίας τὸν μηδὲν ἠδικηκότα διαβάλλειν ἐπιχειρεῖς· εἰ δὲ πατὴρ μὲν εἷ καὶ αὐτὸς καὶ παῖδας πρὸς θεῶν ἔσχες ἐπιδεῖν τε καὶ θρέψασθαι, ὅρα μὴ κακοῦργός τις εἶναι περὶ τοὺς σαυ- τοῦ δόξῃς.

καί που καὶ ξύνοιδάς τινα περὶ τοὺς παῖδας τρέφων ἀπέχθειαν. ὧς δὲ σαυτὸν ἔγνως περὶ τὴν φύσιν σκαιόν, οὕτω καὶ τοὺς ἄλλους ἔχειν οὐ δι- καίως νομίζεις. εἰ δ’ οὐκ ἀπηχθανόμην, δῆλον ὧς οὐδὲ φθόνος οὐδεὶς τὴν ἐμὴν κατὰ τῶν φιλτάτων ὥπλισε δεξιάν. εἰ γάρ τις τὸ δυσμεναίνειν τῶν πατέρων ἐξέ- λοιτο, πάντως καὶ τὸ φθονεῖν συνεξείλετο.

ἢ μι- [*](RIV 594) σεῖν μὲν καὶ φθονεῖν ὄντα πατέρα | καὶ τοῦτον ἄνθρωπον μὴ καὶ λέγειν οὐ καλόν; ἃ γὰρ οὐδὲ θῆρες περὶ τὰ ἔκγονα δράσειν ἀνάσχοιντο, ταῦτα πῶς οὐκ [*](4 παρὰ MaBVa 5 μὲν scripsi μὴ libri edd | οὕτω Ma ClViBVa | ὤφθης MaClBVa Mor 6 πρὸ ViVa | μὲν, οὐδ’ οὕτως ἂν Ma sed μὲν, οὐδ’ in ras m 3 et οὕτως ἂν in marg m 3 οὐδ’ ἂν οὕτως ἂν Vi 8 τολμᾶν Vi 9 ,,fort. πρὸς“ Ρε | θτραχσὐνεσθαι L | μετριώτατος Vi 10 μὲν Β 12 καὶ(1)] κατ’ BVa 13 κακοῦργος τίς MaClViVa | τὰ Ma sed ἁ in ras m 3, BVa τῆς Cl 14 δόξῃς reposui e PaMaClViBVa δόξεις L edd ] σύνοιδας L edd 15 ὡς scripsi ut coni Re οἶς libri edd 17 δῆλος BVa 19 δυσμενὲς BVa 22 λέ- γειν Pa sed εἰ in ras m 2 | οὐδ’ οἱ Ma)

341
ἂν ἀνθρώπῳ προσάπτειν αἰσχρὸν καὶ τούτῳ μὴ βαρ- βάρου λαχόντι παιδείας, ἀλλ’ ὑπὸ νόμοις καὶ δημο- κρατίᾳ τραφέντι καὶ γυναῖκα κατὰ τοὺς νόμους ἀγαγο- μένῳ καὶ παῖδας ἐπιδεῖν ἐπευξαμένῳ καὶ ἰδόντι θρέ- ψασθαι καὶ θρεψαμένῳ εἰς καλὸν τῶν ἐπὶ τούτοις ἀπόνασθαι πόνων; ἀλλὰ τὸ πρὸς κέρδος τοιαῦτα κα- κουργεῖν εὐχερὲς ἂν εἰπεῖν ἔχοις;

καίτοι τί κέρδος ἐντεῦθεν ἀνδρὶ βελτίστῳ προσγινόμενον εἰπεῖν ἂν ἔχοις; νὴ Δία, τοὺς τῶν πεπτωκότων κλήρους ἀνελέ- σθαι καὶ τὴν οἰκίαν ἐντεῦθεν χρήμασιν ἐπαυξῆσαι; ὧς καλόν γε, ὦ θεοί, τὸ κέρδος, ἄνθρωπον τῆς αὐτῆς φύσεως, τῆς αὐτῆς πόλεως ἀφελέσθαι τὸ ζῆν καὶ οὐδὲ τοῦτον ἴνα οὐδ’ ἀπλῶς ἄνθρωπον, ἀλλ’ οὓς ἔτεκεν, ἀλλ’ οὓς ἔθρεψεν, ἀλλ’ οὓς ἐπαίδευσεν, ἀφ’ ὧν ἐπι- δεῖν καὶ παῖδας πλείους ἤλπισε, τούτους αὐτοχειρὶ διαχρήσασθαι, ἔν αὐτὸς ἔχῃ πλουτεῖν ὅθεν ὁ νόμος οὐκ ἐφῆκεν.

