Declamatio 21

Libanius

Libanius, Declamatio 21, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

καὶ οὐκ ἂν ἐμαυτὸν ἐμεμψάμην. εἰ γὰρ καὶ τὰ μάλιστα τὸ μῖσος ἐκεῖθεν ηὐξήθη τὸ πρὸς ἐμὲ τῷ νῦν τούτῳ με βουλομένῳ λαβεῖν, ἀλλ’ ἐστεφανούμην παρ’ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς δὲ φθόνῳ γραψαμένοις αἰσχύνεσθαι περιῆν ἡττωμένοις. ἔτι τοίνυν τῆς μὲν ἀρετῆς ὑμῶν ἐν οἷς πολλάκις ἐκρατήσατε τῶν πολε- μίων φανείσης, τοῦ τέλους δὲ οὐ προσλαβόντος τὴν τύχην διὰ τῆς ἐμῆς φωνῆς ἐκοσμήσατε τοὺς ἐν τῇ μάχῃ καλῶς ἀποθανόντας, ᾔδειτε γὰρ ἐμὲ πλείστα ὑπὲρ ἐκείνων εὐξάμενον.

γενομένου τοίνυν τοῦ τάφου καὶ τοῦ περιδείπνου παρ’ ἐμοί, καὶ γὰρ τούτῳ τετίμημαι παρὰ τῶν τοῖς πεσοῦσιν οἰκείων, ἐπὶ τὰς ὑπὲρ τῶν αἰχμαλώτων εὐθὺς ἐτραπόμην φροντίδας νομίζων καὶ τούτους οὐδὲν ἧττον ἀγαθοὺς καὶ οὐδε- μιᾷ κακίᾳ ταύτην ὑπομεῖναι τὴν τύχην, ἀλλ’ εἶναι τῆς ἀνδρείας αὐτῶν οὐ μικρὸν καὶ τοῦτο σύμβολον τὸ [*](1 Dem. cor. § 211 sq. 7 Dem. cor. § 222 12 Dem. cor. § 285 15 cf. p. 44, 5. Dem. cor. p. 321 25) [*](1 ποτε HViMa 4 ἡμᾶς Vi 5 ταμάλιστα Ρ | τὰ Vi sed τὴν in marg m 2 6 ηὐξήνθη V et in marg Vi 2 7 τούτω Ma sed ω in ras m 2 τοῦτο CL | με in ras V 2 | βουλομένῳ Ma sed ο(2) in ras m 2 10 ὑμῖν Vi sed ὑμῶν in marg m 2 | ἐν in marg Vi 2 11 προλαβόντος Vi προσλαβόντες Mor 12 φωνῆς Ma sed φω in ras m 2 15 τῆς περὶ δεῖπνον Vi sed τοῦ περι- δείπνου in marg m 2 τῶν περὶ δεῖπνον Ma sed ν(3) ex υ corr m 2 περὶ δείπνου Η Ι τοῦτο ViCl 16 τετίμημαι scripsi auc- tore Cobeto τετίμηνται HV edd τετίμηται PViMaCL | παρὰ — οἰκείων vel saltein τοῖς πεσοῦσιν delenda censet Gasda | τἀς] τοῖς Mor 17 ἐτραπόμην scripsi ἐτρεπόμην libri edd 18 τούτοις CL | οὐδὲ μιᾷ Πα οὐδεμία Vi 20 ἀνδρείας scripsi ex HVViMaCl ἀνδρίας Ρ edd)

322
μαχομένους ἁλῶναι. οἱ μὲν γὰρ δειλοὶ καὶ φοβούμενοι τὰ τραύματα συμπίπτειν μὲν οὐ τολμῶσιν, ἀρχομένης δὲ τῆς μάχης τὰ ὅπλα ῥίψαντες αὑτοὺς εἰώθασι σώζειν, οἶ δ’ ἀξιοῦντές τι δρᾶν καὶ συμβάλλοντες τὰς ἀσπίδας καὶ σφῶν αὐτῶν ἀφειδοῦντες οὗτοι καὶ λαμβάνονται.