Declamatio 16
Libanius
Libanius, Declamatio 16, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
ἔτι τοίνυν ὅ μὲν οὗτος αὐχεῖ, τὸ ἀναίτιον ἐμοὶ μᾶλλον ἢ τούτῳ πρόσεστιν. ὁ μὲν γὰρ ἐκφυγὼν τὰ ἐγκλήματα εἰς ἴσον τῷ μηδὲ κατηγορηθέντι τὴν ἀρχὴν ἐπανέρχεται. καὶ καθαρῶς οὗτος ἀναίτιος ὅστις ἠλευθέ- ρωται τῶν αἰτιῶν ὑπὸ τοῦ δικαστηρίου, τὸν δὲ οὐ κατηγορηθέντα ἄκριτον, οὐκ ἀναίτιον εἴποι τις ἂν οὐδ’ ἀνεύθυνον, ἀλλ’ ὑπεύθυνον ἐπὶ παντὸς βίου. ὅπου γ’ οὖν, ἐφ’ ᾧ μὲν οὗτος ἀγάλλεται, τὸ δοκεῖν αἰτίας ἀπάσης ἐκτὸς εἶναι, τούτῳ μὲν ἄδηλον εἰ καί τινος αἰτίας ὑπούσης οὐ τετύχηκε κατηγόρου, ἐμοὶ δὲ κρίσεσι πολλαῖς κεκύρωται, τὸ δὲ κριθέντα ἐκφυγεῖν τούτῳ μὲν οὐκ ἔστιν εἰπεῖν οὐδ’ ἅπαξ, ἐμοὶ δὲ καὶ πολλάκις, ᾧ δὴ τὸ συναμφότερον, οὐχ ᾧ θάτερον ὑπάρχει, τούτῳ προσήκει κρατεῖν.
καὶ πότερον εὔξασθαι ἂν εἵλου μᾶλλον κρίνεσθαι καθ’ ἑκάστην ἡμέραν ἢ ἐν ἀδείᾳ δικῶν εἶναι; ἔστι δὲ τοῦτο μὲν εὐτυχία τὸ τοὺς συκοφάντας λαθεῖν οὐκ εἰς δόξαν οὐδὲ τιμῆς λόγον, πολλοῦ γε καὶ δεῖ, <εἰς> δὲ καὶ ῥᾳθυμίαν καὶ τὸ μὴ δεῖσαι, αἱ δωρεαὶ δὲ τῶν [*](1 cf. p. 134, 15 5 cf. t. V 546, 15 sq.) [*](1 ἀλλήλους Ma πολλοὺς? cf. p. 134, 15 5 ὁ Ρ | οὕτως Ρ) [*](7 ἶσον MaP | μὴ δὲ MaP 8 καθαρῶς δ᾿ olim scripsi ὅστις scripsi εἴτις MaP 9 ἀπὸ Ρ 12 ὅπου γ’ scripsi ὁπόταν MaP | οὕτως? | τὸ scripsi auctore Grasda MaP 14 ἅπας ὑπούσης Ρ εἰπούσης Ma 19 μᾶλλον scripsi κάλ- λιον εἷναι MaP | καθεκάστην Ρ 22 εἰς inserui auctore Hert- lino om MaP 23 δὲ(1)] γε Ρ)
καὶ τὰς ἐν ὑμῖν κρίσεις ὑπομεῖναι μὲν οὐδεὶς ἂν ἐθελή- σειεν οὐκ εἰδὼς εἰ διαφεύξεται· εἰ δὲ θεῶν τις ἐγ- γυήσαιτο τὴν νίκην, τίς οὐκ ἂν εὔξαιτο δεῖξαι χρηστὸς ὤν; πλὴν εἰ σύνοιδεν αὑτῷ τοιαῦτά τις ὥστε μόνην σωτηρίαν τὸ μὴ κριθῆναι δοκεῖν, ἐπεὶ τοῖς ἀδικοῦσι μὲν ἀγαθὸν ἀνελέγκτοις μένειν, τοῖς δὲ χρηστοῖς ἀτύχημα τὸ λανθάνειν, καὶ θαρροῦσιν οἱ μὲν τῷ συνειδότι καὶ ταῖς ἀποδείξεσιν, οἱ δὲ κακοῦργοι τῷ λανθάνειν.