ἡδέως δ’ ἂν ἐροίμην σὲ τὸν οὐκ οἱδ’ ὅθεν οὐδ’ ὅπως ἡμῖν ἐπιφυόμενον καὶ δυστυχῆ πατέρα πάλαι καὶ τὸ πολὺ τῆς ψυχῆς προσαφῃρημένον μετὰ τῶν παίδων θεατρίζειν ἐπὶ μέσου βήματος ἀναγκάζον- τὰ τὰς αὑτοῦ συμφορὰς καὶ λέγειν ἃ καὶ λεγόντων ἑτέρων αὐτὸς ἂν εἰκότως κατεδυόμην, πόσων ταλάντων αὐτός, εἴπου σοι τέκνα περίεστι, τιμήσαις ἂν τὸ πατὴρ [*](3 τοὺς om MaClVi | ἀγαγομένῳ scripsi ἀγομένῳ libri edd 4 ἰδόντι Ma sed τι in ras m 3 ἰδὀντους Γέ ἰδόντα Vi ἰδόν ΒVa 6 ἀπώνασθαι ΒVa sed in hoc ω in ο corr) [*](7 ἔχοις scripsi e MaClVi ut coni Re ἔχης LPaBVa ἔχεις edd 9 ἔχοις reposui e libris sed οἱ ex εἰ corr L ἔχεις edd 11 ἄνθρωπον scripsi e MaClVi ut coni Re ἀνθρώπου LPaBVa edd 13 ἀλλ’ ovg ἔτεκεν om BVa 14 ἀλλ’(2) om Β | ἐφ’ Β 15 καὶ πλείους ἐπιδεῖν παῖδας MaClVi | ἤλπισεν LPaMaVa edd 17 ἀφῆκεν BVa | καὶ ante σὲ Β 21 αὐτοῦ libri edd 23 τέκνου Vi | τιμήσειν Ma τιμ(??) Cl | ,,post τιμήσαις ἂν deesse videtur εἴ τις σε βούλοιτο τὸ πατὴρ εἷναι πρὸς τῆς σεαυτοῦ δεξιᾶς ἀφελέσθαι“ Re cui recte oblocutus est lacobsius Lect)

342
εἶναι πρὸς τῆς αὑτοῦ δεξιᾶς ἀφελέσθαι; εἶτα σὺ μὲν οὐδ’ ἂν τοῦ παντὸς πλούτου προδοῦναι τὴν φύσιν κομπάζεις, ἐγὼ δ’ οὕτω σμικρολόγος περὶ τὰ πᾶσιν ἀνθρώποις τιμιώτατα καὶ ἃ βάρβαροι καὶ τί λέγω [*](RIV 595) βάρβαροι; ἀλλὰ | καὶ θῆρες καὶ πᾶν ὅσον τῆς γῆς ἀγριώτατον πλείστου τιμῶνται, μᾶλλον δὲ τοῦ παντός, καί πως ἀποβαλόντες, εἰ τύχοι, καὶ τὰς ψυχὰς αὐτὰς μετὰ καὶ τοῦ ζῆν αὐθαιρέτως καταπροί·ενται;

33. ἀλλ’ οὐχ οὕτως ἐγὼ τοῦ τε δικαίου καὶ τῶν νό- μῶν ἀξύνετος ὡς μὴ ξυνιδεῖν ὡς περιόντας μὲν ἐκεί- νους καὶ καλῶς πολιτευομένους καὶ τύχης εὖ ἥκοντας παῖδάς τε προσειπεῖν ἕξω καὶ πατὴρ αὐτὸς ὑπ’ ἐκεί- νων ἀκοῦσαι, τοῦτο δὴ τὸ πᾶσιν ἀνθρώποις εὐκταιό- τατον, καὶ τὰ μὲν τῶν προσόντων μεταδοῦναι νόμῳ πατέρων, τὰ δ’ αὖθις αὐτός, ὁπηνίκα καὶ ὅτου καὶ ὅσον ’ν δεοίμην τῆς ἐκείνων εὐδαιμονίας, παρ’ ἑκόντων κομιεῖσθαι.

