Declamatio 14
Libanius
Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
2. Χαλεπὸν μὲν οὖν εἶξαι καὶ συγχωρῆσαι, κἂν οἱ πλείους πείθωνται, τοὺς ἀνήκεστόν τι παρὰ Κριτίου πεπονθότας, ἡ γὰρ ὧν ἠδίκηνται μνήμη πᾶν μικρὸν εἰς τιμωρίαν ἡγεῖσθαι ποιεῖ, ἐγὼ δὲ τῶν οὕτω διακει- μένων ἀλγούντων μὲν οὐχὶ θαυμάζω, τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ τοιαῦτα πεπονθότες μὴ χαλεπῶς [*](RIV 448) | ἔφερον, δέομαι δὲ ὅμως ἀκολουθῆσαι τοῖς ἄλλοις πρῶτον μὲν ἐνθυμουμένους ὅτι οὐ Κριτίαν αὐτοὺς δεήσει βέλτιστον νομίσαι τήμερον, τὸν ἐκείνου δὲ πε- παυκότα τὴν ἀδικίαν ἐλεῆσαι, ἔπειθ’ ὅτι πολὺ μείζω δόξαν οἴσονται τῶν οὐ τὰ μέγιστα ἐγκαλούντων οἱ τὰ δεινότατα πεπονθότες. μείζονος γάρ, οἶμαι, μεγαλοψυ- Χίας ἀπόδειξις τοὺς μᾶλλον ἠδικημένους ἐν τῷ καιρῷ [*](1 παρ’ MaClVaB et γρ in marg Mor | μόνον ὃ Va 2 δύναιτ’ ἂν] δυνατὸν La | ἡμετέρων Va sed ἡ in ras m 2 3 μοι Va sed οἱ supra litteram, ut videtur, ἑ erasam m 2 | τοῦ δεῦρο in marg Vi 2 6 κρυβῆναι ViMaCL τοῦ inserui e Ma ClVaB om MLaVi edd 7 σφαγήν in marg coni Petrop) [*](9 παρὰ La sed ἀρά in ras f 10 ὧν ex ὡς corr Ma 3 ἠδίκηνται Va sed v inser m 3 12 τοὐναντίον scripsi e LaVi MaClVaB τοεναντίον Μ τὸ ἐναντίον edd 13 ἂν om La Va | οἱ ViVa 14 ὅλως LaMa sed in hoc ὅμως suprascr m 2 Cl et γρ in marg Mor 15 οὖν post μὲν La sed del p 16 δεήσεις Ma sed ς add m 2 | βέλτιστον Va sed ’στ’ inser m 2 βέλτιον ΜαΒ | σήμερον Va 18 εἴσονται MMa | τὰ inserui e La sed ὅ(?) μέγιστα in marg y, cum Gasda om reliqui libri edd 19 δεινότατα Ma sed τα(2) add m 3 20 ἀπόσχεισις Va)