Declamatio 23

Libanius

Libanius, Declamatio 23, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

ὁρᾷς οὖν, ἄνθρωπε, τὰ μαντεῖα ὡς νῦν μὲν κιχρᾷ καὶ φθέγγεται, νῦν δὲ ἀνέχει καὶ σιωπᾷ, καὶ ταύτην φέρουσιν οἱ χρησμοῦ δεόμενοι τὴν δαιμονίαν σιωπήν. μηδ’ ἐμὲ σεῖε μηδ’ ἐμὲ κίνει μάτην. οὐκ ἀναβαίνω ἐπὶ τὸν τρίποδα τοῦ βήματος οὐδὲ μαν- τεύομαι. ἀπέσβη μοι τὸ πνεῦμα τὸ δαιμόνιον. κενός εἰμι τοῦ θεοῦ. ἀπ’ ἐκείνης με τῆς ἡμέρας κατ’ ἔλιπεν. | [*](R IV 308) [*](4 Plat. leg. VI p. 808 A 8 Isocr. Archid. § 17 p. 119 b sq. Thuc. VII 48, 3) [*](1 μὴ δὲ VaBParP | ἐκεῖ VaBPar | κινεῖτε Par sed ἑ (2) in ras m 2 2 (1 et 2) μὴ δὲ VaBParP sed in hoc δὲ κρούετε in δ’ ἐκρούετε corr m 2 | σιγῶντος V | τὸ ante στόμα VaBPar) [*](3 δὲ inserui e VaBParMa om VP edd 4 ὅλως Mor ἀφῆκεν οὐδὲ πάντα. κεκολουμένος scripsi coll Plat. 1. 1. ἀφῆ- κεν; (punctum Va, colon Ρ) οὐδὲ πᾶσι κεκωλυμένος (sed ς e ν corr Ma) libri edd „fort. οὐδὲ τοῖς πᾶσι κεκολουμένον ἔοικεν ἐμὲ μεγαληγορεῖν“ Re ἀφῆκεν οὐδὲ πᾶσι. κεκολουμένος Iacobs Lect 108 Rev 6 6 παραβαλεῖν Ρ Mor | δέδεμαι VVaBPar Ma | παρὰ scripsi e VVaBParMa ἀπὸ Ρ edd 7 ὦ ante ἄνθρωπε Β | μαντεῖα Ρ sed ~ e ΄ corr m 2 8 ὡς om VMa | χρᾷ Ma et coni Cobetus Coll 290 at cf. p. 370 not. 4 et t. IV 831, 35 R 9 ταὐτά Mor | χρησμοῦ δεόμενοι scripsi δεσμού- μενοι libri edd sed μαντείας vel χρησμοῦ δεόμενοι coni Re δεόμενοι coni Iacobs Lect 108, αἰδούμενοι Rev 6 10 „fort. μὴ δῆτα μηδ’ ἐμὲ σεῖε“ Re | μὴ δ’ VaPar μὴ δὲ Ma | μὴ δ’ Va BParP | κίνει μάτην scripsi e VMa κίνει μὰ δί’ VaB κίνει μὴ δ’ Par μάτην κίνει Ρ edd 11 ἐπὶ τὸν τρίποδα οὐκ ἀναβαίνω ἐπὶ τοῦ VaBPar 12 ἀπέσβη scripsi auctore Cobeto Coll 279 coll p. 92,20 ἀπέστη VaBParMaP edd ἄπεστί V | μοι scripsi e V μου VaBParMaP edd)

412
ἐὰν δέ με βιάσησθε, πεπλασμένα φθέγξομαι ὅμοια τῇ ψευδομένῃ Πυθίᾳ.

57. Ὧν οὖν ὑμῖν μὲν οὐδὲν πλέον, ἐμοὶ δὲ ἔλατ- τον παρείκοντι γενήσεται, τούτων τίς ὁ περίεργος καὶ μάταιος οὗτος ἔρως ἔγκειταί τισιν; οἶς μηδὲ ταῦτα ἀρκεῖ τὰ πολλὰ ἴσως καὶ αὐτὰ τολμηρά, ἀλλὰ καὶ προσερωτῶσι· τί σιγᾷς, Δημόσθενες; ὥσπερ ἐκ Περσῶν καταβεβηκότες καὶ μηδὲν εἰδότες ὧν ἴσασι πάντες ἄνθρωποι. δεῖ γάρ, ὧς ἔοικεν, ἐπεὶ μὴ λέγω, τῆς γοῦν σιωπῆς <420> γενέσθαι λόγους. οὕτω τινὲς ἐθέλουσιν ἐμοῦ λαβέσθαι λόγους.

58. Ἐγὼ δὲ αὐτοῦ τοῦ πάθους ἅμα καὶ λογισμοῦ πολλὰς ἀνάγκας εἰπεῖν καὶ γνώμας ἔχων τὴν πρώτην ἐρῶ καὶ πιστεύσατε. πρότερον μὲν καὶ ἄκων πως καὶ ὁμοίως τοῖς ἐρῶσιν αὐτόματος τὰ πολλὰ ἐφερόμην ἐπὶ τὰς τοῦ δήμου θύρας, νῦν δὲ οὐδέν με τοιοῦτον ἐγείρει πάθος οὐδὲ ἕλκει πρὸς ὑμᾶς. ὅς δὲ ἄνευ μα- νίας εἴτε ἐρωτικῆς εἴτε πολιτικῆς ἐπ’ ἐκκλησίαν ἢ [*](4 Thuc. IV 36,2. Plat. Theaet. p. 150 D 15 sq. Plat. Phaedr. p. 245 A) [*](1 ἐὰν scripsi ἂν libri edd | βιάσασθε V βιάσεσθε Re εἰ δέ με βιάσεσθε coni Iacobs Lect 108 | πεπλασμένον V | φθέγξομαι scripsi e VVaBParMa cum lacobsio φθέγγομαι Ρ edd 3 ὤνουν VaBPar | ὑμεῖς MaP Mor | „num dedit Libanius οὐδὲν πλέον ἔσται τυχοῦσιν, ἐμοὶ δ’ ἔλαττον?“ Re 4 παρείκοντι γενή- σεται scripsi auctore Iacobsio Add 210 Lect 108 Rev 6 παρα- κινοῦντι δεήσεται libri sed ἥσεται in ἥσει corr m 2, edd sed delere voluit Re | οὕτος καὶ μάταιος VaBPar 5 ὧς V | μὴ δὲ VaB ParP 7 προσερωτῶσιν VParMaP edd | ἢ Ρ sed in τί corr m 2 | ὦ ante δημόσθενες VaBPar 9 ἐπειδὴ V 10 οὖν VaB ParMaP Mor | πέρι inserui om libri edd | οὕτως VParMaP edd | πάντες Β 11 λόγους Ρ sed ς add „aut λόγων malim aut λέγοντός“ Re 14 num πιστεύσετε? | πῶς VBParMaP edd) [*](15 ὅμοιος VMa ταπολλὰ VaB 17 πρὸς om VaPar | δὲ om Ma οὐδὲ VaB 18 κεἴτε (2) Par sed εἴ ex οὔ corr m 3 εἴτ’ Ma | ἐκκλησίας Ρ Mor)

413
βουλευτήριον ἔρχεται, ἄτονος καὶ ἀτελὴς αὐτός τε καὶ τὰ πολιτεύματα αὐτοῦ.

ἔπειτα πεπόνηκα καὶ γε- γήρακα. νεανίσκος μὲν γὰρ ὢν εἰσῆλθον εἰς τὴν πολι- τείαν, βεβίωκα δὲ ἐπὶ τοῦ βήματος μέχρι τῆς ἡλικίας ἢν ὁρᾶτε. ἔστι δὲ οὐχ ὁ αὐτὸς νοῦς ἢ τρόπος τῶν ἐρρω- μένων καὶ | <τῶν> γεγηρακότων, ἀλλ’ ἀμβλύτερα [*](R IV 309) μὲν τούτων τὰ φρονήματα, ἀνανδρότεροι δὲ οἱ λόγοι. καλῶς οὖν ἔχει μοι ἀφηβηκότι καὶ μεμαρασμένῳ τὴν ἡσυχίαν ἄγειν καὶ τοῖς νεωτέροις καὶ μᾶλλον ἐρρωμέ- νοις τὰ τῆς πολιτείας ὅπλα παραδιδόναι. μᾶλλον δέ, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, τέθνηκα τῷ ψη- φίσματι, ἀφῆκα τὴν πολιτικὴν ψυχήν, οἴχεται ἡ δόξα μου, κεῖται τὸ φρόνημά μου.

