Declamatio 33
Libanius
Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
καὶ μὴν εἰ μηδ’ ἀφ’ ἑνὸς τῶν ἄλλων ἦν ἰδεῖν ὡς οὐδὲν εὐηθέστερον δόξης ἀκάρπου, αὐτό γε τὸ δεδοικέναι τὴν ἀποκήρυξιν ἱκανὴ διδαχή. εἰ γὰρ μέγα καὶ σεμνὸν καὶ δαιμόνιον ἡ δόξα καὶ τοιοῦτον οἷον ἀπ’ αὐτῆς τὸν κεκτημένον διάγειν, τί δέδοικας, εἰ μηκέτι τῶν ἐμῶν προσάψῃ; οὐ ῥήτορας παραστησά- μενον βιάζεσθαι δεῖ καὶ διὰ τῶν δικαστῶν εὑρίσκεσθαι τὸ μετέχειν τῶν πατρῴων, ἀλλ’ ἐπὶ τῆς ἐκκλησίας φανῆναι τοιοῦτον ὥστε με προκυλινδεῖσθαί σου καὶ προσκυνεῖν σωτῆρα καὶ εὐεργέτην καὶ ἔρεισμα καὶ ὀφθαλμὸν καὶ κρηπῖδα καὶ τὰ κάλλιστα κατονομάζοντα.