Declamatio 16
Libanius
Libanius, Declamatio 16, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
ἔγνωκάς τινα γνώμην εἰσφέρειν. προβούλευε, φησίν, εἰς τοὺς πεντακοσίους, πρώτη γὰρ αὕτη κρίσις. τὴν βουλὴν πέπεικας. εἰς τὸν δῆμον ἴθι, δευτέρα γὰρ ἡ διαχειροτονία. κἂν τοὺς πολλοὺς ἔχῃς ὁμογνώμονας, οὔπω νενίκηκας. ἐφέσιμος λοιπὸν εἰς τὸ δικαστήριον ἡ διάγνωσις. τριῶν οὖν ὄντων συνεδρίων, βουλῆς, δήμου, δικαστηρίου, ἀκρι- βέστατον ὡμολόγηται τὸ δικαστήριον. εἰκότως. ἡ βουλὴ μέν γε καὶ ὁ δῆμος ἀνώμοτοι τὴν ψῆφον φέρουσι, τὸ δικαστήριον δὲ σὺν ὅρκῳ καὶ ἀρᾷ τῇ μεγίστῃ. καὶ οἱ μὲν βοῇ τὰ πολλὰ κρίνουσι πρὸς ὀργὴν φανερὰν καὶ χάριν, οἶ δὲ κρύβδην τὸ δόξαν τίθενται. θόρυβος ἐν τοῖς ἄλλοις ἰσχύει συλλόγοις· ἐνταῦθα πρὸς ὕδωρ οἱ [*](H. IX 41) λόγοι. καὶ τί | τὰ ἄλλα; τῇ βουλῇ μὲν οὐκ ἔξεστιν οὐδὲ τῷ δήμῳ λῦσαι γνῶσιν δικαστηρίου, τῷ δικαστη- ρίῳ δὲ ἀμφοῖν ἅμα.
οὕτω δὲ κρατοῦντος ἀκριβείᾳ πολὺ τοῦ δικαστηρίου ἐγὼ μὲν διὰ πάντων ἐλήλυθα τῶν συνεδρίων, καὶ γὰρ τὴν βουλὴν οὐχ ἧττον πέ- πεικα Κεφάλου, καὶ ὁ δῆμος ἐπεχειροτόνησεν ἅμα καὶ πλείω ψηφίσματα, καὶ τὸ τρίτον δὴ πάλαισμα, γραφεὶς παρανόμων ἐπὶ πάσαις ταῖς γνώμαις ὑμᾶς ἔπεισα τοὺς τῶν ὅλων κυρίους· τούτῳ δὲ ἀτελὴς ἡ πολιτεία <ἐν> τῷ κυριωτάτῳ μέρει. τῆς ἐξετάσεως γὰρ ἀπάσης τέλος ἡ [*](3 Luc. Prom. 12 11 Andoc. myst. ’ξ 31. cf. M. Fraenkel Herm. XIII 452 sq.) [*](1 καθεκάστην MaP 2 τινα scripsi e Ma cum Hertlino τινας Ρ τινος Gasda 3 post εἰσφέρειν et 4 πέπεικας punc- tum posui, signum interrogationis MaP 4 γὰρ scripsi γε MaP 5 δευτέραν Ρ | διαχειροτονία scripsi e Ma διὰ χειρο- τονίας Ρ 9 εἰκότως. om Ma 12 ἀρχὴν ὀργὴν 16 γνωμην Ρ 23 <ἐν> inserui om MaP)
σὺ δὲ καὶ μέγα φρονεῖς σωθεὶς ἐρημίᾳ κατηγόρων, οὐ πίστει δικαιωμάτων, τοσοῦτον ἐμοῦ λειπόμενος ὅσον τοῦ δι’ ἀντιλογίας νενικηκότος ὁ ἐρήμην ἐνηνεγμένος. ὁ μὲν γὰρ οὐδενὸς φανέντος τοῦ κατηγορήσοντος ἀθῷος μένει, ἐγὼ δὲ καὶ τοὺς παρόντας ἤλεγξα συκοφάντας.