λέγω δὲ παράδοξον οὐδέν, ἀλλ’ ὥσπερ δὴ πολλοὺς τῶν ἐμβεβροντημένων εἴδετε σεσιωπηκότας, οἱ καὶ τῇ προσβολῇ τοῦ ψόφου καὶ τῷ μεγέθει τοῦ φόβου καταπλαγέντες ἄφωνοι κατέστησαν ἅπαξ τοῦ πνεύματος ἐκπεσόντος ἢ παγέν- τος ἢ ὅ τι καὶ τὸ συμβαῖνόν ἐστιν, οὕτω καὶ αὐτὸς ἐκπέπληγμαι. τὸ αὐτὸ πέπονθα. ἄφωνος ἐγενόμην ὑπὸ [*](1 Plat. Phaedr. 1. 1. 8 Suid. s. v. ἀφηβηκότι Poll. I 236. II 10 | Luc. Anach. 25 11 cf. t. II 166, 16; V 38, 13. Dem. Mid. p. 537, 7) [*](1 βουλετηρίον Ρ βουλευτηρίου Mor „aut ἐκκλησίαν ἢ βου- λευτήριον leg. est aut ἐκκλησίας καὶ βουλευτήρια“ Re 2 βου- λεύματα VaBPar 5 ἦς Par | ἔτι Mor | οὐχ — 7 λόγοι omissa particula δὲ citat Macarius fol 82 v 6 καὶ τῶν γεγηρακότων om VaBPar | τῶν inserui om libri Macar edd | ἀλλὰ VaBPar Ma 7 τούτων scripsi αὐτῶν libri sed om Ma | τὰ φρονή- ματα αὐτῶν Ρ Mor | ἁδρότεροι V 8 ἔχοιμι V | ἀφηβηκότι Ma sed ἁ in ras 2 litt m 2, Ρ sed μ post α del m 2 10 ἔργα Ma) [*](11 ὑποστελλόμενον V 12 οὖν ante ἡ VaBPar 13 δὲ post κεῖται VVaBMa 15 πολέμου VaBPar 17 παγέντος Ρ sed ναρκωθέντος in marg m 3 18 ὅ τι scripsi ὅτι libri edd | οὕτως VP 19 πέπληγμαι· ante τὸ VaB)

414
τῆς βροντῆς τῆς Μακεδονικῆς, ὑφ’ ἧς καὶ τὸν δῆμον εἶδον τρέμοντα καὶ προσκυνοῦντα.

μὴ τοίνυν με κελευέτω τις λέγειν, μὴ μᾶλλον ἢ Περικλέα τὸν Ὀλύμ- πίον ἐκεῖνον ἢ τὸν Ἀλκιβιάδην ἢ τὸν ὁμώνυμον τὸν ἐμόν, ὥσπερ ἀναβεβιωκότα, οὐδὲ γὰρ ἀναβεβίωκα, καθάπερ δοκῶ, ἀλλ’ ἄλλως φέρομαι καὶ πλανῶμαι πόθῳ γῆς, καθάπερ αἰ τῶν νεωστὶ τεθνηκότων ψυχαὶ φιλοχωροῦσαι περὶ τὰ συνήθη σώματα. ἆρα ἐθεάσασθέ ποτε εἴδωλον ἐν δράματι καὶ τραγικὴν σκιάν; τοιοῦ- τόν τι χρῆμα νῦν καὶ τοὐμόν ἐστιν.

ἥκω λιπὼν κευθμῶνα καὶ σκότου πύλας, ἔνθα δή με δῆμος Ἀθηναίων ὁ μεγαλήτωρ ἔπεμψεν, Ἀθήνας ὀψόμενος καὶ τῶν δημηγορούντων ἀκουσόμενος. [*](R IV 310) |

ὢ λάλου καὶ περιέργου νεκροῦ, ἐπεὶ μηδὲ ταῦτα ἀρκεῖ. ἀλλὰ πάλιν δημηγορῶ νῦν ἐγώ; τί λέ- γων; τί γράφων; οἷα καὶ τὰ πρόσθεν; ἀλλὰ μηδὲ ἐκεῖνα ὤφελον. ἀλλὰ ἐναντία ἐκείνοις; ἀλλ’ οὐκ ἂν δυναίμην. οὐχ οὕτω πάλιν φοβοῦμαι Φίλιππον ἢ φιλῶ Μακε- [*](3 cf. ad t. V 550, 9 4 cf. p. 261, 1. Dem. 01. III p. 34,21) [*](8 II. ψ 65 | Plut. cons. ad ux. p. 612 A 11 Dem. cor. p. 315, 22. Eur. Hec. 1 12 cf. t. III 169, 2) [*](1 ἧ Va 2 με om VaB 3 τίς Ρ Mor τὶς VaPar | μὴ inserui e VVaBParMa om Ρ edd 4 τὸν om VMa 5 οὐδὲ γὰρ ἀναβεβίωκα om Ρ | ἀναβεβίωκα V 6 ἀλλὰ Ma | ἄλλως om Ma 8 φιλοχωροῦσι VaBPar | ἆρ’ ParMa | ἐθεάσασθε Par sed ε(1) in ras m 2 9 τοῦτό V 11 ἅδου V 12 μεγα- λήτωρ scripsi e VVaBPar μεγαλορήτωρ MaP sed in hoc μεγα- λήτωρ in marg m 2, edd sed γρ μεγαλήτωρ in marg Mor 13 ἔπεμψεν ἀθήνας ὀψόμενον et ἀκουσόμενον Ma Mor 14 ὦ BMaP edd | ἔπειτα VVaBMa | μὴ δὲ VBParP 15 πάλιν om VVaBPar | πάλιν post ἐγὼ V | δημηγορῶν ἐγὼ Par 16 μὴ δὲ VaBParP 17 ὄφελον VMaP | ἀλλ’ VaB Par 18 οὕτως VParMaP edd | voce φίλιππον rursus inc Η (fol. 53))

415
δόνας. τί με κελεύεις λέγειν ἢ γράφειν; ἅ γὰρ ἐνδεῖν δοκεῖ, πάντως ταῦτα οἶσθα σύ. καὶ τί μὴ <σὺ> γεις ἢ γράφεις, ἀλλ’ ἐν ἐμοὶ καθάπερ Καρῶν τινι τὴν πεῖραν ποιῇ;