εἰ δ’ ἐκεῖνοι μὲν οἰχήσονται, τὸ δὲ ζῆν ἐμοὶ περιέσται, στερήσομαι μὲν ἀπάντων ὁπόσων ἂν ἐχαρίσαντο περιόντες, τὸ δὲ καλεῖσθαι πατὴρ μετὰ καὶ τῶν ἄλλων προσαπολέσας ἀθλίως καὶ κακοδαιμό- νως βιώσομαι. ἢν δέ μοι καὶ ἡ χεὶρ ἀθεμίτως ταῦτα καὶ μὴ προσηκόντως ξυνείσεται, ἃ νῦν εὐλόγως, οἶμαι, [*](1 πρὸ ClViBVa | αὐτοῦ libri edd 3 οὕτως μικρολόγος MaClVi 4 καὶ (2) om BVa | καὶ τί λέγω βάρβαροι om Mor 8 αὐτὰς om Vi | μετὰ καὶ τοῦ scripsi e MaClViBVa καὶ τὸ LPa edd cf. ad p. 343, 4 10 ἀσύνετος Ma | μὴ om MaClVi BVa 11 πολιτεύομαι Vi | τῆς ante τύχης BVa 12 ἔξω Vi) [*](13 πᾶσιν Ma sed ἄσιν e ρο(?) corr m 3 14 νόμοις Vi 16 παρεκόντων Οἶ’ 21 εἰ lacobs Lect at cf. p. 319, 16 sq. 82 ξυνοίσεται Ferr Mor)

343
καὶ κατὰ νόμον ξύνοιδεν, ἐκεῖνοι μὲν οὐδὲν ἧττον αὖθις οἰχήσονται, ἐγὼ δ’ οὐ μόνον ὧν ἐκεῖθεν ἀπο- κερδᾶναι οὐχ ὁσίως ἤλπισα παρὰ τῶν νομοφυλάκων τούτων ἀποκεκλείσομαι, ἀλλὰ μετὰ καὶ τοῦ κακοῦργος εἶναι δοκεῖν καὶ τῶν περὶ τὴν φύσιν πονηρῶν ὁ σκαιό- τατὸς καὶ τὰς ἐπὶ τοῖς ἀσεβοῦσι δίκας ἀποίσομαι καὶ δημίου χεὶρ τὴν ἐμὴν δεξιὰν μετ’ οὐ πολὺ διαδέξεται.

35. εἰ δὲ καὶ τοῦτο δοίη τις ὡς ἔσται τις τῶν ἀπάν- των οὕτω μὲν ἄδικος περὶ τοὺς κοινοὺς τῆς φύσεως νόμους, οὕτω δὲ τῶν ἔξωθεν τῇ πόλει νενομοθετημέ- νῶν ἐς τὸ παράπαν ἀμύητος, ἀλλ’ οὖν τό γε τοῖς ὅ τι καὶ τύχοι κακουργεῖν βουλομένοις τὰ μάλιστα σπου- δαζόμενον, δηλαδὴ τὸ λαθεῖν κακουργήσας | δυ- [*](RIV 596) νήσεσθαι, τοῦτο δὲ πάντως ὅλαις ἂν μηχαναῖς ἐθηρώ- μην, ὡς μηδὲ τὴν ἀρχὴν ὅλως ὁμολογεῖν τοῦ ξίφους ἐφάψασθαι καὶ τὴν ὄντως ἀτυχῆ ταυτηνὶ δεξιὰν ἐΚι- κεχρωσμένην ἔτι τῷ τῶν παίδων λύθρῳ προτείνειν μόνον οὐ τὸ τοῦ δημίου ξίφος ἑαυτῷ ἐπακονῶντα. ὡς ἔγωγε οὐδὲν ἕτερον τὰς δυστυχεῖς ταύτας χεῖρας αἰ- [*](2 δὲ Β edd 3 περὶ Macl 4 μετὰ καὶ scripsi e LPa MaClVi coll p. 326,1 et 13; 327, 15; 331, 18; 342, 8 et 19; 351, 17 καὶ μετὰ BVa edd 6 ἀποίσομαι Ma sed γρ ποιήσομαι suprascr m 2 7 μετου ClVi 10 καὶ post δὲ δέ Ma | τῆ πόλει Ma sed ῆ et εἰ in ras m 2 11 ὅτι Vi 12 τύχοιεν Cobet Misc 141 | τὰ μάλιστα LPaMaViVa Ferr | σπουδαζόμενος Mor sed γρ σπουδαζόμενον in marg 13 τὸ] πῶς coni Re, εἰ la- cobs Lect I δυνήσεσθαι scripsi e MaClViBVa δυνήσεται LPa edd 14 ὅλως BVa | μηχανῆς BVa 16 μὴ δὲ LPaMaClVi Va Ferr | τὴν ἀρχὴν ΡαΒ | ὅλως ut scholium dictionis τὴν ἀρχὴν delendum censet Re cui lacobs Lect adstipulatur, Not. crit. in Lib. apol. Socr. p. 47 adversatur | τοῦ scripsi ut coni Re τε libri sed in ras Ma 3, edd 16 καὶ] μήτε lacobs Lect, μηδὲ Not crit | ταύτην BVa 18 τὸ Ma sed ὁ in ras m 3 | ἑαυτῶ Ma sed ὦ in ras m 2 ἑαυτοῦ BVa 19 ἐπαιτιασαίμην Πα ClVi)