42. Ἃ τοίνυν κακοήθως ὑπελάμβανεν ὡς ἐξαπα- ἐξαπατηθέντας ὑπ’ ἐμοῦ τοὺς δικαστάς, οὐκ ἐμοῦ τὴν κατη- γορίαν ἐποιεῖτο, ὑμᾶς δὲ διέβαλλεν, εἰ μὲν ἄκοντας ἐξα- πατηθῆναί φησιν, ὡς ἀνοήτους, εἰ | δὲ βουλομένους [*](H. IX 43) χαρίζεσθαι ἀδίκως, <ὡς> ἐπιόρκους. οὐδὲν ὅ μὴ τῶν κακίστων ἁπλῶς αὐτοῦ λέγοντος ἠκούσατε. εἶτα παρὰ μὲν τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις ἄριστοι δικάζειν καὶ νομοθετεῖν πρὸ τοῦ πεπίστευσθε, Κέφαλος δὲ παρα- νοίας αἱρεῖ τὰ δικαστήρια, ἐν οἷς οὔτε διώκων ἡττηθεὶς [*](16 cf. p. 130, 21 24 Aesch. Ctes. p. 76, 41 | Dem. p. 642, 5) [*](1 οὐ] καὶ Ma | βίου scripsi βίων MaP 3 τὶς MaP 5 τὰ delendum censet Hertlinus 11 ἐπεὶ scripsi ἔτι MaP) [*](20 Χαρίζεσθαι ἀδίκως, scripsi χαρίζεσθαι, ἀδίκους Ma Ρ χαρίζεσθαι ἀδίκως Cobet 21 καὶ ante λέγοντος MaP delevi ante οὐδὲν collocandum censet Gasda 22 ἄριστα olim scripsi 23 πρὸ τοῦ scripsi τούτου MaP sed in hoc τοῦτο suprascr m 2 | πεπίστευσθε scripsi πεπίστευθε Ma πε- πίστευτε Ρ)
εἰ μὲν οὖν ἅπαξ ἢ δὶς ἐξέφυγον τά ἐγκλήματα, ὑπενόησέ τις <ἂν> ὑπῆλθον, ὡς ἐφενάκισα, ὡς ἐλέῳ κατέλαβον τοὺς δι- καστάς· εἰ δέ, ὁσαχοῦ κέκριμαι, πανταχοῦ καὶ ἑκαστα- χοῦ νικῶ, καθαρὰ τῆς ἀρετῆς ἡ κρίσις. εἰς μὲν ἅπαξ καὶ παρ’ ἕνα καιρὸν ἰσχυρὸν ἀπάτη καὶ τέχνη, ὁ χρόνος δὲ φωρᾷ τὴν ἀλήθειαν. καὶ οὐδ’ ἂν οἱ πάν- των ἀνοητότατοι δὶς περὶ τὸν αὐτόν, οὐχ ὅπως Ἀθη- ναίοι, σφαλῆναι δύναιντ’ ἄν, ἐμοὶ δὲ καὶ φιλονεικό- τερον προσεφέροντο τῷ πολλάκις ἤδη κεκρατηκέναι, οἱ κατήγοροι μὲν ἀναμάχεσθαι πειρώμενοι καὶ μόνος λέγοντες ἡμᾶς οὗτος ἀεὶ διαφεύξεται; οἱ δικασταὶ δὲ παρατεταγμένοι πρὸς τοὺς λόγους τοὺς ἐμοὺς καὶ μέχρι τίνος τοῦτον ἀφήσομεν; ἀλλ’ οὐδὲ σκιὰν εὗρον αἰτίας εἰς ἐμέ.