63. Περίεργον μὲν οὖν ἐρῶ λόγον καὶ τῆς παρού- σὴς μοι γνώμης καὶ τύχης θρασύτερον, εἰρήσθω δ’ ὅμως. ἐγὼ γὰρ οὐδὲν ὁρῶ περὶ οὗ ἔτι πολιτεύσεταί τις. ὑπὲρ Ὀλυνθίων; κατ’ ἐσκάφησαν. ὑπὲρ Χαλκιδέων; ἑάλωσαν. ὑπὲρ τῶν ἐπὶ Θρᾴκης; ἔχει δεσπότην. ὑπὲρ Ἁλονήσου; κρατεῖται. ὑπὲρ Ἀμφιπόλεως; παρελήλυθεν. ὑπὲρ Χερρονήσου; κατείληπται. ὑπὲρ Πελοποννήσου; συγχωροῦσι Κορίνθιοι, σιωπῶσι Λακεδαιμόνιοι. ὑπὲρ τῆς θαλάττης; περιπλεῖται βεβαίως. ὑπὲρ τῆς σιτο- πομπίας; οὐ φθονήσει Φίλιππος ὑμῖν τροφῶν ὁ μηδ’ ἐμοὶ σωτηρίας. ἀλλ’ ὑπὲρ Θετταλίας, ἣν παρελήλυθεν; ἀλλ’ ὑπὲρ Φωκέων; ἤδη Φίλιππος ἀμφικτύων. ἀλλ’ [*](3 cf. ep. 1134. Polyb. X 32. Aristid. panath. t. | 267, 11 ed. Dind. c. schol. t. III 244,25. Plat. Lach. p. 187 B c. schol.; Euthyd. p. 285 B. Zenob. III 59 cf. E. Salzmann, Sprichworter bei Liba- nios, Τϋbingen 1910 p. 42 14 cf. p. 258, 3 16 cf. p. 192, 1 sq.) [*](1 λέγειν ἢ γράφειν scripsi e VVaBParMa γράφειν ἢ λἐ- γειν Ρ edd cf. p. 380, 8; 384, 15; 398, 3; 414, 15; 415, 2; 417,7; 426, 1 | ἃ] μὴ Par | ἐνδεῖν δοκεῖ] δοκεῖν HV 2 δοκεῖ om Ma | πάντως scripsi ex HVVaBParMa πάντα Ρ edd | οἶσθα Πα sed σθ in ras ἦσθα Ρ sed οἶσθα in marg m 2, et γρ in marg Mor | μοι Par | σὺ inserui om libri edd 3 Καρῶν scripsi καιρῶν libri edd ἐν Καρῶν Cobet Coll 290 4 ποιεῖ Ma 5 λόγιον HV | τῆς om Ρ Mor 6 μοι scripsi ut coni Re μου libri edd | δὲ HVaB et in ras Par 2 7 ἔτι scripsi καὶ libri edd | πολιτεύσεταί scripsi ex HVVaBPar πολιτεύεταί Ma Ρ edd 8 κατεσφάγησαν V 10 ἀλλοννήσου Η ἀλλονή- σου V ἀλονήσου VaP cf. p. 396, 16 11 χεροννήσου HV χερονήσου Β cf. p. 397,13 | Πελοποννήσου scripsi ex ΗΒ πελοπονήσου VVaParMaP edd cf. p. 397, 1 13 θαλάττης Β sed γρ΄ θετταλίας suprascr θετταλίας HV θαλάσσης Ρ edd περιπλεῖτε Β sed αι supra ε, Par 14 ἡμῖν Ma | μὴ δ’ HVa ParP 16 ἀμφικτυών VBMaP edd)

416
ὑπὲρ τῆς Θηβαίων συμμαχίας; τί δεῖ πολέμων ἔτι καὶ στρατοπέδων ὑμῶν Φιλίππῳ πάντα πειθομένων ἅπαν- τα κελεύοντι <καὶ> ὑπὸ ταῖς ἐπιστολαῖς ἤδη [*](R IV 311) μένων ταῖς ἐκείνου;

ὑπὲρ | τῶν νόμων πολι- [*](5) τεύεσθαι δεῖ; ποίων νόμων; ἀποδημεῖ Σόλων. ἐν Αἰγύπτῳ καὶ Φοινίκῃ κάθηται. ἀλλ’ ὑπὲρ τῶν τειχῶν ὧν ἐπεσκεύαζόν ποτε. τί γὰρ δεῖ τούτων Φιλίππου πείθειν ὑμᾶς δυναμένου; ἀλλ’ ὑπὲρ ἐλευθερίας, ὀνό- ματος κενοῦ; ἀλλ’ ὑπὲρ σωτηρίας, ὃ πᾶσιν ἀνθρώποις τελευταῖόν ἐστι κτῆμα; ἀλλὰ μὴν καὶ ταύτην ὁρῶ πᾶ- σιν ἀσφαλῆ διὰ τὴν Φιλίππου φιλανθρωπίαν.

τί γράφω; τίσι βοηθεῖν; πάντες Φιλίππου. τίνας συγκα- λεῖν; οὐδεὶς ἔτι παρ’ ὑμᾶς ἔρχεται. ἀλλ’ ὑπὲρ πολέ- μου; μὴ γένοιτο. ἄξιον μέντοι μου τὴν χεῖρα ἀποκο- πῆναι πελέκει καὶ τὴν γλῶτταν καταφαγεῖν πρὶν ἢ τοι- οῦτον εἰπεῖν λόγον ἢ γράψαι ψήφισμά τι. ἀλλ’ ὑπὲρ εἰρήνης; ἀλλ’ οὐ μόνοις ὑμῖν αὐτοῖς ἐσπείσατο, ἀλλὰ καὶ τοῖς ἐγγόνοις ὠμόσαμεν αὐτήν, ὥστε καὶ τοῖς κλη- [*](5 Her. I 29 sq. Plut. Sol. 25 7 Dem. cor. p. 266, 19 12 Dem. Phil. III p. 130, 2 15 cf. p. 164,21 18 Dem. Phil. II p. 73, 13; fals. leg. p. 356, 7) [*](1 πολέμων reposui e libris πολέμου edd 3 κελεύοντα HV | καὶ inserui om libri edd | ἐπὶ HV | τῆς ἐπιστολῆς VaB Par ἐπιτολαῖς Mor sed γρ ἐπιστολαῖς in marg | πεπολιτευμένων VaBPar 4 τῆς VaBPar 5 punctum post Σόλων posui om libri edd 6 καὶ scripsi ex HVVaBParMa ἐν Ρ edd 7 δὴ Par 10 ἐστι om Ma 12 τίσι scripsi ex HVBPar Ρ τισι Va τισὶ Ma edd sed γρ τίσι in marg Mor | πάντες — 13 ἔρχεται postea inser Β | φιλίππω VaPar | τίνας scripsi τίνα HVBMaP om VaPar | συγκαλεῖν scripsi συγκαλεῖτε Η VBVaPar Re συγκαλεῖται MaP Mor 13 οὐδεἰσέτι Va οὐδεισέτι Par | ἔρχεσθε VaPar 15 ἀποφαγεῖν HV | πρὶν ἢ scripsi e V πρινὴ HVaBParMaP edd 16 ψηφίσματι Η V 17 μόνον ParMa | ὑμῶν VaBPar | αὐτοῖς om VaBPar αὐτὸς HV 18 αὐτὸν Par)

417
ρονόμοις, ἐάνπερ ἄρα καὶ εὐορκεῖν βούλωνται, τούτων τῶν ἀγαθῶν μετέσται.

66. Σχεδὸν οὖν ἀνάλωται πάντα ὑπὲρ ὧν ἄν τις ἐπολιτεύσατο, καὶ πλείστης ἀπραγμοσύνης μέτοχός ἐστιν ὁ παρὼν χρόνος. ὥστε οὐκ ἐμοῦ θαυμαστόν ἐστι μὴ προσιόντος πρὸς τὸ βῆμα, τῶν δὲ πολιτεύεσθαι προσποιουμένων. τί λέγουσιν ὅλως ἢ γράφουσι τῶν πραγμάτων εἰς τοσαύτην ἡσυχίαν ἁπάντων τετελευτη- κότων; ἃ δ’ ἂν εἴποι τις καὶ γράψειε νῦν, ταῦτα καὶ γένοιτ’ ἂν προειπεῖν ἀπελθόντας, πέμψαι θεωρίαν εἰς τὰ Ἀντιπάτρου Πύθια, καλεῖν τὸν βασιλέα πέμψαντας ἐπὶ μυστήρια. Αἰσχίνης εἰπάτω, Δημάδης γραψάτω. εἰ δὲ δεῖ τινος ἐκ Μακεδονίας, Ἀριστοδήμῳ, Νεοπτολέμῳ πρέπει. παραχωρῶ τοῖς ὑποκριταῖς ταύτης τῆς πολι- τείας. | ἐγὼ δὲ οὐδὲ ταῦτα τολμῶ.