344
τιασαίμην ἂν εἰ μὴ τοῦθ’ ὅτι μὴ κἀμὲ τρίτον προσ- έθηκαν, ἵν’ εἶχον τὸ μηκέτ’ ἀλγεῖν τοῦ κακοῦ μηδὲν αἰσθανόμενος μηδ’ ὑπὸ σοῦ τὰ νῦν ἐπ’ ἐκκλησίας ἐρε- σχελούμενος.

ἦν ἄν μοι τρόπος ἕτερος, εἰ δυσμενῶς εἶχον, καὶ ὅλον τὸν θυμὸν ἀποπλῆσαι καὶ τὸ καταφα- νὴς ἐπὶ τοιούτοις γενέσθαι φυλάξασθαι· εἴ μέ τι τῶν ἐκείνοις προσόντων ἔθελγε, παρ’ ἑκόντων εἶχον ἂν κομισάμενος. εἰ δὲ καὶ πρὸς τὴν δόσιν ἀνένευον, ἀλλ’ ἦν ὑφελέσθαι δόλῳ παρακρουσάμενον. εἴ μέ τι δυσμε- ναίνειν εἰς τοσοῦτον ἐκείνοις ἔπειθεν, ἦν ἂν τοὺς μὲν ἀλλοτρίας ἔργον γεγονέναι χειρός, ἐμὲ δὲ τὸ μὴ δο- κεῖν ἀδικεῖν ἀπενέγκασθαι. εἰ δὲ καὶ φαρμάκοις ἀν- ελεῖν ἐπεχείρουν, ποῖος ἄν τις τῶν ἀπάντων ᾔσθετο; νῦν δ’ οὔτε κακουργεῖν εἱλόμην καὶ λαθεῖν οὐκ ἐμη- χανωμην.

37. Τίς οὖν καὶ πῶς ὁ τῶν παίδων ὄλεθρος ἐκεῖ- νος ἐγίγνετο; ζῆλος ἦν ὑπὲρ τοῦ γένους αἰσχυνομένου καὶ θυμὸς δίκαιος. ἀλλ’, οἴμοι, δεῖ γάρ με καὶ πάλιν ἐκτραγῳδεῖν τὸ κακὸν καὶ πάλιν οὐδὲν ἧττον καὶ πεπτωκότας τὰ μὲν αἰσχύνειν καὶ μηκέτ’ ὄντας ὧς κακῶς δεδρακότας τοὺς παῖδας, τὰ δ’ ὑπὲρ ἐκείνων καὶ τῆς ἐκείνων τόλμης αὐτὸν ἐγκαλύπτεσθαι, ἵρως ἐκεῖνον ἠνώχλει χρημάτων καὶ τοῦ μὲν τῆς γυναικὸς ὑπερεφρόνει κάλλους, τῆς δὲ προικὸς μᾶλλον ἥπερ [*](17 cf. p. 331, 17 sq. II. ’ς 209) [*](1 κἀμὲ scripsi e MaClViBVa coll p. 365,11 κατ’ ἐμὲ L Pa edd sed καὶ ἐμὲ coni Mor quod probaverunt Re et Sintenis) [*](3 μηδ’ scripsi μήθ’ libri edd | ὑπό του BVa | τανῦν libri edd 4 ἡμέτερος Vi 5 ὃλωονς L 6 τούτοις Β 8 ἀπένευον MaClViBVa 9 παρακρουσάμενος Vi 10 ἐς MaCl 12 ἀδικεῖν om Re 17 ἐγίνετο MaCl 21 τά δ’ Pa 22 ,,fort. τῆς κατ’ ἐκείνων τόλμης (subaudi ἐμῆς)“ Re)

345
ἐκείνης ἡλίσκετο.

