Declamatio 33

Libanius

Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

Μὴ γὰρ ἐγώ σε νῦν ἀπελαύνω; σαυτὸν ἐκβέ- βληκας. ἡ δωρεά σε μεταστῆναι κελεύει. κέκλεικέ σοι τὴν οἰκίαν ὁ θαλλός. τοῦτο πρῶτον ἀπολαύεις τῆς δόξης. λαμπρὸς εἶ, παῖ, καὶ μεγαλόψυχος καὶ φιλότιμος καὶ κλάδων ἐραστής, ἐγὼ δὲ γλίσχρος καὶ φιλάργυρος τῶν ἐμαυτοῦ φειδόμενος.