οὐ μέντοι [*](R IV 312) γε νῦν πρῶτον εἴσεσθε τὴν ἐμὴν δειλίαν. πάλαι λε- γόντων ἀκούετε· μαλακὸς Βάτταλος, ἐγὼ δὲ τότε μὲν οὐ τοιοῦτος ἦν, ἀλλ’ Αἴας τις, ὦ ἄνδρες Ἀθη- [*](11 Dem. Phil. III p. 119,11 sq.; fals. leg. p. 380,21. cf. Schaefer Dem. II 4432 13 cf. p. 238, 9; 428, 11; 430, 2. Dem. fals. leg. p. 344,21; 442,29 17 cf. ad p. 333,6. Dem. cor. p. 288, 17 18 Luc. Harm. 1) [*](2 μεθἐσται Η μεθέσθαι V 5 ἐστι post παρὼν Β 6 δὲ om Ma 7 τὶ Va | γράφουσιν VaBPar | τῶν πραγμάτων om VaBPar 9 εἴπῃ Πα | τίς Η | γράψειε, νῦν HVVaPar | καὶ om Β 10 προειπεῖν scripsi e VVaBParMa προσειπεῖν ΗΡ edd sed „malim καὶ ἄνευ ἐμοῦ γένοιτ’ ἄν, προσειπεῖν ἀπ- ελθόντας scil. τοὺς Μακεδονίας βασιλέας καὶ τοὺς τούτων φίλους καὶ δυνάστας“ Re | θεωρίαν scripsi e VVaBParMa θεωρίας ΒΡ edd | εἰ ΗV 11 τἀντιπάτρου Ma | πυθεῖα VaBPar | πέμψας HV 12 Δημάδης γραψάτω om Ma 15 οὐ VaB) [*](16 οὐδὲ post γε Par | εἴσεσθε scripsi e VaBParMa εἴδεσθε HVP edd | ἐμὴν om VaBPar | πάντων Η 17 ἀκηκόατε VaB | βάταλος VaBMa 18 τίς HVaBPar | ὢν Ρ Mor)

418
ναίοι, μεμηνώς. οὔκουν ἀπέστην πρὶν ἐμαυτὸν ἀποκτεῖ- ναι τῆς πολιτείας, νῦν δὲ ἀληθῶς ἄψυχος, ἄτολμος, ἀφελὴς Βάτταλος. νῦν ὕδωρ πίνω, νῦν νήφω καὶ σωφρονῶ, τότε δὲ μεθύων ὑπὸ φιλοτιμίας ἠγνόουν.

τί με καλεῖτε; ἅπαξ ἀπεστήσατε, ἅπαξ ὑπερωρίσατε. οὐκέτι ὑμέτερός εἰμι οὐδὲ δούλῳ χρῆταί τις ὅν ἀπέ- δοτο. Φιλίππου νῦν εἰμι, Φιλίππου μόνου. πῶς καὶ γράφω; τί νῦν καὶ τίνα ἐμαυτὸν ἐπιγραφόμενος; Δη- μοσθένην Δημοσθένους Παιανιέα; ψεύδομαι, ἀλλὰ Δημοσθένην Φιλίππου τὸν ἐκ Μακεδόνων. τί οὑν μὴ Πυθὼν ἐλθὼν πολιτεύεται; πῶς πρεσβεύσω παρὰ τοὺς Ἕλληνας, τοὺς τῆς ἐμῆς ἐκδόσεως θεατάς; μὴ γὰρ ἔλαθον; μὴ γὰρ ἠγνοήθην; ἅπαντες ᾔσθοντο. βασιλεὺς ὁ Περσῶν ἐπύθετο. ἐφ’ ᾦ καὶ ὀργίζεσθαί φασι λέγοντα αὐτόν· ἡμῖν δὲ οὐκ ἔδοσαν γῆν καὶ ὕδωρ <καὶ> Φιλίππῳ φθονεῖν.

[*](3 Dem. Phil. II p. 73,3; fals. leg. p. 355,23 11 cf. ad p. 280, 16 15 cf. t. V 499, 11)[*](1 οὔκουν scripsi ex HVVaBParMa οὐκοῦν Ρ edd | πρινὴ Par sed ἡ add 2 δ’ VP edd 3 ἀφελὴς scripsi auctore Weiskio Hyp II 49 ἀσφαλὴς libri edd | βάταλος VaBParMa | δ’ post νῦν(1) Ma 4 ὑπὲρ Ρ Mor 5 ἀπεστήσατε scripsi ἀπέστητε libri sed ἀπεστήκατε in marg P 2, edd 6 οὐκ ἔτι Par | δόλῳ HV | τίς VParP edd 7 φιλίππου(1) om Β φίλιππος VaPar | μόνον Η 8 τίνα scripsi ex HVBParMaP τινὰ Va edd sed τίνα νῦν καὶ τίνος ἐμαυτὸν coni Re | ἐπι- γραψάμενος scripsi ex HVaBParMa ἐπιγράψαιμι VP edd sed ἐπιγράψομαι coni Re | δημοσθένη VaBPar 9 δημοσθἐνην Η | ἀλλὰ ψεύσομαι. ἀλλὰ coni Re 10 δημοσθένη VaBPar | τὸν scripsi e Ma τῶν Β τοῦ HVVaParP edd | ἐκ om HV 11 μὴ] τί Ma | πυθὼν VaPar | ἐλθὼν Ρ sed θῶν in ras m 2 | πρεσβεύω VaBPar | περὶ HV 14 ἐπεύθετο Ma | ἐφ’ ᾧ καὶ om HVVaBParMa 15 καὶ inserui om libri edd 16 „malim φθονοῦντα“ Re)
419

69. Μετὰ ταῦτά φησι· λέγε, Δημόσθενες, ὥσπερ πειρώμενος εἰ τὴν γλῶτταν ἐξέτεμέ μου Φίλιππος. ἐγὼ δὲ οὐ μόνον οὐδὲν λέγω, ἀλλὰ καὶ τῶν ἄλλων ἀκούων λεγόντων κλαίω καὶ σιωπῶ. ἐπιλαμβάνομαι δὲ τῆς γλώττης κινουμένης καὶ ῥῆμα ἐκφυγὸν ἤδη με προπετῶς ἐπέσχον καὶ πρὸς ἐμαυτὸν τὸ Αἰσχύλου λέγω πολλάκις· | μέν’, ὦ ταλαίπωρ’, ἀτρέμα σοῖς ἐν [*](R IV 313) δ’ ἐμ νέοις. ἤδη δέ ποτε καὶ ὄναρ δημηγορῶν ἀναστὰς τῇ ψυχῇ καταμέμφομαι· οὔπω σωφρονεῖς; τί πλανᾷ; τί φαντάζῃ, δυστυχής; ἄλλως γάρ· οὐκ ἔχεις ἀπελθεῖν εἰς Μακεδονίαν.

Οὐ μὴν νῦν γε καὶ παντελῶς τὰ πρὸς ὑμᾶς σιωπήσομαι. Ἀθηναῖοι πάρεισι. Δημοσθένους εἰς μέσον ἀχθήτω λόγος. οὐ δεῖ διακενῆς τὸ θέατρον τῷ ποιητῇ [*](6 Eur. Or. 268 cf. p. 370 not. 3) [*](1 μεταταῦτα VaB | φασὶ Ρ Mor 2 πειρώμενοι MaP Mor | εἰ cum ras 1 litt Ρ | ἐξέτεμέ scripsi ex HVVaBMa ἑξετέ’ Par ἐξέταμε Ρ edd 3 δὲ οὐ μόνον] ἃ μέλλω μὲν HVVaB Par ἃ μέλω μὲν Ma | οὐδ’ ὧς λέγων Ma | τῶν om HVMa Re) [*](5 ἐκφυγὼν Ρ 6 τὸ inserui auctore Re om libri edd | αἰσχύνου HVP αἰσχίνη VaBPar | λέγων Ma 8 μένε et ταλαίπωρε HVVaBParMa | ἀτρέμα σοῖς] ἀτρέμας HVaBPar Ma ἀτρέμας σοῖς Ρ 11 σωφρονεῖς Ρ sed ς e ν corr m 2 σωφρονιεῖς VaBPar | πλανᾶ Ρ sed a in ras m 2 12 φαντάζῃ, δυστυχής; ἄλλως γάρ· scripsi auctore Iacobsio Add 46 App Pors 326 Lect 109 φαντάζῃ; δυστυχεῖς· ἄλλως γὰρ libri edd | ἔχεις] ἔσται Ma „nnum ἄλλοσε γὰρ οὐκ ἔχεις ἀπελθεῖν ἢ εἰς sed totum locum non intelligo" Re „Leni mutatione scribendum puto: ἄλλως γάρ· οὐκ ἔδει σε ἀπελθεῖν sive δυστυχεῖς ἄλλως· οὐ γὰρ ἔδει σε“ Iacobs Lect 109 ἄλλως γὰρ οὐκ ἔδει σε Rev 6 15 Δημοσθένους scripsi δημοσθένης HVVaParMaP edd δημοσθἐν Β 16 λόγος reposui e libris sed λέγ τ suprascr P 2 λέγε edd)