ἐντεῦθεν ὁ μὲν δόλους ἐπήρτυεν, ἡ δ’ ὑπήγετο. καὶ ὁ μὲν ἐξὸν ἀνὴρ καλεῖσθαι μοιχὸς ἤθελεν εἶναι καὶ ἢν | ὑπὸ νόμοις εἶχε, ταύτην [*](RIV 597) ὑποκλέπτειν ἐπεχείρει. ἡ δ’ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολ- λάκις ἑάλω τε πειρῶντος καὶ τοσαύτην ἄνοιαν ἀκρασίᾳ συνέμιξεν ὡς μηδὲ μετὰ τὴν πρώτην πεῖραν τἀνδρὸς ὑπιδέσθαι τὸ πικρὸν ἐκεῖνο ἐνθύμιον καὶ φρονῆσαι μὲν ἀξίως τοῦ γένους, ἐμὲ δὲ τὸν πατέρα καταιδεσθῆ- ναι τηλικαῦτα τούτοις ἐπαισχυνόμενον.

ἤκουσεν ἡ πόλις τοῦ σκαιωρήματος, ἡχθέσθη καὶ πρὸς ἄμφω τοὺς τὸ καινὸν ἐκεῖνο δρᾶμα ἐκμελετήσαντας τὰ τῆς φήμης ἐπήρετο, τὰ τῆς αἰσχύνης ἐπηύξετο καὶ τὸ κακὸν ἐπ’ ἀγορᾶς μέσης ἐπόμπευε, καὶ τὸ λοιπὸν διὰ γλώττης ᾔδετο πανταχοῦ ὁ παλαμναῖος καὶ μοιχείας ἑτέρας ἐφευ- ρετής, ἡ σώφρων ἐκείνη θυγάτηρ καὶ νοῦ πολλοῦ γέ- μούσα καὶ φρενῶν, τρίτος ἐπὶ τούτοις ἐγώ. καὶ τὸν δεῖνά τις προσειπὼν ἐπέσκωψεν ἂν καὶ τὸν τῆς θαυ- μασίας κόρης πατέρα προσέθηκε.

τί οὖν ἴδει με, πρὸς θεῶν, ποιεῖν, ὦ κατήγορε; βαδίζειν ἐπ’ ἀλορᾶς ἀπὸ τῆς ὕβρεως καλούμενον; δημηγορεῖν ἐπὶ βήματος ὑπὸ τῶν δεινῶν τούτων ῥητόρων καταγελώμενον; καὶ [*](1 cf. p. 336,11 4 Sopat. 1. 1. p. 230, 19 8 cf. p. 338,19; 363,6 9 Sopat. 1.1. p. 230,20 14 Anacreont. 36(41),3 17 Sopat. 1. 1. p. 230, 22 20 cf. t. IV 473, 18 R) [*](1 δόλους ὁ μὲν MaClViBVa | ἀπήῥ͂υεν Vi 2 ἡ δ’ scripsi ἥδ’ libri (ἥ δ’ Ma) edd | ἐπήγετο BVa | ἀνὴρ Ma sed νὴρ in ras m 3 4 ἡ δ’ scripsi ἥδ’ libri (ἥ δ’ Ma) edd 5 ἑάλωκε Mor I τε inser Va om Mor 6 μὴ δὲ libri 8 ἀξία Cl) [*](9 τηνικαῦτα Vi | ἐπ’ αἰσχυνόμενον Ma 10 σκευωρήματος Mor Re cf. ad p. 325,15 12 ἐπήρετο BVa Ferr | ἀπ’ BVa) [*](13 τολοιπὸν LPaVa Ferr | τῆς ante γλώττης BVa 14 ἥδετο Vi 15 γρ θυγάτριον in marg Mor 19 θεοῦ Ma) [*](31 δεινῶς Va)

346
τίσιν ἂν ὀφθαλμοῖς ἢ δικαστὰς προσεῖδον ἢ φίλους προσειπεῖν ἐθάρρησα ἢ καί τῳ τῶν ἄλλων ξυνήθων προσδιαλέξασθαι; πῶς δ’ ἂν ταῖς ἀκοαῖς ταύταις ἤνεγκα τῶν μὲν ἐπιχλευαζόντων ἀκούων, τῶν δὲ κατελεουμέ- νῶν τῶν γε μετριωτέρων τῆς τύχης, τῶν δὲ καὶ τοῖς οὐκ εἰδόσι διηγουμένων ὡς οὗτος τῆς δεῖνος ὁ πατὴρ καὶ νυμφίον ἴσχε πολλῷ τῆς κόρης σεμνότερον;