καὶ τὰς πλείους μὲν ψήφους ὁ νόμος κελεύει νικᾶν, ὅν αὐτὸς ἄρτι παρείχετο, αὐτὸς δὲ μηδεμιᾶς τυχὼν ψήφου φιλο- νεικεῖ τῷ πάσας παρειληφότι καὶ πλείους σχεδὸν τῶν οἰκούντων τὴν πόλιν, εἴγε καὶ δὶς οἱ αὐτοὶ περὶ ἐμοῦ καὶ τρὶς ἐψηφίσαντο. ἐγὼ μὲν οὖν εἰ καὶ ἴσας πρὸς ἴσας <τὰς μὲν> ἐνίκων, τὰς δὲ ἐνικώμην, ἀντίπαλος τᾷ μήτε ἡττημένῳ μήτε νενικηκότι ἴσως τῆς ἐπ’ ἄμφω μετασχὼν τύχης πρὸς τὸν οὐδετέρας πεπειραμένον· νῦν δὲ τὸ μὲν οὐδέποτε ἡττῆσθαι [καὶ] ἐμοὶ περίεστι, τούτῳ δὲ ὅπερ ἐμοὶ πολλάκις οὐδ’ ἅπαξ ὑπῆρξε, τὸ νενικηκέναι. οὐδὲ γὰρ αἰτιαθῆναί φησι. τοῦτο μὲν δὴ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἄν τις ἴδοι συμβεβηκός. αὐτίκα οἱ κατὰ δήμους οἰκοῦντες οὐδὲ εἶδον ἔνιοι τὸ δικαστήριον καὶ οὐ κατίασιν ἐκ τῶν ἀγρῶν αἰτήσοντες γέρας τοῦ λαθραίου βίου. γραφὰς δὲ ὀλίγας φυγὼν πάσας ἀπέφυγέ τις, ὅς οὐδ’ ἐν μέρει τὰ μὲν ἐνίκα, τὰ δὲ ἡττᾶτο;
[*](8 cf. p. 129, 12 12 Thuc. II 61, 3 19 cf. t. III 267, 11)[*](21 sq. cf. Arist. nub. 167 cum nota Kockii)[*](1 ἡ inserui e Ma om Ρ 3 ἀντιλογίας Ρ sed ἃς in ου corr ἀντιλογίαν Ma 4 ὁ inserui om MaP | ἐπῃνημένος Gasda 5 ἀθῷος MaP | κατηγορήσοντος scripsi κατηγορήσαν- τος MaP 9 παρειληφότι scripsi προειληφότι MaP 12 τἀς μὲν inserui om MaP | τας P 13 μήτε (1) scripsi μὴ δὲ MaP)[*](14 οὐδ’ ἑτέρας Ma 15 ἡ(??)ῆσθαι Ma | καὶ cancellavi ἐμοὶ καὶ olim scripsi κἀμοὶ Hertlein ἐμοὶ καὶ olim scripsi 16 οὐχ Ma 22 ἀπέφυγέ τις scripsi ἀπέφυγε τίς MaP ἀπέφυγε τίς; Heine | οὐδ’ scripsi οὐκ MaP 24 τὰ Ρ)38. Εἰ δέ γε τῶν ἐξαιρέτων καὶ ἃ πρὸς ἄλλους οὐκ ἔστι κοινὰ τὰς δωρεὰς εἶναί φησιν, ἡ τούτου μὲν ἀπραγ- [*](H. IX 42) μοσύνη τοῖς πλείοσιν ὑπάρχει καὶ πᾶσιν | ὀλίγου δεῖν, τὸ δ’ ἐμὸν καλὸν οὐκ οἶδα ὅτῳ πλὴν ἐμοῦ.