420
συνελθεῖν. παρέξω τι δρᾶμα ὡς ἀληθῶς. ἔχω λόγον ἐπιτήδειον εἰπεῖν ἐμαυτῷ, δρᾶμα Ἀττικόν, δρᾶμα Μακεδονικόν, οὐκ Ἀρχέλαον Εὐριπίδου, ἀλλὰ Φίλιπ- πον Δημοσθένους, ὥσπερ δέ τινα ἐπιτήδειον ἀκοῦσαι καὶ τοῖς ἄλλοις ῥήτορσι. ποῦ ποτ’ ἐστὶν Ὑπερίδης; ποῦ Λυκοῦργος; ποῦ Διότιμος; ποῦ δὲ Ἡγήσιππος; ποῦ δὲ οἱ λοιποί, οὑμὸς θίασός ποτε καὶ χορός;

ἀκούετε, 03 ῥήτορες, καὶ τὸν νοῦν προσέχετε. ἄξιον γάρ, ἄξιον καὶ τῆς 〈ὑμετέρας〉 ἀρετῆς Φιλίππου χάριν μὴ σιω- πηθῆναι. μὴ πρᾶγμα μέγα καὶ καλὸν ἐκείνου λάθῃ. ἐπειδὴ γὰρ σιωπῶντα καὶ ἀθυμοῦντά με, ὡς ἐχρῆν, τοῖς ἐκ Μακεδονίας δορυφόροις παρεδώκατε καὶ πάν- των ὑμῶν ὁρώντων εἱλκόμην ὑπὸ τὴν ἀκρόπολιν παρὰ [*](R IV 314) τὸν Ἀριστογείτονα, παρὰ | τὸν Ἐλέου βωμόν, ταῦτα μὲν εἴδετε, ὧς σιωπῶν καὶ κατηφὴς τὴν πόλιν περιέβλεπον, τοὺς βωμοὺς προσεκύνουν, τὰς πύλας [*](3 Eur. trag. fr. 229 sq. Nauck 2 6 Dem. ep. III p. 1482,5 Ι Dem. Phil. III p. 129, 18 14 Arist. Lys. 633. Paus. I 8, 5 | Paus. I 17, 1) [*](1 τί HVaBParMaP Mor | δρᾶμα, δρᾶμα ὡς coni Re 4 ὥσπερ δέ τινα ἐπιτήδειον scripsi ὥσπερ δέ τινα εἰ τι HVVaB ParMa ὥσπερ δέονΡ edd „δέ τινα εἴ τι Bav. e lect. Bav. efficio ὥσπερ δεῖ, ἴνα δ’ εἴη — sed hoc parum placet, parum satisfacit" Re | ἀκοῦσαι — 5 ῥήτορσι in lac 25 fere litt om Β 5 ποτέ HVaBPar | ὑπερίδης P sed ερίδης ex έριδες corr m 2 6 δὲ om VaB 7 ὁ λοιπὸς οὑμὸς VaBPar | θίασός ποτε reposui ex HVVaBParMa θίασος ποῦ ποτε Ρ sed ποῦ inser m 2 θίασος ὀποῦ edd sed θίασος ὁμοῦ ποτε καὶ χορός coni Re | ὁ ante χορός P edd delevi 8 γάρ] καὶ Mor 9 ὑμετέρας inserui om libri edd ἀττικῆς vel ἑλληνικῆς inserendum coni Re | σιωπηθῆναι scripsi ex HVVaBParMa σιωπᾶν Ρ edd 10 μέγα om Ma 11 γὰρ] καὶ Mor | ἀθυμοῦντά scripsi θαυμάζοντά libri edd | χρή HVVaBParMa | χρηστὸν post ἐχρῆν eras P 12 παραδεδώκατε HVVaPar 13 ἠγόμην HVVaB Par | ἐπὶ HVParMa περὶ Va παρὰ Β | ἐπὶ HV 14 περὶ HV 15 πάντες coni Re, τότε lacobs Lect 109 Rev 6)

421
κατεφίλησα, ἔρρωσθε, εἶπον, Ἀθῆναι καλαί, καὶ ἄλλον ἐνέγκατε Δημοσθένην.

ἦλθον εἰς Ἐλευ- σῖνα τηρούμενος, θανάτου δεόμενος, ξίφος ζητῶν ἢ βρό- χον ἢ φάρμακον. ὦ Κριτία καὶ τριάκοντα, πρὸς ἐμαυτὸν εἶπον, μακάριος Θηραμένης, μακάριοι οἱ τὸ κώνειον πιόντες ἐν Ἀθήναις ἀπέθανον, ἐγὼ δὲ εἰς Μακεδονίαν σύρομαι τὼ χεῖρε δε- δεμένος, ἵνα μηδ’ ἀπὸ χειρός τινα πορίσωμαι πρὸς ἐλευθερίαν συμβολήν. ἐμαρτυράμην τὰς θεὰς καὶ τὴν Σαλαμῖνα βλέπων ἐκάλουν τὸν Θεμιστοκλέα λέγων· σὲ μὲν εἰς βαρβάρους ἔπεμψεν ἡ Τύχη μετὰ τὴν θάλασσαν, ἐγὼ δὲ ἄκων ἄπειμι.

ἠγό- μην διὰ Βοιωτίας ἐπιδεικνύντων με ταῖς πόλεσι τῶν Μακεδόνων ὧς τρόπαιον τῆς Ἑλλάδος. ἐστέναξα παριὼν τὸν Ἐλευθέριον ἐν Πλαταιαῖς. Χαιρώνειαν ἐλοιδόρησα μὴ πεσὼν ἐκεῖ μετὰ τῶν ἀγαθῶν χιλίων. ἐπεὶ δὲ εἰς Θήβας αὐτὰς ἥκομεν, ἐγὼ μὲν ἐδεόμην τῶν ἀγόντων ἐγκαλύψαι καὶ μὴ δεῖξαί με Θηβαίοις αἰχμάλωτον ἀγώγιμον Φιλίππου τὸν πρεσβευτήν, τὸν σεμνῶς παρ’ [*](14 Thuc. ΙΙ 71,2. Paus.IX2,5 16 cf. ad p. 299,1; 306,17) [*](18 cf. p. 252, 5) [*](1 ὦ ante ἀθῆναι Ma 2 ἄλλως Mor 3 κατηγορούμενος Β 4 πρὸς] καὶ HVVaBPar 5 post εἷπον lac 3 litt Va) [*](6 οἳ scripsi e Ρ cum Sinteni οἱ HVVaBParMa edd | πίνοντες Ma 7 χέρε HV 8 μὴ δ’ HVaParP δὲ μὴ Ma) [*](9 πρὸς om Par | συμβολήν scripsi ex HVMa cum Cobeto Coll 291 συμβουλήν VaBParP sed in hoc υ(2) eras, edd 10 τὴν inserui e libris sed in Ρ inser m 2 om edd πρὸς τὴν coni Re | σαλαμῖνος Ρ sed ος in α corr m 2 | τὸν inserui ex HV VaBParMa om Ρ edd 11 λέγων V sed in βλέπων corr m 3 | εἰς βαρβάρους om Ρ Mor 12 θάλατταν Ma | ἄκων om Mor) [*](13 ἐπὶ HV 15 τὴν ἐλευθερίαν Par 18 καὶ inserui e Par om HVVaBMaP edd | θηβαίοις — 422, 1 φιλίππου postea inser Β | θηβαιὰς VaPar βεβαίοις HV 19 φίλιππον VaPar)

422
αὐτοῖς δημηγορήσαντα, οἱ δὲ ἐξεπίτηδες περιῆγον καὶ μετ’ αὐτῶν Τιμόλαος, Θεογείτων, Ἀνεμοίτας. ἔλεγον· [*](Ρ ΙV 315) ἴδετε | Δημοσθένην, ἴδετε τὸν Φιλίππω συμβουλεύσαντα πολεμεῖν. ὑπὸ Ἀθηναίων ἐκ- δέδοται. οὐ φοβηθήσεσθε. σιωπήσεται.

