Declamatio 21

Libanius

Libanius, Declamatio 21, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

διὰ ταῦτα ἐσκόπουν πρὸς ἐμαυτόν, πῶς ἂν αὐτοὶ ταχέως ἀνασωθεῖεν, καὶ δὴ καὶ ἔμελλον ἐρεῖν ἐν ὑμῖν, ὅπως τοῦτο γένοιτο ἄν, οὐδὲ γὰρ τὸν Φίλιππον εὔ ρισκον ἡδέως ἂν ἔχοντα τοσούτους Ἀθηναίων ἐπὶ τῆς αὑτοῦ χώρας ἐχθρούς, οἶς οὔτε στρατιώταις ἔμελλε δήπου χρήσεσθαι, σφαλερὸν γάρ, οὔτε συνάγων εἰς τι χωρίον κατέχειν ὅθεν οὐκ ἦν ἀποδρᾶναι ῥᾴδιον τό τε ἄλλως ἔχειν ἐν δεσμοῖς οὔτ’ ἀνθρώπινον οὔτε κερδα- λέον.

ἦν οὖν δῆλον ὡς ὑμῶν ἀποστειλάντων τοὺς [*](R IV 269) περὶ τούτων αὐτῷ | διαλεξομένους καὶ τῷ παλαιῷ περὶ τῶν αἰχμαλώτων χρησομένους νόμῳ ποιήσει τοῦτο ὅ πολλοὶ πολλάκις καὶ οὕτως αὐτοὺς ἀφήσει καὶ ἀπο- πέμψει βουλόμενος καὶ ἄλλως αὑτῷ χάριν τινὰ κεῖσθαι [*](4 Xen. Hell. IV 3, 19. Eur. Phoen. 1405 5 Thuc. II 51, 3) [*](18 Thuc. I 129, 3) [*](2 ἀρχόμενοι Vi sed ἀρχομένης in marg m 2 3 αὐτούς scripsi e Ma αὐτοὺς HVVi αὐτούς ἁ ἑαυτούς Ρ edd 4 ἀξιοῦντες τίΗViMa 6 διαταῦτα Vi | τοῦτο Ma 7 καὶ(2) om PMa Mor | ἐρᾶν Vi sed ἐρεῖν in marg m 2 8 τὸν γὰρ Re τὸν om Vi 9 ἀνέχοντα Η 10 αὐτοῦ libri edd | ἔμελλε Ma sed λ(2) inser m 2 ἔμελλ(??)ν Ρ 11 χρήσασθαι HPMaCI Mor 12 ἀποδρᾶναι Ma sed αναι ex αν corr m 2 | τότε Vi num τὸ δὲ? 13 ἄλλους Gasda | οὔτε Ρ edd 14 ὑμῶν scripsi ex HVViMaCl ἡμῶν Ρ edd | ἀποστει λάντων cum ras 2 litt V) [*](16 τῶν αἰχμαλώτων scripsi exHVViMaCl τούς αἰχμαλώτους Ρ edd Ι χρησομένους scripsi cum Gasda χρησαμένους Kbri edd) [*](17 πολλοὶ Vi sed πολλὰ in marg m 2 | οὕτως Ma sed οὕτος suprascr m 2 οὗτος HVP οὕτος· Ee καὶ οὗτος· Gasda | αὐ- τοὺς scripsi e Vi sed αὐτὸς in marg m 2 MaCI cum Iacobsio Lect 104 Rev 4 αὐτὸς HVP edd 18 αὐτῶ libri edd)

323
παρ’ ὑμῖν, ὅπως, εἰ μεταπέσοι τὰ παρὰ τοῦ δαιμονίου, δύνηταί τινος ἀναμιμνήσκειν τὸν δῆμον. ᾔδει γάρ, ᾔδει καὶ νῦν οὐκ ἀρετῇ νενικηκώς, τῇ δὲ τύχῃ πλέον ἐσχηκώς, ὅθεν αὐτὸν ἀκούω μηδὲ στεφανώσασθαι λογι- ζόμενον, τίς ὢν τίνων ἐφάνη κρείττων.

9. Ταῦτα δή μου σπουδάζοντος καὶ τοὺς περὶ τού- των ἐν χεροῖν ἔχοντος λόγους ἴφθη τὴν ἐμὴν περὶ ταῦτα πρόνοιαν ἡ Φιλίππου πρεσβεία. διὰ τί δὴ ταῦθ’ οὕτως εἶχεν; ἐκεῖνος οὐκ ἐλπίσας ἕνα Ἀθηναῖον λήψε- σθαι παρ’ Ἀθηναίων, ἀρκεῖ γάρ μοι τοσοῦτον εἰπεῖν, τοὺς τοῦτον αἰτήσοντας ἔπεμψεν. οὐχ οὕτως ὑμᾶς ἀλλοτρίους ἡγεῖται τῶν πατέρων οὐδ’ ἀνήκοος ἐστι τῶν παλαιῶν πολέμων ἐν οἷς πολλῶν πολιτῶν εἰς τοὺς πολεμίους ἁλόντων οὐδεὶς τοιαύτην εὕρατο λύσιν. ἀλλ’ ἐνεθυμήθη πρὸς αὑτόν, ὡς αἰτήσω μὲν ἐγὼ τὸν Δημοσθένην, ὁ δὲ ἀντερεῖ παρελθών, καὶ ὁ μὲν δῆμος οὐ Ι δώσει, λυπήσει δὲ τοῦτο [*](R IV 270) τοὺς τῶν αἰχμαλώτων οἰκείους, παραιρήσεται δὲ τὸ πρᾶγμα τῆς τοῦ ῥήτορος παρρησίας, καὶ τοὺς ἀντιδίκους οὕτως ἕξει πολλούς, ὁπόταν ἐπιχειρῇ τι λέγειν.