εἶδον Δελφῶν τινες λυπούμενοι. κἀγὼ μὲν τὸν Πύθιον ἠρόμην εἰ τοῦτο παρρησίας ἆθλόν ἐστιν, εἶπε δέ τις· παρὰ τὸν ἀγωνοθέτην ἄγε Φίλιππον, ἀπολώλεκε γὰρ Δη- μοσθένην, ὧς ἓν τῶν ἀναθημάτων. μετὰ ταῦτα διὰ Φωκέων ἠγόμην. ἦλθον οἱ διῳκισμένοι, συνέδραμον. ἦλθον γύναια καὶ παιδάρια καὶ πρεσβύται δυστυχεῖς. ἀλλήλοις συνεκλαύσαμεν. πολλοὶ μὲν οἱ Φωκέων κρη- μνοί, ἀλλὰ δεινῶς ἐτηρούμην. θέαμα καὶ Θεττα- λῶν ἐγενόμην, τῶν ἀνόμων Θετταλῶν, ἀλλ’ οὐδ’ ἐκεῖ- νοί τι τοιοῦτον παρ’ αὑτοῖς γεγονὸς ἐμνημόνευον. ἀθρόοις δὲ τοῖς δήμοις ἐνετύγχανον ὑπὸ τῆς φή- [*](2 sq. Dem. cor. p. 324, 15 10 cf. p. 196, 19 11 cf. p. 235, 17) [*](1 οἱ δὲ scripsi ex HVaBPar οἱ δ’ Ma οἵδ’ VP edd | περιῆγον om Mor | καὶ om Ma 2 num Τιμόλας ut apud Dem. 1. 1.? | θεοτήτων HPar θεοτοίτων Va θεαιτήτων inser Β θεοτίτων MaP Mor | ἔλεγον om HVVaBParMa 3 ἴδετε scripsi εἶδες HVVaBParMa om Ρ edd | ἴδετε om HVaB ParMa εἶδον δὲ V | φιλίππου Par 5 σιωπήσεται scripsi auctore Re οὐ (om Par edd) σιωπήσετε libri edd 6 Δελφῶν τινες λυπούμενοι] δὲ ἀφ’ ὦν τι ὠνούμενοι HVVaBParMa | γρ μυούμενοι in marg MaP 2 Mor 7 παρρησίας P sed ς add m 2 | ἔργον VaB ἄ Par | περὶ VaB 8 ἀπολώλεκε γὰρ scripsi ἀπολωλεκέναι libri edd 9 μεταταῦτα Β | διὰ om Re 11 ἦλθε HVVaBParMa | καὶ(1) om Par | πρεσβύται cf t. IV 55, 12 14 ἀνόμων scripsi ex HVVaBParMa cum Iacobsio Lect 109 ἀνοήτων Ρ edd num ἀπίστων, ut apud Dem. p. 15, 15; 657,27? | ἐκεῖνοι τί HVaMaP 15 παρ’ αὑτοῖς γεγονὸς scripsi παρ’ αὐτοῖς γεγονὸς Ρ edd γεγονὸς (γεγονὼς Par) παρ’ HVVaBParMa 16 ἀθρόοις scripsi auctore Re ἀθρόως Η VMaP edd ἀθρόον VaBPar)

423
μὴς συνειλεγμένοις ἐπὶ τῷ παραδόξῳ θεάματι. παρ- ώδευσα τὰς τυραννικὰς οἰκίας, Ἅλον, Λάρισσαν, Φάρσαλον, δεσμώτης γέρων ἀκούων τὰς τιμωρίας ἃς δώσειν εἰκαζόμην.

τοιαύτην ἐπόμπευσα πομπὴν ὥσπερ διὰ κενῆς τῆς γῆς εἴσω καὶ ἔξω πυλῶν τῆς Ἑλλά- δὸς. ἐν Θήβαις δέ μοί τινες ἔνευον φυγεῖν καὶ ἱκέτην καθεσθῆναι. οὐ μὴν ἤθελον ἔγωγε Ἀπόλλω τὸν Ἰσμή- νιον ἱκετεύειν ἢ τὸν Ἡρακλέα μετὰ τὴν Ἀθηνᾶν. ἐπειδὴ δὲ εἰς αὐτὴν Μακεδονίαν ἤλθομεν, ἔχαιρον, ἐκρότουν πάντες ὡς ἐν μεγάλοις ἐπινικίοις, | ὡς [*](R IV 316) Ὄλυνθον, ὡς Ἀμφίπολιν, ὡς Θήβας, ὡς Ἀθήνας ἔχον- τες. ἀλλήλοις με πάντες ἐδείκνυον, παισὶ καὶ γυναιξίν. οὗτός ἐστι Δημοσθένης. οὐκέτι πονήσομεν. οὐκ- έτι κινδυνεύσομεν. τὰ ὅπλα καταθώμεθα. ἡμέ- τερός ἐστιν.

ἐνταῦθα δὲ ἤδη ἐν Πέλλῃ μὲν ἦν, ὁ δὲ φόβος πολὺς ἔτι προσῆν, καὶ πάντα ἔπασχον [*](4 Dem. Mid. p. 522, 3 5 cf. p. 197, 6 6 cf. t. II 165, 5) [*](1 συνειλεγμένων HV 2 ἅλον Ρ sed ἅλ’ ex ἄλλ corr m 2 ἄλλην HV 5 διακενῆς Ρ | καινῆς H sed αι in ras, VVaBPar | τῆς om HVVaBParMa 6 φυγεῖν καὶ scripsi cum Iacobsio Lect 109 Rev 6 καὶ φυγεῖν libri edd „in vocibus καὶ φυγεῖν videtur nomen templi latere, ad quod ut confugeret supplex, auc- tores sibi factos esse Thebanos quosdam ait" Re 7 ἤθελον scripsi ἔμελλον libri edd | ἔγωγε Ἀπόλλω scripsi ἔγωγε τὸν ἀπόλ- λωνα P sed γέγονα πολλῶ in marg m 2, edd γέγωνα γέγονα Ma) πολλῶ HVVaBParMa | τὴν VaPar | Ἰσμήνιον scripsi ἰσμηνίαν libri edd 8 τῆς ἀθηνᾶς Va 9 καὶ ante εἰς HVVaBPar Re | ὡς Ρ Mor 9 ἥκομεν Va 10 ὧς ἐν μεγάλοις P sed ὡς ἐν με in ras m 2 | ὡς om Par 11 ὁ ante ὄλυνθον Πα | ἀθήνας re- posui e libris ἀθηνᾶς edd 13 ἐστιν ὁ VaBPar | οὐκ ἔτι Par | οὐκ ἔτι ParP 15 ἐστιν, ἐνταῦθα ὤν, πάλαι δέον. ἤδη ἐν coni Re ἐστιν ἐνταῦθα ὤν ἤδη δὲ ἐν Iacobs Add 269, ἐστιν ὁ αὐθάδης ἤδη ἐν App Pors 326 Lect 109 Rev 6 | ἐν inserui e libris ut coni Re et Iacobs om edd | έλλῃ scripsi ex HVVaBParMa ut coni Re et Iacobs Lect Rev πελλήνῃ Ρ edd | μὲν ἦν] ἤμην Iacobs Add Lect Rev 16 πολὺς om VaB | ἦν Iacobs App Pors 326)

424
ταῖς ἐλπίσιν ὅσα ὑπὸ τῆς τῶν ἐχόντων ἐξουσίας ἠδυ- νάμην παθεῖν. δεσμὰ περιέβλεπον, αἰκίας, βασάνους ἁπάσας, ξίφη καὶ σαγάρεις Μακεδονικάς. τὴν γλῶτταν ᾤμην ἀποκόψειν μού τινα. εὐθὺς οὖν ταῦτ’ ἐννοῶν ἀπάντων μεστὸς ἦν τῶν κακῶν. φόβος δὲ πάθους πείρας χαλεπώτερος, ὅτι τὸ μὲν παθεῖν σύντομον καὶ δι’ ὀξείας ῥοπῆς παύεται, τὸ δὲ δέος ἐν τοῖς μέλλου- σιν ἐπαιωρούμενον μακροτέραν λαμβάνει τὴν αἴσθησιν.

καὶ τὸ μὲν πάθος ἐστὶ δεινόν, φέρειν δὲ θαρρύνας ἐμαυτὸν καὶ πρὸς τὴν ἐμαυτοῦ ψυχὴν εἰπών· Ἀθη- ναῖός εἰμι, Δημοσθένης εἰμί. ἄγε, ὧς εὐσχη- μόνως, ὡς καλῶς. ἅπασι μὲν ἀνθρώποις ἀναγ- καῖον τέλος, ἀπειλεῖ τὸν θάνατον ἡ φύσις, οὐδ’ ἔστιν ἀποδρᾶναι τὴν κοινὴν ἀνάγκην οὐδ’ ἐν τοῖς στεγανωτάτοις ἕρκεσι κατακεκρυμμέ- νον, πρέπει δὲ τοῖς ἀγαθοῖς ἀνδράσι τῆς μὲν ὑψηλῆς ἐλπίδος ἔχεσθαι, δέχεσθαι δὲ ἀσμένως ὅ τιπερ ἂν δοκῇ τῷ θεῷ, τοιαῦτα φιλοσοφήσας [*](R IV 317) παρὰ τὸν | Φίλιππον αὐτὸν εἰσηγόμην.

[*](3 cf. t. IV 242, 10 | cf. p. 427, 15)[*](1 τῶν om Ρ Mor 3 σαγάρεις V sed εἰς in οὑς corr m 2)[*](4 ἀποκόψαι Ma | μού om Par | τινάς HVBPar | ταῦτα V MaP edd 8 ἐπηωρούμενον HV ἀπαιωρούμενον Par | λαμβά- νει τὴν αἴσθησιν scripsi ex HVVaBPar τὴν αἴσθησιν λαμβάνει MaP edd 9 καὶ om Η | ἔστι BParP εἰ coni Iacobs Add 269, εἰ καὶ App Pors 326 Lect 109 Rev 6 | φέρει Ma | δὲ] δεῖ coni Iacobs δὲ ἀνάγκη coni Re | θαρρύνω Ρ Mor Ι οὖν post θαρρύνας inserendum coni Re Iacobs App Pors, δ’ Iacobs Add Lect Rev 11 εἰμι] εἰπὼν Va εἶ Par | Δημοσθένης εἰμι postea inser Β om VaPar 13 ἀθάνατον Ρ sed ἁ del m 2 14 οὐδέν ἐστιν Ma | ἀποδρᾶναι libri edd cf. t. IV 376, 7 | οὐδ’ ἐν] οὐδὲ HVVaPar)[*](15 στεγανωτοῖς Mor 16 πρέπει — 18 θεῷ citat omissa particula δὲ Macarius fol 82 v | ἀληθῶς Macar 17 „malim ὐψἰστης“ Re | ἀσμένως scripsi coll p. 377, 2 εὐμενῶς libri edd)[*](19 περὶ VaParMa)
425

78. Ποῖον οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, θέατρον οὕτω σπουδαῖον γενέσθαι ποτέ; τοιαῦτ’ ἤχθη ποτὲ παρ’ ὑμῖν Διονύσια; καθῆστο μὲν σεμνὸς αὐτὸς ὁ Φίλιππος, παρειστήκει δὲ ὁ γενναῖος παῖς Ἀλέ- ξανδρος, παρῆν δὲ Ὀλυμπιὰς ἡ χρηστὴ καὶ ξένοι καὶ πεζέταιροι καὶ δορυφόροι, καὶ πολὺ μὲν πλῆ- θος αὐτῶν Μακεδόνων, πολὺ δὲ τῶν ἄλλων ἐπι- δημούντων κατὰ πρεσβείαν ἢ μουσικῆς ἐπίδειξιν ἢ μισθοφορίαν, Ἑλλήνων καὶ βαρβάρων. καὶ γὰρ Ἰλλυ- ριοὶ καὶ Παίονες καὶ Τριβαλλοὶ συνέδραμον ἰδεῖν αἰχμάλωτον Δημοσθένην. ἦν δὲ πολλὴ σιωπὴ καὶ ὠθισμὸς τῶν ἄλλων θεατῶν.

εἰς τοιοῦτόν με, ὠ ἄνδρες Ἀθηναῖοι, θέατρον ἐπέμψατε, ἐγὼ δὲ οὐκ ἐφο- βήθην, οὐκ ἐξεπλάγην, ὥσπερ ὅτε πρεσβεύων ἐνέτυχον Φιλίππῳ, ἀλλ’ ἀνασχὼν τὴν κεφαλὴν ἔφην· ἥκω, βασιλεῦ, καὶ ἑκὼν καὶ ἄκων ἐπὶ τὰς σὰς θύρας, ἡδέως ὑπὸ Ἀθηναίων σοι δοθείς, ὃς κακὰ πλεῖστα Ἑλλήνων τὸν σὸν οἶκον εἰργασάμην λέγων καὶ γράφων, ἔπρεψέ μοι τὸ προοίμιον τοῦ [*](7 cf. p. 224, 9 10 sq. cf. p. 304, 11 13 cf. t. I 524, 11) [*](17 Thuc. | 137, 4) [*](1 ποῖ VVaBPar | ἴστε HVVaBParMa | ὦ om VaBPar) [*](2 οὕτως V edd Ι σπουδαῖον inser P 2 Ι πότε ante τοιαῦτ’ Ρ edd delevi | τοιαῦτα Ρ edd | ἦχθαι Ρ Mor ἦκταί γα | ποτὲ inserui ex HVVaBParMa om Ρ edd 3 καθῆσθο Η καθῆτο Ma | σεμνῶς VaPar 6 πεζαίτεροι VaBParMa PMor 8 πρεσβείαν Ρ sed v in σ corr πρεσβείας HVaB Par 9 μισθοφορίας Ρ Mor | γὰρ Ἰλλυριοὶ καὶ om Ρ Mor) [*](10 τριβαλοὶ VaB 12 ὠθησμὸς Par ὠθισθμὸς Ρ sed γρ ὠθισμὸς in marg m 2 | τῶν om Ρ sed γρ in marg m 2 | γρ θεαμάτων in marg P 2 Mor θεαμάτων Ma | μὲν VaBPar 13 ἀθηναῖοι ἄνδρες Ρ 14 πρέσβεων Par 15 num ἥκω, ἔφην? 16 βασιλεύς Ρ sed e ~ corr 17 μὲν post ἡδέως VaBPar | σοι δοθείς] ἐκδοθείς VaBPar 18 ἔτρεψέ Par | τοῦ scripsi ex HVaParMa τὸ VBP edd)

426
Θεμιστοκλέους. ταῦτα ὑπὲρ τῆς ἐμαυτοῦ πατρίδος καὶ τῆς ἄλλης Ἑλλάδος ἐπολιτευόμην. εἰ δὲ ἀρετῇ δικαίᾳ τοῖς οἰκείοις συνηγωνιζόμην, [*](R IV 318) | ἀλλ’ οὐ σοὶ πολεμῶν ἀπλῶς, ἀξιῶ μοι συγγνώμην γενέσθαι κατὰ τὸν τῶν ἀγαθῶν ἀνδρῶν νόμον. νῦν δὲ σός εἰμι καὶ χρῶ μοι λαβών.

ὁ δὲ σκαιότερον μὲν οὐδὲν οὐδὲ πικρό- τερον ἠμείψατο, οὐκ ἦν βάρβαρος ὁ Φίλιππος, οὐκ ἦν τύραννος, ἀπολοίμην κακῶς, οἷον ἄνδρα ἐλοιδόρουν, μᾶλλον δέ, ἀπωλλύμην, βασιλικῶς δὲ καὶ μεγαλοπρε- πῶς, Αἰσχίνη φίλτατε, ἄκουε γὰρ ὡς τὰ μὲν ὠνείδισε, τὰ δὲ ἤλεγξεν, ἔδρασε δὲ κακὸν οὐδέν. χαῖρε, εἶπε, Δημόσθενες. τί ταῦτα; πῶς ἥκεις; τίς ἔπεμψέ σε; πρεσβεύων ἥκεις; Ἀμφίπολιν ἀπαιτήσων; πάλιν ἡμῖν ἐνοχλήσων; ἀλλ’ Ἀθηναῖοί σε ἐκδε- δώκασιν; ὑπὲρ ὧν ἐβόας; ὑπὲρ ὧν ἡμῖν ἐπολέ- [*](9 Dem. Phil. III p. 119, 4 sq.) [*](1 „ταῦτα si servas aut ταὐτὰ legis, tum γὰρ addendum erit; alias mallem τοιαῦτα“ Re ὅτε coni Iacobs Lect 109 Rev 6 | ἐμαυτοῦ scripsi ex HVVaBParMa ἐμοῦ Ρ edd 2 ἢν δὴ Ma Ρ sed in hoc ex ἣν δ’ ἡ corr m 2, Mor qui ἢν δ’ coni 3 ἀρετὴ VaPar | τῇ ante δικαίᾳ V edd delevi εἰ δ’ ἀρετή, τὰ δίκαια τοῖς οἰκείοις συναγωνίζεσθαι, τοῖς φίλοις συναγωνὶζό- μενος, ἀλλ’ οὐ σοὶ πολεμῶν coni Re | ἠγωνιζόμην VaB 4 σοι Ma 5 τὸν om Va inser P 2 | ἀγαθῶν om Re 7 μικρὸν Ma 9 ἀπολλοίμην VVaBPar ἀπωλλύμην Ma 10 ἀπωλ- λύμην scripsi ἀπολλοίμην HVVaBParMa ἀπωλύμην Ρ edd sed delendum censet Re | δὲ om HV τε Ma 11 αἰσχύνη Ρ Mor | καὶ ante γὰρ Ma et inser P 2 | γὰρ] δὴ coni Iacobs Lect 109 Rev 6 γὰρ ὧς] ,.fort. leg. καὶ παρεστὼς, scil. ἐμοί· aut καὶ παραστήσας sc. ἐμὲ ἐαυτῷ“ Re | τὸ VaPar 12 τὰ Va | εἰπὼν Re 14 post ἥκεις signum interrogationis posui e Par colon Η comma Va om VBMaP edd 15 post ἐνοχλήσων signum interrogationis posui colon libri edd | ἀλλ’ om VaB | ἀθηναῖοι σε Ρ sed ε in ras m 2 Ἀθηναῖοι σ’ edd | ἐκδεδώκασι περὶ HV) [*](16 ὑμῖν Mor)

427
μεὶς; τί σε ὤνησεν ὁ Μαράθων; τί δὲ ἡ Σαλα- μίς; τί δὲ τὰ ὑπὲρ Χαλκιδέων, τί δὲ τὰ ὑπὲρ Βυζαντίων καὶ Φωκέων ψηφίσματα; τί δὲ αἰ δημηγορίαι αἱ μακραί; τί δ’ οἱ ἀπόστολοι καὶ τριηραρχίαι καὶ τὰ πολλὰ πολιτεύματα;

οὐκ ᾐσχύνου ἐμοὶ διαφερόμενος ὑπὲρ τῶν ἀχαρί- στων Ἀθηναίων; ἥκεις εἰς Μακεδονίαν, εἰς Πέλλαν, ὅθεν οὐδὲ ἀνδράποδον <σπουδαῖον>. ἐμοί σε ὁ δῆμος τῶν Ἀθηναίων ἔδωκε. τί σε ἐργάσομαι; πῶς σοι χρήσομαι; ὡς τύραννος, ὡς λῃστής; οὔκ εἰμι τοιοῦτος οἷον ἔλεγες. οὐκ ἀναμίξω σε τοῖς Ὀλυνθίων αἰχμαλώτοις οὐδὲ ἀριθμήσω σε μετὰ τῶν ἀπὸ Χαιρωνείας ἐαλω- κότων οὐδὲ Ἀτρεστίδᾳ σε χαριοῦμαι [*](R IV 319) ἤ τινι τῶν ξένων τῶν ἐμῶν. ἀποκόψω σου τὴν γλῶτταν; Θρᾳκός ἐστι τυράννου τοῦτο [*](2 Dem. cor. p. 296, 11 sq. 8 cf. ad p. 258, 19 14 cf. ad p. 233, 1 16 cf. p. 42, 9) [*](1 τίς BPar σε om Ma | ὤνησεν om Par 2 τἀ(1) om Par) [*](3 δαὶ VaPar 4 αἱ om Mor | δαὶ Va | αἱ ἀποστολαὶ HV VaBParMa οἱ om Ρ Mor 8 signum interrogationis post ὅθεν edd delevi ut coni Re et Iacobs Add 263 Lect 109 Rev 6 | οὐδὲ] ὡς HVVaBParMa οὐδ’ ἂν coni Iacobs Add Lect | σπουδαῖον inserui ut σπουδαῖον ἥκει inserendum coni Mor Not fol VI v, χρηστὸν Re, λάβοι vel θέλοι ὁ δῆμος Iacobs Lect, ἐγώ Add Rev 9 δὲ post ἐμοὶ inserendum coni Iacobs Add Rev, ἐμοί delendum Lect | τῶν scripsi e VaBParMa ὁ HV Re om Ρ Mor 11 λῃστής HVaMaP 12 Ὀλυνθίοις HV 13 ἀριθμήσω scripsi auctore Re ἀριθμῶ libri edd 14 Ἀτρεστίδᾳ scripsi coll 1. 1. cum Cobeto Mnem. N. S. II 409 Coll291 ἀνδραστίδα ΗV ἀδραστίδα VaBParMaRe ἀριστείδη Ρ sed γρ ἀδραστίδη in marg m 2, Mor sed γρ Ἀδραστίδῃ in marg | σε om HVVaBPar 15 ἤ] δέει HVVaBParMa „malim ἢ ἄλλῳ“ Re | „fort. οὐκ (uel οὐδ’) ἀποκόψω“ Re 16 γλῶσσαν VP edd | θρακός Par sed θρ in ras m 2 | τοῦτο scripsi ex HV Ma τὸ VaBParP edd)

428
ἔργον ἀπολέσαι γλῶτταν Ἀττικήν, ἐγὼ δέ, κἂν ὀργίζωμαί σοι, τοὺς λόγους σου φιλῶ καὶ τὴν τραυλίζουσαν ἐκείνην γλῶτταν ἐπαινῶ πρὸ τῆς Αἰσχίνου καὶ Δημάδου. ἀλλ’ ἀποκτείνω σε κἀγὼ ὅμοιος Ἀθηναίοις γένωμαι; θάρρησον. οὐκ ἄν τι κακὸν παρ’ ἡμῶν πάθοις.